[00009]
|
τῇ διδασκαλίᾳ γὰρ εἶναι τοῦ τον ὑπείληφα πρόσφορον, ἄλλως τε καὶ ταῖς Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων χρώμενον μαρτυρίαις ἔδει καὶ τοὺς λόγους μὴ παντάπασιν ἀπᾴδοντας ξυναρμόσαι, ἀλλ' ἔχοντάς τινα πρὸς ἐκεί νας ἐμφέρειαν.
|
[00017]
|
Ἔδει γὰρ τοῖς περὶ Θεοῦ καὶ τοῖς ὑπὸ Θεοῦ γεγενημένοις τοῦτον ἀκο λουθῆσαι τὸν λόγον, διελέγχοντα ∆ιαγόρου μὲν τὸ ἄθεον, Ἐπι κούρου δὲ τὸ βλάσφημον, τῆς Ἀριστοτέλους δὲ προνοίας τὸ σμικρολόγον, ἐπαινοῦντα δὲ Πλάτωνος καὶ Πλωτίνου καὶ τῶν ἄλλων, ὅσοι τούτων εἰσὶν ὁμογνώμονες, τὰ περὶ τῆς προνοίας διδάγματα·
|
[00049]
|
Καὶ γὰρ δή τινες αὐτῶν, ποιητικῶν καὶ ῥητορικῶν λόγων μετεσχηκότες, τινὲς δὲ καὶ τῆς Πλάτωνος εὐεπείας ἀπογευσά μενοι, καταφρονοῦσι μὲν τῶν θείων λογίων, ὡς ἥκιστα κεκαλ λιεπημένῃ φράσει κεκομψευμένων, οὐκ ἀξιοῦσι δὲ παρ' ἀνδρῶν [1.10] ἁλιέων μαθεῖν τὴν τοῦ ὄντος ἀλήθειαν.
|
[00114]
|
Ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν.
|
[00172]
|
ἀκούομεν δὲ καὶ τοῦ Αἰγυπτίου ἱερέως πρὸς τὸν Σόλωνα λέγοντος τοῦ Πλάτωνος δὲ καὶ ταῦτα ἐν τῷ Τιμαίῳ γεγραμμένα·
|
[00185]
|
Ἢ οὐ Πλάτωνος ἐκεῖνα τὰ ῥήματα·
|
[00197]
|
Τῷ τοι καὶ ὁ Πλάτωνος Σωκράτης ἐν τῷ Γοργίᾳ, πολλὰ περὶ τῶν ἐν τῷ Ἅιδῃ κολαζομένων εἰπών, καὶ μέντοι καὶ περὶ τῶν ἀνακηρυττομένων ὡς εὐσεβῶν ἐπήγαγεν·
|
[00443]
|
Σωκράτους μὲν [2.17] γὰρ τὰ ἐνθυμήματα, Πλάτωνος δὲ τὰ ξυγγράμματα.
|
[00676]
|
[2.82] Καὶ Πλωτῖνος δέ, ὁ τὴν Πλάτωνος φιλοσοφίαν ζηλώσας, περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων βιβλίον ξυνέγραψεν, ἐν ᾧ καὶ τάδε ἔφη·
|
[00687]
|
[2.85] Αὐτίκα τοίνυν τὴν Πλάτωνος διάνοιαν ἀναπτύσσοντες, καὶ ὁ Πλωτῖνος καὶ ὁ Νουμήνιος τρία φασὶν αὐτὸν εἰρηκέναι ὑπέρχρονα καὶ ἀΐδια, τἀγαθὸν καὶ νοῦν καὶ τοῦ παντὸς τὴν ψυχήν, ὃν μὲν ἡμεῖς Πατέρα καλοῦμεν, Τἀγαθὸν ὀνομάζοντα, Νοῦν δέ, ὃν ἡμεῖς Υἱὸν καὶ Λόγον προσαγορεύομεν, τὴν δὲ τὰ πάντα ψυχοῦ σαν καὶ ζωοποιοῦσαν δύναμιν Ψυχὴν καλοῦντα, ἣν Πνεῦμα ἅγιον [2.86] οἱ θεῖοι προσαγορεύουσι λόγοι.
|
[00695]
|
[2.89] Οὕτως ἄρα τὴν τοῦ βαρβάρου θεολογίαν τεθαύμακεν ὁ τῇ Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων ἐντραφεὶς εὐεπείᾳ·
|
[00732]
|
Τῶν γὰρ ἀτοπωτάτων Πλάτωνος μὲν ἀνέχεσθαι καὶ αἴτιον τῆς ὕλης τὸν Θεὸν λέγοντος καὶ ξυναΐδιον τοῦ Θεοῦ τὴν ὕλην ἀποκαλοῦντος καὶ τὰς ἰδέας ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ φάσκοντος εἶναι, τὸν δὲ τοῦ Θεοῦ Λόγον καὶ τὸ πανάγιον Πνεῦμα μὴ πείθεσθαι καὶ ἐκ τοῦ Θεοῦ φῦναι καὶ ξὺν [2.105] τῷ Θεῷ εἶναι.
|
[00761]
|
Πλάτωνος δὲ καὶ τῶν ἐκείνῳ παραπλησίων, ὅσα μὲν ἐκ τῶν θείων λογίων κεκλόφασιν, εὑρήσει τε καὶ θαυμάσεται, ὅσα δὲ τοῦ ψεύδους ἀνέμιξαν, ἀποξύσει καὶ καθάπερ φορυτὸν ἀπορρίψει καὶ τῶν τῆς ψυχῆς ἀπελάσει χωρίων, καὶ ὁρῶν τῆς κλοπῆς τὰ φώρια, τῷ Πυθαγορικῷ Νουμηνίῳ πιστεύσει λέγοντι·
|
[00765]
|
καὶ καθάπερ οἱ τὴν χρυσῖτιν καὶ ἀργυρῖτιν μεταλλεύοντες γῆν, ὅταν μικρὰ ψήγματα εὕρωσιν, ἐκείνοις ἑπόμενοι πάσας διερευνῶσι τὰς φλέβας καὶ οὐ πρότερον παύονται διορύττοντες, ἕως ἂν εὕρωσι τοῦ χρυσοῦ τὸ πλῆθος, ἐξ οὗ διεσπάρη τὰ ψήγ ματα, οὕτως ὑμᾶς δεῖ τῶν Ἀναξαγόρου καὶ Πυθαγόρου καὶ Πλάτωνος, καὶ μέντοι καὶ Νουμηνίου καὶ Πλουτάρχου καὶ Πλω τίνου καὶ τῶν ἄλλων ἐπακούσαντας λόγων, ἐπιζητῆσαι τὴν πηγήν, ἐξ ἧς ὀλίγα ἄττα τῶν θείων ναμάτων ἀνιμησάμενοι οὗτοι τοὺς [2.117] οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόν τας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀορά των δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία.
|
[01224]
|
Ἐγὼ δὲ τοὺς μὲν ἄλλους ἅπαντας παραλείψω, Πλάτωνος δὲ τὰ μὲν ἐπαινέσομαι, τὰ δέ, ὡς οὐκ εὖ ἔχοντα, διελέγξω·
|
[01261]
|
Οὐδὲν δὲ τῶν τοιούτων, καὶ κατά γε τὸν τοῦ Πλάτωνος λόγον, Θεός·
|
[01458]
|
Ὁ δὲ Ξενοκράτης, καὶ ταῦτα τρίτος ἀπὸ Πλάτωνος ὤν Σπευσίππου γὰρ τοῦ Πλάτωνος ἀδελφιδοῦ γεγένηται φοιτη τής τὸ μὲν αἰσθητικὸν εἶναι τῆς ψυχῆς ἔφη, τὸ δὲ λογικόν.
|
[01682]
|
τίνες κατὰ τοὺς Πλάτωνος πολιτεύονται νόμους;
|
[01693]
|
καὶ ἔστιν εὑρεῖν καὶ σκαπανέας καὶ βοηλά τας καὶ φυτουργοὺς καὶ περὶ τῆς θείας διαλεγομένους Τριάδος καὶ περὶ τῆς τῶν ὅλων δημιουργίας καὶ τὴν ἀνθρωπείαν φύσιν [5.69] εἰδότας Ἀριστοτέλους πολλῷ μᾶλλον καὶ Πλάτωνος, καὶ μέντοι καὶ ἀρετῆς ἐπιμελουμένους καὶ κακίαν ἐκκλίνοντας καὶ τὰ κολα στήρια δεδιότας τὰ προσδοκώμενα καὶ τὸ θεῖον δικαστήριον ἀνεν δοιάστως προσμένοντας καὶ τῆς αἰωνίου πέρι καὶ ἀνωλέθρου φιλοσοφοῦντας ζωῆς καὶ τῆς τῶν οὐρανῶν ἕνεκα βασιλείας πάντα πόνον ἀσπαστῶς αἱρουμένους, καὶ ταῦτα οὐ παρ' ἄλλου του μεμαθηκότας, ἀλλὰ παρ' ἐκείνων, οὓς ὑμεῖς βαρβαροφώνους ἀποκαλεῖτε·
|
[02281]
|
Εὐ πετὲς μὲν γὰρ ἦν καὶ μάλα ῥᾴδιον τῇ τῆς σοφίας πηγῇ, ἣ καὶ δυσσεβέσιν ἀνθρώποις τὴν καλουμένην εὐστομίαν δεδώρηται, καὶ Πλάτωνος εὐγλωττοτέρους καὶ δεινοτέρους ∆ημοσθένους καὶ ὄγκῳ τὸν Ὀλόρου κατακρύπτοντας καὶ τὸν Νικομάχου καὶ Χρύσιππον τοῖς τῶν ξυλλογισμῶν ἀλύτοις δεσμοῖς ἀποφῆναι τῆς [8.3] ἀληθείας τοὺς κήρυκας.
|
[02704]
|
[9.48] Ἐγὼ δὲ τῶν νῦν τὰ Πλάτωνος ἑρμηνεύειν ἐθελόντων, μᾶλλον δὲ παρερμηνεύειν πειρωμένων, θαυμάζω τὴν ἀναίδειαν·
|
[03318]
|
Καὶ ὁ τοῦ Πλάτωνος δὲ διδάσκαλος, ὁ Σωφρονίσκου Σωκράτης, οὐ τὸν πλούτῳ περιρ ρεόμενον καὶ ἐξ οὐρίων φερόμενον, ἀλλὰ τὸν δικαιοσύνῃ κοσμού μενον εὐδαίμονα εἰώθει καλεῖν·
|
[03328]
|
Ἀριστοτέλης δέ, τῆς Πλάτωνος διδασκαλίας μεταλαχών, τούτων οὐκ ἀπώνατο τῶν δογμάτων, ἀλλὰ ξυμπληροῦσθαι τὴν εὐδαιμο νίαν ἐκ τριγενείας ἔφη, ἐκ τῶν κατὰ ψυχήν, ἐκ τῶν κατὰ σῶμα, ἐκ τῶν ἐκτός·
|
[03781]
|
καὶ μέντοι καὶ εἰς ξυσσίτια ἀπιὼν ἠνείχετο καὶ Ἀριστοφάνους κωμῳδοῦντος καὶ Ἀλκιβιάδου κωμάζοντος τοῦτο γὰρ διδάσκει τοῦ Πλάτωνος τὸ Ξυμπό [12.27] σιον καὶ εἰς θέατρον ἀναβαίνων ξυνεθεᾶτο τῷ δήμῳ.
|
[03782]
|
Ἥκιστα τοίνυν αὐτῷ προσήκει τὰ παρὰ Πλάτωνος εἰρημένα.
|
[03787]
|
[12.28] Ὅτι γὰρ δὴ τούτοις ἁρμόττει τὰ παρὰ Πλάτωνος εἰρημένα, μάρτυς αὐτὸς μετὰ πλεῖστα εἰπών·
|
[03813]
|
Ταῦτα τοῦ Πλάτωνος, ὦ ἄνδρες, οὐκ ἐμὰ τὰ ῥήματα.
|
[03937]
|
[12.70] Ὅτι δὲ καὶ Πλάτωνος κατηγοροῦσι τῶν παλαιῶν τινες ὡς πολλὰ πεποιηκότος φιλοσοφίας ἀνάξια, ἀκούσατε Ξενοφῶντος λέγοντος ἐν τῇ πρὸς Αἰσχίνην ἐπιστολῇ·
|
[03977]
|
τοιοῦτοι γὰρ οἱ περὶ γάμων καὶ παιδεραστίας τοῦ Πλάτωνος νόμοι.
|