Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μάρτυρες [41]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μάρτυρες
Cooperatorum Veritatis Societas
Commentaria in Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0643268585
[00390]
Πέρατος μὲν ταῦτα τετύχηκε μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν, μάρτυρες δὲ τούτων ἡμεῖς αὐτόπται γενόμενοι.
[01185]
Ἡ Γαλιλαία τῶν ἱερῶν ἀποστόλων ἦν πατρίς, καὶ μάρτυρες οἱ ἅγιοι ἄγγελοι οὕτως αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ὀνομάζοντες·
[02587]
μάρτυρες γὰρ τῆς ἀληθείας οἱ ὀφθαλμοί.
[04890]
Καὶ μάρτυρες οἱ γενναῖοι μάρτυρες Ἀνανίας Ἀζαρίας Μισαὴλ διὰ τὴν εἰς τὸν θεὸν ἐλπίδα περιγενόμενοι τῆς φλογός.
[04933]
|153 b| [10Γένεσθέ] μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι.
[05067]
Καὶ μάρτυρες αὐτῶν εἰσιν.
De providentia orationes decem
Ante [Go Back]
000-00-00 Serial Number=0103866756
[01990]
Καὶ τούτων μάρτυρες Ἡσαΐας καὶ Παῦλος, ὁ μὲν πρὸ τοῦ πάθους ταῦτα θεσπίσας, ὁ δὲ μετὰ τὴν ἔκβασιν ἑρμηνεύσας τὴν πρόῤῥησιν·
Epistulae Collectio Patmensis
Ante [Go Back]
000-00-00 Serial Number=0529872537
[00102]
Εἷς δὲ τῶν οὕτω λαμπρῶς ἀγωνιζομένων ὑπάρχεις, ὦ ἄριστε, καὶ τούτου μάρτυρες οἱ τῶν παντοδαπῶν τῆς ἀδικίας μηχανημάτων διὰ τῆς σῆς ἀπαλ λαγέντες ἐπικουρίας.
[00183]
καὶ μάρτυρες οἱ πάλαι γενόμενοι, παρ' ἑτέρων μὲν οὐ δεξά μενοι νόμους, αὐτοὶ δὲ νόμους εὑρόντες καὶ τὴν λογικοῖς ἁρμόττουσαν πολιτείαν εἰσενεγκόντες.
Epistulae Collectio Sirmondiana
Ante [Go Back]
000-00-00 Serial Number=0015954316
[01384]
Καὶ τούτων μάρτυρες οἱ παρ' ἡμῶν κατηχούμενοι, οἱ παρ' ἡμῶν βαπτιζόμενοι, οἱ τῶν ἐν ταῖς ἐκκλησίαις διαλέξεων ἐπαίοντες.
[02387]
Ὅτι δὲ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ σῶμα τῷ σταυρῷ προσηλώθη, μάρτυρες οἱ τέσσαρες εὐαγγελισταί.
Eranistes
Ante [Go Back]
000-00-00 Serial Number=0702911615
[01927]
Ὅτι μέντοι μετέλαβε τῆς τρο φῆς, μάρτυρες οἱ ἀπόστολοι.
Graecarum affectionum curatio
Ante [Go Back]
000-00-00 Serial Number=0893931806
[00083]
πολλὴ γὰρ εὐπορία παρ' ὑμῖν ὀνομάτων, οὐχ ὑποκειμένων πραγμάτων) ἀλλ' ὅμως ὅτι καὶ ταύτης τὰς ἑορτὰς καὶ τὰ ἐν αὐταῖς τελούμενα ἀπὸ Φρυγίας εἰς τὴν Ἑλλάδα μετεκόμισαν Ἕλληνες, οἱ προκληθέντες ἤδη [1.23] μάρτυρες διαρρήδην διδάσκουσιν.
[02391]
[8.36] Εἰ δὲ τῶν εὐσεβῶς βεβιωκότων οὐρανὸς ἐνδιαίτημα, ταύτην ἔχουσι τὴν λῆξιν οἱ μάρτυρες·
[02810]
καὶ μάρτυρες οἱ τῶν μαρτύρων σηκοὶ παὶ πόλεις λαμπρύνοντες καὶ χώρας φαιδρύ νοντες καὶ ξένοις ὁμοῦ καὶ ἐγχωρίοις τὴν ὠφέλειαν προσφέροντες.
Haereticarum fabularum compendium
Ante [Go Back]
000-00-00 Serial Number=0502694964
[02317]
∆ύο τοίνυν κατὰ ταὐτὸν ἡμᾶς διδάσκουσι μάρτυρες, ὁ μὲν ἀπόστολος, ὁ δὲ προφήτης, ὁ μὲν προαγορεύων, ὁ δὲ μετὰ τὸ τέλος ἑρμηνεύων τὴν πρόῤῥησιν, ὅτι οὐ θεότητος, ἀλλὰ σώματός ἐστι καὶ ψυχῆς ἡ ἀνάστασις.
[02792]
Καὶ μάρτυρες οἱ εὐαγγελισταὶ, διαῤῥή δην διδάσκοντες ὡς τὴν τούτου πενθερὰν πυρέττου σαν ὁ ∆εσπότης ἰάσατο.
Historia ecclesiastica
Ante [Go Back]
000-00-00 Serial Number=0318434298
[01838]
καὶ σηκὸν μαρτύρων ἐδομήσατο μέν, οὐ προσεδέξαντο δὲ οἱ μάρτυρες τὴν εἰς ἀσέβειαν αὐτοῦ παρατροπὴν προθεώμενοι·
Historia religiosa
Ante [Go Back]
000-00-00 Serial Number=0382629871
[00861]
Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας καὶ μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι.
[02159]
[26.13] Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες, ἀλλ' ἡ τῶν πραγμάτων βοή.
Interpretatio in Psalmos [Tomus 1]
Ante [Go Back]
000-00-00 Serial Number=0343302429
[03005]
∆ιόπερ ἐν τῷ ψαλμῷ λέγει, ὅτι Ἐπ ανέστησαν ἐπ' ἐμὲ μάρτυρες ἄδικοι.
[03090]
Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
[03966]
Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἠρώτων με.
[04814]
Ἐπειδὴ γὰρ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς, ὡς ὁ θεῖος ∆ανιὴλ, ὡς ὁ θαυμάσιος Ἰεζεκιὴλ, ὡς οἱ καλλίνικοι μάρτυρες Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, θερμῶς μάλα τὸν Θεὸν ἀγαπῶντες, καὶ τὴν ἔννομον αὐτοῦ λατρείαν ποθοῦντες·
[04828]
Καὶ ταῦτα οὐ μόνος ὁ μα κάριος διδάσκει Μωσῆς, ἀλλὰ καὶ οἱ τρεῖς μακά ριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες.
[05242]
Καὶ οἱ μετ' ἐκείνους δὲ, οὓς οὐκ ἄν τις ἁμάρτοι καλέσας τῆς Ἐκκλησίας υἱοὺς, οἱ νικη φόροι φημὶ μάρτυρες τὴν αὐτὴν ἐτάχθησαν διέπειν ἀρχὴν, καὶ πάντας ἔχουσι νῦν ὑπηκόους·
Interpretatio in Psalmos [Tomus 2]
Ante [Go Back]
000-00-00 Serial Number=0939006925
[02770]
Καὶ τούτου μάρτυρες δύο·
[02794]
Καὶ τούτου μάρτυρες οἱ ὀφθαλμοὶ θεω ροῦντες τὴν τῆς προφητείας ἀλήθειαν.
Interpretatio in Psalmos [Tomus 3]
Ante [Go Back]
000-00-00 Serial Number=0906226933
[00176]
Οὕτως οἱ μακάριοι μάρτυρες, Ἀνανίας, [80.1577] Ἀζαρίας, καὶ Μισαὴλ, τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἰσαὰκ,καὶ τοῦ Ἰσραὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες ἐποιήσαντο μνήμην.
[04377]
Οὕ τως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρό νησαν βασιλέων.
[04405]
Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλ λίνικοι μάρτυρες, ἀπὸ τῶν ἀπανθρώπων καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πε πονθότες.
[04460]
Οὕτως ὁ θεῖος ∆ανιὴλ, οὕτως οἱ μακάριοι παῖδες, οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι, οὕτως ἅπαντες τοῦ Σωτῆρος οἱ μάρτυρες, τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβο λάς.
[04646]
καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη.
[05735]
Τῆς μὲν οὖν αἰσχύνης μάρτυρες Ἰουδαῖοι, τὴν ἔχθραν ἀσπα σάμενοι, καὶ τὴν αἰσχύνην δρεψάμενοι.
Interpretatio in xii prophetas minores
Ante [Go Back]
000-00-00 Serial Number=0179066420
[03511]
Τούτου μάρτυρες ὑμεῖς οἱ Νινευῗται, μεταμελείᾳ χρησάμενοι, καὶ τὴν σωτηρίαν εὑράμενοι, καὶ πάλιν πονηρίᾳ πλείστῃ χρησάμενοι, καὶ τέως δίκας ὑπὲρ ταύτης οὐ τίσαντες·
[05898]
Καὶ τούτου δὲ οἱ εὐαγγελισταὶ μάρτυρες, καὶ τῶν ἀποστόλων ὁ κορυφαῖος ἐν τῷ πυλῶνι παρὰ τὴν πυρὰν θερμαινόμενος.
Quaestiones et responsiones ad orthodoxos
Ante [Go Back]
000-00-00 Serial Number=0524549425
[01607]
εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι προφῆται καὶ μάρτυρες, ὧν τὰ λείψανα κεῖν ται ἐν ταῖς ἐκκλησίαις, δῆλον ὅτι καὶ νῦν οἱ ὀρθόδοξοι ἐνεργοῦσι τὰ θαύματα·
[01608]
ὀρθόδοξοι γάρ εἰσιν οἱ ἀπόστολοι προφῆταί τε καὶ μάρτυρες, ὧν τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν τὰ θαύματα ἐκτελεῖται, του τέστι τῶν ὀρθοδόξων.
Quaestiones in Octateuchum
Ante [Go Back]
[04964]
μάρτυρες ὑμεῖς καθ' ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κύριον λατρεύειν αὐτῷ .
[05463]
μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἀβιμέλεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Μααλὼν καὶ τῷ Χελεὼν ἐκ χειρὸς Νοεμίν·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»