Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεοφιλεστάτου [14]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεοφιλεστάτου


000-00-00 Serial Number=0220852375
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00008]  οὐ γὰρ δεξάμενος ἐπιστολὴν τῆς σῆς ὁσιότητος, διὰ τοῦ θεοφιλεστάτου Παύλου τοῦ ἐπισκόπου καὶ γράφω καὶ τὴν φιλτάτην ἐμοὶ περιπτύσσομαι κεφαλήν, καὶ παρακαλῶ ἐν μὲν τοῖς γράμμασιν τῶν ἴσων τυγχάνειν, ἐν δὲ ταῖς προσευ χαῖς τῶν μειζόνων.
000-00-00 Serial Number=0355978668
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01181]  Πρὸς δὲ τούτοις ἕβδο μόν ἐστιν ἔτος τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τοῦ κυρίου ∆όμνου καὶ μέχρι τῆς σήμερον ἡμέρας, τοσούτου διεληλυθότος χρόνου, οὐδεὶς οὔτε τῶν θεοφιλεστάτων ἐπισκόπων οὔτε τῶν εὐλαβεστάτων κληρικῶν τοῖς παρ' ἡμῶν εἰρημένοις ἐμέμψατο πώποτε.
 [01631]  τί γὰρ παρ' ἡμῶν ἀδικηθέντες οἱ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἴβα κατή γοροι ταύταις καθ' ἡμῶν ταῖς ψευδολογίαις ἐχρήσαντο;
 [01637]  Ἵνα δὲ καὶ ὑπὲρ τοῦ θεοφιλεστάτου ἐπισκόπου τοῦ κυρίου ∆όμνου ἀπολογήσωμαι, τί ἔδει πρᾶξαι τὸν οὕτω φανερῶς πολεμούμενον, καὶ θεώμενον τοὺς ψήφῳ συνοδικῇ καθαιρουμένους εἰς ἑτέραν διοίκησιν πεμπομένους, καὶ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἱερωσύνην ἀπολαμβάνον τας, καὶ τὰ σεπτὰ καὶ θεῖα παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας γελώμενά τε καὶ κωμῳδούμενα;
 [01655]  Ἠλπίσαμεν πεπαῦσθαι τὰ σκυθρωπά, τινῶν ἡμῖν μεμηνυ κότων ὡς ἐσβέσθη μὲν ἡ τοῦ καλλινίκου βασιλέως μικροψυχία, καταλλαγαὶ δὲ μεταξὺ αὐτοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκό που γεγένηνται, καὶ πέπαυται μὲν ἡ τῆς συνόδου κλῆσις, ἡ δὲ τῶν Ἐκκλησιῶν ἐπανῆλθεν εἰρήνη.
 [01725]  Ὁ γὰρ τῆς Ἀλεξανδρέων <πόλεως> δικαιότατος πρόεδρος οὐκ ἠρκέσθη τῇ ἀνόμῳ ταύτῃ καὶ ἀδικωτάτῃ καθαιρέσει τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου τῆς Κωσταντινουπολιτῶν ἐπισκόπου τοῦ κυρίου Φλαβιανοῦ, οὐδὲ ἐνέπλησεν αὐτοῦ τὸν θυμὸν τῶν ἄλλων ἐπισκόπων ἡ παραπλησία σφαγή, ἀλλὰ κἀμὲ τὸν ἀπόντα ὁμοίως καλάμῳ κατέσφαξεν, οὔτε καλέσας εἰς κριτήριον, οὔτε παρόντα κρί νας, οὐκ ἐρωτήσας τίνα φρονῶ περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν ἐνανθρωπήσεως.
 [01842]  Τὰ γὰρ παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου τῆς μεγάλης Ῥώμης ἀρχι επισκόπου τοῦ κυρίου Λέοντος, τὰ πρὸς τὸν τῆς ὁσίας μνή μης Φλαβιανὸν καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν Ἐφέσῳ συν αθροισθέντας γραφέντα, ἄγαν συμφωνεῖ τοῖς παρ' ἡμῶν καὶ συγγραφεῖσι καὶ ἐπ' ἐκκλησίας κηρυχθεῖσιν ἀεί.
 [02096]  Ἀπέστειλα δὲ καὶ ἣν πρώην ἔγραψα, προτραπεὶς ὑπὸ τοῦ θεοφιλεστάτου καὶ ἁγιω τάτου ἀνθρώπου τοῦ Θεοῦ τοῦ κυρίου ...
000-00-00 Serial Number=0318946958
Historia ecclesiastica Ante [Go Back]  
 [00434]  Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ [39] ἐκρατύνθη.
 [00435]  πρῶτον μὲν ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν Ἀρείου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν Κωνσταντίνου, καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτοῦ τὰ βλάσφημα οἷς ἐχρῆτο βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων ἐξ οὐκ ὄντων εἶναι καὶ πρὶν γεννηθῆναι μὴ εἶναι καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτι κὸν τὸν υἱὸν τοῦ θεοῦ.
 [00514]  τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δο κίμως ἀποφανθέν, τοῦτον ἔχει τὸν τρόπον·
 [00544]  ᾗ συνεφωνήσαμεν οἱ πάντες, οὐκ ἀνεξετάστως ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ' αὐτοῦ τοῦ θεοφιλεστάτου [53] βασιλέως ἐξετασθείσας καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογη θείσας.
 [03169]  Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης θεοῦ βουλήσει συγκροτοῦντες καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως [291] γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν, εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσα σθαι.
 [03180]  ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεο παγοῦς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέον τος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ , τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νε κτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»