Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λήθης [12]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λήθης


000-00-00 Serial Number=0239690304
Graecarum affectionum curatio Ante [Go Back]  
 [00021]  p.12 Προύργου δὲ ᾠήθην καὶ τοῖς παρ' Ἕλλησιν ὀνομαστοτάτοις γεγενημένοις νομοθέταις τοὺς ἡμετέρους παρεξετάσαι, τοὺς ἁλιέας λέγω καὶ τὸν σκυτοτόμον καὶ τοὺς τελώνας, καὶ δεῖξαι πάλιν ἐκ ξυγκρίσεως τὸ διάφορον, καὶ ὡς ἐκεῖνοι μὲν οἱ νόμοι μετὰ τῶν τεθεικότων τῷ τῆς λήθης παρεδόθησαν ζόφῳ, οἱ δὲ τῶν ἁλιέων ἀνθοῦσιν οὐ μόνον παρ' Ἕλλησι καὶ Ῥωμαίοις, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Σαυρομάταις καὶ Πέρσαις καὶ τοῖς ἄλλοις βαρ βάροις.
 [04029]  [12.95] Ταύτην ὑμῖν, ὦ ἄνδρες, δευτέραν καὶ δεκάτην διάλεξιν προσ ενήνοχα, καὶ ἐπέδειξα, τίνα μὲν περὶ Θεοῦ καὶ ὕλης καὶ κτίσεως, καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλοσόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας ἰατρείαν προσφέροντας·
000-00-00 Serial Number=0542628944
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00008]  Καὶ ἴσως ἄν τις ἡμῖν ἐπισκήψαι, τὰς τῷ ζόφῳ τῆς λήθης παραδοθείσας πάλιν εἰς τὸ τῆς μνήμης ἐξάγουσι φῶς.
 [00784]  ἀλλὰ πάντα καθάπαξ τῷ ζόφῳ παρεδόθη τῆς λήθης, καὶ οὐδὲ τὰ τούτων ὀνό ματα τοῖς πολλοῖς ἐστι γνώριμα.
000-00-00 Serial Number=0029503942
Historia ecclesiastica Ante [Go Back]  
 [00080]  οὐ γὰρ ὅσιον ᾠήθην λαμπροτάτων ἔργων καὶ ὀνησιφόρων διηγημάτων τὸ κλέος παριδεῖν ὑπὸ τῆς λήθης συλώμε νον.
 [01894]  ἀναθαρρήσαντες γὰρ οἱ τῇ τῶν εἰδώλων πλάνῃ δεδουλωμένοι ἀνέῳξαν μὲν τοὺς τῶν εἰδώλων σηκούς, τὰς δὲ μυσαρὰς ἐκείνας καὶ λήθης ἀξίας τελετὰς ἐπετέλουν·
 [02763]  Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ λήθης ἀξίας, ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας·
000-00-00 Serial Number=0569306195
Historia religiosa Ante [Go Back]  
 [00009]  p.2 Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπατ τομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης.
 [00011]  Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες, οὕτως ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον καὶ μνήμης ἐπίκουρον.
 [01588]  [19.1] Ἀδικεῖν νομίσας τὴν ἀρετὴν εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς ἐσομένοις μὴ γνωρίσαιμι, ἀλλ' ὑπὸ τῆς λήθης χωννυμένην περιΐδοιμι, ἐν κεφαλαίῳ ποιήσομαι τὴν διήγησιν.
000-00-00 Serial Number=0386117697
Interpretatio in Danielem Ante [Go Back]  
 [00632]  Το σαύτην ἔκ τε τοῦ ἐνυπνίου, καὶ τῆς τοῦ ἐν υπνίου λήθης ὠφέλειαν αὐτῷ τῶν ὅλων ὁ πρύτανις προσενήνοχε.
000-00-00 Serial Number=0314528406
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01840]  Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»