Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μύθων [19]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μύθων


000-00-00 Serial Number=0082217276
Graecarum affectionum curatio Ante [Go Back]  
 [00013]  p.6 Ἡ δὲ τρίτη διδάσκει, τίνα μὲν περὶ τῶν δευτέρων παρ' Ἕλλησι καλουμένων θεῶν παρ' ἐκείνοις μεμυθολόγηται, τίνα δὲ περὶ τῶν ἀσωμάτων, κτιστῶν δὲ φύσεων ἡμᾶς ἡ θεία διδάσκει γραφή, ὥστε πάλιν τῇ παρεξετάσει καὶ τῶν παρ' ἡμῖν θρησκευο μένων δειχθῆναι τὸ ἀξιέπαινον καὶ τῶν μυσαρῶν ἐκείνων μύθων τὸ δυσειδὲς καὶ δυσῶδες διελεγχθῆναι.
 [00311]  Τί δήποτε τοίνυν τὴν μὲν ἀλογωτάτην ἐκείνην ὑπερβαίνετε πίστιν, μόνης δὲ τῆς ἡμετέρας κατηγορεῖτε, τῶν μὲν τοιούτων μύθων καὶ λήρων ἀπηλλαγμένης, τὰ θεῖα δὲ καὶ νοητὰ νοητῶς δεχο μένης;
 [00880]  Ταύτῃ τοι καὶ ἀλλη γορεῖ τῶν θεῶν τὰ ὀνόματα καὶ τὴν τῶν μύθων αἰσχρότητα ξυ σκιάζειν πειρᾶται.
 [00906]  Ἀλλὰ ταῦτα καὶ τῶν ποιητικῶν μύθων ἐστὶ ληρωδέστερά τε καὶ βλαβερώτερα·
 [01025]  Ἐχρῆν δὲ καὶ τὰ ἐφ' ὕβρει καὶ κωμῳδίᾳ τῶν καλουμένων θεῶν τεκταινόμενα ξυντρίβειν καὶ διαφθείρειν καὶ πείθειν ἅπαντας, ὡς ψευδῆ τὰ [3.84] περὶ τούτων παρὰ τῶν μύθων θρυλούμενα.
 [01750]  Ἀλλὰ τοὺς μὲν ποιητὰς μετὰ τῶν δυσσε βῶν καταλίπωμεν μύθων·
 [02119]  ταῦτα γὰρ ἅπαντα καὶ ποιηταὶ μυθολογοῦσι καὶ θεολόγοι κρατύνουσι καὶ φιλόσοφοι σεμνολογοῦσι καὶ σεμνότητα μὲν αὐτοῖς τινα περιτιθέναι φιλονεικοῦσι, καταγελαστοτέραν δὲ τῶν μύθων ἀλληγορίαν προσφέρουσιν.
 [03398]  Ὁ δὲ φιλόσοφος τὰ μὲν ἐκεῖθεν λαβών, τὰ δὲ ἐκ τῶν Ἑλληνικῶν ἀναμίξας μύθων, τοὺς περὶ τούτων ἐποιήσατο λόγους·
 [03481]  [11.47] Ὁποῖα μὲν οὖν τῶν φιλοσόφων τὰ δόγματα, καὶ ὡς οἱ μὲν αὐτῶν τῇ γαστρὶ τὴν εὐδαιμονίαν ἐμέτρησαν, οἱ δὲ καὶ τελειοτέ ρων ἥψαντο λόγων, καὶ οἱ μὲν μέχρι τῶν τάφων ἐνόμισαν εἶναι τῶν ἀνθρώπων τὸν βίον, οἱ δὲ καὶ τὰς τῶν βεβιωμένων ὠνειροπό λησαν ἀντιδόσεις καὶ ὑπέδειξαν, ὡς ἐνῆν τῷ λόγῳ, τὰ φρίκης γέμοντα κολαστήρια, οὐδὲ ταῦτα τῶν μύθων καταλελοιπότες ἐλεύθερα, δι' ὧν εἰρήκαμεν, μεμαθήκατε.
000-00-00 Serial Number=0181612968
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00005]  Τὸν δὲ πόθον εἰσεδέξασθε τοῦτον, οὐχ ἵνα κάκιστα διαπλα σθέντων καὶ δυσοδμίαν ἀφιέντων ἐπακούσητε μύθων, ἀλλ' ὅπως τοὺς ἀγνοοῦντας διδάξητε, ποία μὲν ἡ βασίλειος λεωφόρος, ἡ τοῖς ἀποστολικοῖς καὶ προφη τικοῖς ἴχνεσι κοσμουμένη, καὶ τέλος ἔχουσα τῶν οὐρανῶν τὴν βασιλείαν, τίνες δὲ τῶν αἱρετικῶν αἱ τρίβοι, αἱ τὸν ἔσχατον ὄλεθρον τοῖς ἐν αὐταῖς ὁδοι ποροῦσιν ἐπάγουσαι.
 [00009]  Πρὸς δὲ τούτῳ, καὶ πολὺς τῶν μύθων ὁ λῆρος, καὶ τῆς κατὰ τοῦ Θεοῦ τολμηθείσης βλασφημίας τὸ μέ γεθος ἄῤῥητον γλώσσαις εὐσεβεῖν παιδευθείσαις·
 [00015]  Καὶ τὸ μὲν πρῶτον, τῶν μύθων ἐκείνων τὴν διήγησιν δέξε ται, ὧν οἱ πατέρες δημιουργὸν μὲν ἀνέπλασαν ἕτε ρον, τὴν δὲ μίαν τῶν ὅλων ἀρνηθέντες ἀρχὴν, ἀρχὰς ἑτέρας οὐκ οὔσας ὑπέθεντο, δοκήσει δὲ φανῆναι τὸν Κύριον εἰς ἀνθρώπους ἔφασαν.
 [00029]  ἀλλ' ἐπιδεῖξαι τὴν τῶν μύθων αὐτῶν ἐπετάχθην διαφοράν.
 [00137]  Ὁ δὲ Βασιλίδης, τούτων ὡς εὐτελῶν καταφρονή σας τῶν μύθων, ἑτέρους δυσσεβεστέρους ἀνέπλασεν.
 [00573]  Εἰ γὰρ ἅπαντά τις τῶν μύθων τὸν φλήναφον ἐθελήσοι διεξελθεῖν, παμπόλλων ἂν δεηθείη βιβλίων.
 [00606]  Οἵους μὲν ἡ πικροτάτη ῥίζα τοῦ Σίμωνος ἐβλάστησε κλάδους, καὶ ὡς ὀλεθρίους ἔφυσαν οὗτοι καρποὺς, ἐν τῷ πρώτῳ βιβλίῳ σαφῶς ἐπεδείξαμεν, τὸ μὲν τῶν μύθων μῆκος ὡς ἐνῆν συντεμόντες, τῶν δὲ βλασφη μιῶν τὰς μεγίστας εἰπεῖν ὀῤῥωδήσαντες, τὰ δέ γε τῶν μιαρωτάτων ὀργίων δυσαγέστερά τε καὶ μυσα ρώτερα παραδεδωκότες σιγῇ.
 [01347]  Ἐκ δὲ τῶν παμπονήρων μύθων ἐκείνων, καὶ τῶν ἀῤῥήτων βλασφημιῶν, πᾶσα λώβη φαίνεται τοῖς πειθομένοις.
000-00-00 Serial Number=0175357044
Historia ecclesiastica Ante [Go Back]  
 [00236]  φασὶ γὰρ ἡμᾶς οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν δύο, δυοῖν θάτερον δεῖν εἶναι λέγοντες οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων αὐτὸν εἶναι φρονεῖν, ἢ πάντως ἀγέννητα λέγειν δύο·
000-00-00 Serial Number=0255831361
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [06993]  Ἄνθρωποι δὲ, ἀσεβεῖ γνώμῃ χρησάμενοι, ἀπὸ μύθων ὑπ' αὐτῶν πεπλασμένων ἔθεσαν τοῖς ἄστροις ὀνόματα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»