Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μεγαλοφυΐαν [12]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μεγαλοφυΐαν


000-00-00 Serial Number=0632688344
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00389]  Ἐπειδὴ τοίνυν μάστιγας ἡμῖν τῆτες ἐπήνεγκεν ὁ ∆εσπότης, τῶν μὲν ἁμαρτημάτων ἐλάττους πολλῷ, ἱκανὰς δὲ ὅμως ἀνιᾶσαι τοὺς γεωργοῦντας καὶ ταύτας πρώην διὰ τῶν ὑμετέρων γηπόνων τὴν ὑμετέραν μεγαλοφυΐαν ἐδίδαξα ·
 [00613]  ∆ιὸ τὴν ὑμετέραν μεγαλοφυΐαν ἀντιβολῶ, τὰς μὲν ἐκείνου ψευδηγορίας ἀποφῆναι ματαίας, τὴν δὲ γεγενημένην ἐποψίαν ἐνδίκως βεβαιωθεῖσαν ἀσάλευτον διαμεῖναι.
 [00623]  Τὴν δὲ ὑμε τέραν μεγαλοφυΐαν παρακαλοῦμεν, καὶ ἀποῦσαν ὡς παροῦσαν τῶν συνήθων φροντίσαι, καὶ τοῦ δεῖνος τοῦ ἀναξίου ἡμῶν ἐπισκόπου καταλῦσαι τὴν λύτταν, οὗ τὴν τοῦ βίου προαίρεσιν ἀκριβέστερον τὸ ὑμέτερον ἐπίσταται μέγεθος.
 [00794]  Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ γέγραφα, παρακαλῶν τὴν ὑμε τέραν μεγαλοφυΐαν χαρίσασθαι πᾶσιν ἡμῖν τὴν ὑμετέραν ὑγείαν, ἣν οἶδεν εὐθυμία φυλάττειν, ἀθυμία δὲ λύειν.
 [00854]  εἴη δὲ καὶ τῶν μονίμων ἐκείνων καὶ διαρκῶν τὴν ὑμετέραν μεγαλοφυΐαν τυχεῖν ἀγαθῶν, καὶ μετὰ τῆς ὑπατικῆς ἀμπεχόνης προσλαβεῖν τὴν ἄρρητον καὶ θείαν περιβολήν.
 [01041]  Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγαλοφυΐαν, μαθεῖν ἀκρι βῶς, καὶ εἰ ἀληθῶς ταῦτα προστέτακται, καὶ διὰ ποίαν αἰτίαν.
 [01059]  Ἡμῖν δὲ προστέθεικεν ὁ φιλάνθρωπος ∆εσπότης καὶ τὴν ὑμετέραν μεγαλοφυΐαν, πίστει καὶ φιλοθεΐᾳ λαμπρυνο μένην.
 [01319]  οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες , ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ' ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες δογμάτων.
 [01375]  Ὑπὲρ τῆς τούτων εἰρήνης τὴν ὑμετέραν ἀγωνίσασθαι μεγαλοφυΐαν παρακαλῶ.
 [01391]  Οὗ δὴ χάριν ἐπὶ τὰ μείζω καὶ τελειότερα τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, καὶ τῆς τῶν Ἐκκλησιῶν ἀξιῶ φροντίσαι γαλήνης.
 [01404]  Πάντας μὲν οὖν ἀνθρώπους ἡ μεγαλοψυχία κοσμεῖ, οὐχ ἥκιστα δὲ τοὺς κατὰ τὴν ὑμετέραν μεγαλοφυΐαν καὶ διὰ τῆς θύραθεν παιδείας ἡγμένους καὶ τὰ θεῖα πεπαιδευμένους καὶ τῶν ἀποστολικῶν ἐπαίοντας νόμων ἄντικρυς βοώντων·
 [02254]  Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδασ κάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον ∆εσπότην ἠμεί ψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»