Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνέδην [17]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνέδην


000-00-00 Serial Number=0733778656
Paedagogus Ante [Go Back]  
 [01220]  Παρὰ δὲ τοῖς ἔχουσιν οἱ ἀνέδην ἐσθίοντες, οἱ ἄπληστοι, ἑαυτοὺς καταισχύνουσιν·
 [01319]  οὐδὲ γὰρ ὕδατος ἀνέδην ἐμφορεῖσθαι καθήκει, ὡς μὴ ἐκκλύζοιτο ἡ τροφή, καταλεαίνοιτο δὲ εἰς πέψιν καταταττομένων μὲν εἰς τὸν ὄγκον τῶν σιτίων, ὀλίγων δὲ παντάπασιν εἰς τὰς ἐκκρίσεις [2.2.22.1] χωρούντων.
 [02054]  Εἰ δὲ αὐτὸ τοῦτο, εἰ γαμητέον, ἐδέησε σκέψεως, πῶς ἂν ἐπιτραπείη ἀνέδην καθάπερ τροφῇ, οὕτω δὲ καὶ συνουσίᾳ ὡς [2.10.94.2] ἀναγκαίῳ κεχρῆσθαι ἑκάστοτε;
 [02691]  Αἳ δὲ ἀνδρογύνων συνουσίαις ἥδονται, παρεισρέουσι δὲ ἔνδον κιναίδων ὄχλοι ἀθυρόγλωσσοι, μιαροὶ μὲν τὰ σώματα, μιαροὶ δὲ τὰ φθέγματα, εἰς ὑπουργίας ἀκολάστους ἠνδρωμένοι, μοιχείας διάκονοι, κιχλίζοντες καὶ ψιθυρίζοντες καὶ τὸ πορνικὸν ἀνέδην εἰς ἀσέλγειαν διὰ ῥινῶν ἐπιψοφοῦντες ἐπικιναίδισμα, ἀκολάστοις ῥήμασι καὶ σχήμασι τέρπειν πειρώμενοι καὶ [3.4.29.3] εἰς γέλωτα ἐκκαλούμενοι πορνείας πρόδρομον·
 [03131]  Καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν ἅγιον αὐτὸ κέκληκεν ὁ ἀπόστολος , † ἀποφαινομένης ἀξίως τῆς βασιλείας πολιτευώμεθα τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι' οὗ μάλιστα [3.11.81.4] δείκνυται τρόπος ἥμερος.
000-00-00 Serial Number=0427734494
Protrepticus Ante [Go Back]  
 [00462]  νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων·
 [00617]  [4.54.1] Ἐντεῦθεν, οἶμαι, κινηθέντες οἱ βασιλεῖς οἱ παλαιοί, καταφρονοῦντες τῶν μύθων τούτων, ἀνέδην διὰ τὸ ἐξ ἀνθρώπων ἀκίνδυνον σφᾶς αὐτοὺς θεοὺς ἀνηγόρευον, ταύτῃ κἀκείνους διὰ τὴν δόξαν ἀπηθανατίσθαι διδάσκοντες·
000-00-00 Serial Number=0459575474
Stromata Ante [Go Back]  
 [00493]  ἀλλ' ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οὖς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν [1.12.56.3] παραβολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων.
 [02619]  οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ' οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ τὴν κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ [2.23.138.1] ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα.
 [02633]  εἰ δὲ καὶ ταῦθ' οὕτως ἔχει, ἀλλ' αἰσχρόν γε αὐτοῖς δοκείτω καὶ τῶν ἀλόγων ζῴων τὸν ὑπὸ θεοῦ δημιουργηθέντα ἄνθρωπον ἀκρατέστερον εἶναι, ἃ τὴν ἐπιμιξίαν οὐ ποιεῖται πρὸς πολλὰ καὶ ἀνέδην, ἀλλὰ πρὸς ἓν καὶ ὁμόφυλον, οἷαι αἱ πελιάδες καὶ αἱ φάσσαι καὶ τὸ τρυγόνων γένος καὶ ὅσα τούτοις [2.23.139.5] παραπλήσια.
 [02876]  ἀκόλουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι παραχρήσασθαι τῇ σαρκὶ δεῖ, καὶ δὴ κατακολουθήσαντες τῷ <τε> γενομένῳ τῷ τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀνέδην ἐκπορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες.
 [02889]  εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία καὶ δὴ συμμέτοχοι εἶεν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι, εἶεν δ' ἂν ἐν ταῖς μείζοσι παρ' αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι ἀνέδην εἰσδεχόμεναι τοὺς βουλομένους ἅπαντας.
 [02989]  ἢ τῶν ἐπιθυμιῶν τινὰς ἐκκλινοῦμεν καὶ οὐκέτι ἀδιαφόρως βιωτέον οὐδὲ ἀνέδην δουλευτέον τοῖς ἀτιμοτάτοις μέρεσιν ἡμῶν, γαστρὶ καὶ αἰδοίοις, δι' ἐπιθυμίαν κολακευόντων τὸν ἡμέτερον [3.5.41.6] νεκρόν.
 [03575]  [4.2.4.1] Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς ἄλλο συνεχὲς μετιόντα, καὶ ἕτερον μέν τι κατὰ τὸν εἱρμὸν τῶν λόγων μηνύοντα, [4.2.4.2] ἐνδεικνύμενα δὲ ἄλλο τι.
 [04921]  οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι [5.1.12.4] κατάγνυνται καὶ αὐταί.
 [05001]  ἐντεῦθεν αἱ προφητεῖαι οἵ τε χρησμοὶ λέγονται δι' αἰνιγμάτων καὶ αἱ τελεταὶ τοῖς ἐντυγχάνουσιν ἀνέδην οὐ δείκνυνται, ἀλλὰ μετά τινων καθαρμῶν καὶ προρρήσεων·
 [05324]  ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ' ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»