Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄρα [246]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄρα


000-00-00 Serial Number=0774305046
Eclogae propheticae Ante [Go Back]  
 [00036]  οὗτος ἄρα ἡ ἀρχή.
 [00060]  φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι πᾶσα σὰρξ χόρτος, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
000-00-00 Serial Number=0977053761
Fragmenta Ante [Go Back]  
 [00158]  Ἀκολούθως ἄρα τῇ ιδʹ, ὅτε καὶ ἔπαθεν, ἕωθεν αὐτὸν οἱ ἀρχιε ρεῖς καὶ οἱ γραμματεῖς τῷ Πιλάτῳ προσαγαγόντες οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἀκωλύτως ἑσπέρας τὸ πάσχα φάγωσι.
 [00175]  Ὁ ἄρα γινώσκων ἑαυτὸν τόπος ἐστὶ καὶ θρόνος τοῦ κυρίου.
 [00194]  εἰ ἀληθῶς ἄρα κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, κατοικεῖ δὲ ἐπὶ τῆς γῆς, σάρκα περιβαλλόμενος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῆ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένω τε καὶ ἀνιστάντι.
 [00310]  εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε (καὶ οὐδεὶς ἀντερεῖ λόγος), γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν θεὸν εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν.
000-00-00 Serial Number=0798922360
Paedagogus Ante [Go Back]  
 [00019]  Σπεύδων δὲ ἄρα τελειῶσαι σωτηρίῳ ἡμᾶς βαθμῷ, καταλλήλῳ εἰς παίδευσιν ἐνεργῆ τῇ καλῇ συγχρῆται οἰκονομίᾳ ὁ πάντα φιλάνθρωπος λόγος, προτρέπων ἄνωθεν, ἔπειτα παιδαγωγῶν, ἐπὶ πᾶσιν ἐκδιδάσκων.
 [00057]  Εἰκότως ἄρα φίλος ὁ ἄνθρωπος τῷ θεῷ, ἐπεὶ καὶ πλάσμα αὐτοῦ ἐστιν.
 [00063]  Ὁ ἄνθρω πος ἄρα ὃν πεποίηκεν ὁ θεός, δι' αὑτὸ αἱρετόν ἐστιν, τὸ δὲ δι' αὑτὸ αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳπερ ἂν ᾖ δι' αὑτὸ αἱρετόν, τούτῳ δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν.
 [00065]  φιλητὸς δὲ ὁ ἄνθρωπος ἀποδέδεικται, φιλεῖται ἄρα πρὸς τοῦ θεοῦ ὁ [1.3.8.2] ἄνθρωπος.
 [00069]  Σαφὲς δὲ ὡς ἄρα θάτερον εἶδος τῶν λόγων, τὸ διδασκαλικόν, ἰσχνόν τέ ἐστι καὶ πνευματικόν, ἀκριβολογίας ἐχόμενον, τὸ ἐποπτικόν, ὃ δὴ [1.3.9.1] ὑπερκείσθω τὰ νῦν.
 [00137]  Οὐκ ἄρα κατακέχρηται τῇ τῶν παιδίων προσηγορίᾳ ὡς ἀλογίστων ἡλικίᾳ, ᾗ τισιν ἔδοξεν, οὐδ' ἂν εἴπῃ ἢν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀμαθῶς [1.5.16.3] ἐκδεκτέον.
 [00197]  Καὶ ποῦ ἄρα ἦν ἡ θυρίς, δι' ἧς ὁ κύριος ἐδείκνυτο;
 [00202]  Οὐκ ἔπαθεν δέ, οὐ μόνον εἰκότως ἄρα ὁ Ἰσαὰκ τὰ πρωτεῖα τοῦ πάθους παραχωρῶν τῷ λόγῳ, ἀλλὰ καὶ τοῦ κυρίου τὴν θειότητα αἰνίττεται μὴ σφαγείς·
 [00256]  Μόνον δὲ ἄρα οἱ πρῶτον ἀρξάμενοι τῶν ὅρων τῆς ζωῆς ἤδη τέλειοι, ζῶμεν δὲ ἤδη οἱ θανάτου κεχωρισμένοι.
 [00266]  Οὐκ ἄρα θεμιτὸν ἡμῖν ἀτελὲς τὸ ὑπ' αὐτοῦ διδασκόμενον νοεῖν, τὸ δὲ μάθημα ἀίδιος σωτηρία ἀιδίου σωτῆρος, ᾧ ἡ χάρις εἰς τοὺς αἰῶνας, ἀμήν.
 [00294]  Φωτισμὸς ἄρα ἡ γνῶσίς ἐστιν, ὁ ἐξαφανίζων [1.6.29.5] τὴν ἄγνοιαν καὶ τὸ διορατικὸν ἐντιθείς.
 [00313]  Οὐκ ἄρα οἳ μὲν γνωστικοί, οἳ δὲ ψυχικοὶ ἐν αὐτῷ τῷ λόγῳ, ἀλλ' οἱ πάντες ἀποθέμενοι τὰς σαρκικὰς ἐπιθυμίας ἴσοι καὶ πνευματικοὶ παρὰ τῷ κυρίῳ.
 [00327]  Νήπιοι ἄρα εἰκότως οἱ παῖδες τοῦ θεοῦ οἱ τὸν μὲν παλαιὸν ἀποθέμενοι ἄνθρωπον καὶ τῆς κακίας ἐκδυσάμενοι τὸν χιτῶνα, ἐπενδυσά μενοι δὲ τὴν ἀφθαρσίαν τοῦ Χριστοῦ, ἵνα καινοὶ γενόμενοι, λαὸς ἅγιος, ἀναγεννηθέντες ἀμίαντον φυλάξωμεν τὸν ἄνθρωπον καὶ νήπιοι ὦμεν ὡς βρέφος τοῦ θεοῦ κεκαθαρμένον πορνείας καὶ πονηρίας.
 [00394]  [1.6.39.1] Εἰ δὲ ἄρα προσφιλονικεῖν ἐθέλοιέν τινες τὰ πρῶτα μαθήματα τὸ γάλα μηνύειν λέγοντες, ὡσανεὶ πρώτας τροφάς, τὸ δὲ βρῶμα τὰς πνευματικὰς ἐπιγνώσεις, σφᾶς αὐτοὺς ἀνάγοντες εἰς γνῶσιν, ἴστωσαν, ὡς ἄρα στερεὰν τροφὴν τὸ βρῶμα λέγοντες καὶ σάρκα καὶ αἷμα τοῦ Ἰησοῦ ὑποφέρονται τῇ σφῶν [1.6.39.2] αὐτῶν μεγαλαύχῳ σοφίᾳ ἐπὶ τὴν ἁπλότητα τὴν ἀληθῆ.
 [00487]  ∆ιὰ τοῦτο ἄρα μυστικῶς τὸ ἐν τῷ ἀποστόλῳ ἅγιον πνεῦμα τῇ τοῦ κυρίου ἀποχρώμενον φωνῇ [1.6.49.3] γάλα ὑμᾶς ἐπότισα λέγει.
 [00493]  Τὸ αὐτὸ ἄρα καὶ αἷμα καὶ γάλα τοῦ κυρίου πάθους καὶ [1.6.50.1] διδασκαλίας σύμβολον.
 [00534]  Ὅνπερ οὖν τρόπον ὁ κυβερνήτης οὐκ αἰεὶ τοῖς ἀνέμοις ὑπείκει, ἀντίπρῳρος δὲ ἔσθ' ὅτε ὅλαις ἀνθίσταται καταιγίσιν, οὕτως ὁ παιδαγωγὸς οὐχὶ τοῖς ἐν τῷ κόσμῳ τῷδε καταπνέουσιν ἀνέμοις ὑπείκει ποτὲ οὐδὲ ἐπιτρέπει αὐτοῖς τὸ παιδίον, ὥσπερ σκάφος, εἰς θηριώδη καὶ ἀσελγῆ προσρῆξαι δίαιταν, μόνῳ δὲ ἄρα τῷ ἀληθείας πνεύματι ἔπουρος ἀρθεὶς ἀντέχεται μάλα ἐρρωμένως τῶν οἰάκων τοῦ παιδός, τῶν ὤτων λέγω, ἕως ἂν ἀβλαβὲς καθορμίσῃ τὸ παιδίον εἰς τὸν λιμένα τῶν οὐρανῶν·
 [00599]  Οὐκ ἄρα[1.7.59.3] νεότης τοῦ λόγου ὀνειδιστέα, Ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ὁ κύριος λέγει·
 [00635]  Εἴ τι ἄρα μισεῖ ὁ λόγος, βούλεται αὐτὸ μὴ εἶναι·
 [00637]  οὐδὲν ἄρα μισεῖται ὑπὸ τοῦ θεοῦ, [1.8.62.4] ἀλλ' οὐδὲ ὑπὸ τοῦ λόγου·
 [00641]  Φιλάνθρωπος ἄρα ὁ θεός, φιλάνθρωπος ἄρα ὁ λόγος.
 [00642]  Ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν·
 [00643]  ἀγαθὸς δὲ ὁ θεὸς [1.8.63.2] ὁμολογεῖται, ὠφελεῖ ἄρα ὁ θεός.
 [00645]  πάντα ἄρα ὠφελεῖ ὁ θεός.
 [00649]  κήδεται ἄρα καὶ ἐπιμελεῖται τοῦ ἀνθρώπου ὁ θεός.
 [00655]  Κατὰ πάντα ἄρα τὰ μέρη, καθ' ἃ τὸ ἀγαθὸν ἐξετάζεται, καὶ ἡ δικαιοσύνη χαρακτηρίζεται, τῶν ἴσων ἐπ' ἴσης ἀμφοῖν μετεχόντων·
 [00657]  ἀγαθὸν ἄρα ἡ δικαιοσύνη.
 [00671]  Οὐκ ἄρα διὰ μῖσος ὁ κύριος τοῖς ἀνθρώποις λοιδορεῖται, οὓς καὶ ἐξὸν αὐτῷ ἀπολέσαι παρὰ τὰς ἰδίας αἰτίας, ὃ δὲ ὑπὲρ ἡμῶν καὶ πέπονθεν·
 [00693]  Ἀγαθὸς ἄρα ὁ θεός.
 [00711]  Σαφὲς γὰρ ἐνταῦθα ὡς ἄρα οἱ μὴ διεχθρεύοντες τῇ ἀληθείᾳ μηδὲ μισοῦντες τὸν λόγον οὐκ ἂν τὴν σφῶν αὐτῶν μισήσαιεν σωτηρίαν, ἐκφύγοιεν δ' ἂν τῆς ἔχθρας τὰ ἐπιτίμια.
 [00712]  [1.8.69.3] Στέφανος ἄρα σοφίας, ᾗ φησιν ἡ σοφία, φόβος κυρίου.
 [00754]  ἀναντίρρητον ἄρα μὴ οὐχὶ καὶ υἱὸν εἶναι τὸν κύριον τοῦ δημιουργοῦ.
 [00755]  Εἰ δὲ ὁ κτίστης πρὸς πάντων ὁμολογεῖται δίκαιος, υἱὸς δὲ τοῦ δημιουργοῦ ὁ κύριος, [1.8.73.2] υἱὸς ἄρα τοῦ δικαίου ὁ κύριος.
 [00760]  ὁ αὐτὸς ἄρα πατὴρ αὐτοῦ, ὁ ἓν ὤν, πολλαῖς μηνυόμενος δυνάμεσιν·
 [00783]  υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, πλὴν λάλησον αὐτοῖς, ἐὰν ἄρα ἀκούσωσιν.
 [00892]  [1.9.83.3] Εἰκότως ἄρα σωτῆρος μὲν οἱ νοσοῦντες δεόμεθα, οἱ πεπλανημένοι δὲ τοῦ καθηγησομένου καὶ οἱ τυφλοὶ τοῦ φωταγωγήσοντος καὶ οἱ διψῶντες τῆς πηγῆς τῆς ζωτικῆς, ἀφ' ἧς οἱ μεταλαβόντες οὐκέτι διψήσουσιν, καὶ οἱ νεκροὶ δὲ τῆς ζωῆς ἐνδεεῖς καὶ τοῦ ποιμένος τὰ πρόβατα καὶ οἱ παῖδες τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ πᾶσα ἡ ἀνθρωπότης Ἰησοῦ, ἵνα μὴ ἀνάγωγοι καὶ ἁμαρτωλοὶ εἰς τέλος τῆς καταδίκης ἐκπέσωμεν, διακριθῶμεν δὲ τῶν ἀχυρμιῶν καὶ εἰς τὴν πατρῴαν ἀποθήκην σωρευθῶμεν·
 [00975]  Τοῦτ' ἄρα ἦν ὃ προφητεύων εἴρηκεν ∆αβὶδ καθὼς ἠκούσαμεν, οὕτως [1.10.91.1] καὶ εἴδομεν.
 [01072]  Πλείστην ἄρα ὁμολογητέον χάριν [1.12.100.3] αὐτῷ.
 [01172]  [2.1.8.3] Ἐνταῦθα ὑπομνηστέον καὶ περὶ τῶν εἰδωλοθύτων καλουμένων, ὅπως ποτὲ ἄρα παραγγέλλεται ἀποσχέσθαι δεῖν τούτων.
 [01178]  Ἀδιάφορος ἄρα ἡ φυσικὴ χρῆσις τῆς τροφῆς·
 [01222]  [2.1.12.3] Ἀναγκαίως ἄρα πρὸς τοὺς ἀπηρυθριακότας καὶ τοῖς δείπνοις ἀφειδέστερον παραχρωμένους, τοὺς ἀκορέστους, οἷς μηδὲν ἱκανόν, ἀποταθεὶς ὁ ἀπόστολος, πάλιν ἐκ δευτέρου ἔρρηξεν φωνὴν ἀγανακτη τικήν·
 [01272]  Καὶ ἡμῖν δὲ ἄρα ἀδιάφορος ἡ χρῆσις.
 [01282]  μυρίων γὰρ ὅσων ἀφείλατο τὴν χρῆσιν ὁ παιδαγωγὸς αὐτοὺς διὰ Μωσέως, αἰτίας προσάπτων, κεκρυμμένας μὲν τὰς πνευματικάς, ἐμφανεῖς δὲ τὰς σαρκικάς, αἷς καὶ πεπιστεύκασι, τοῖς μὲν ὅτι οὐκ ἔστι δίχηλα, τοῖς δὲ ὅτι τὴν τροφὴν οὐ μηρυκᾶται, τὰ δ' ὅτι ἄρα οὐκ ἔχει μόνα τῶν ἐνύδρων λεπίδας, ὡς ὀλίγα παντελῶς [2.1.17.2] ἀπολείπεσθαι πρὸς τὴν τροφὴν αὐτοῖς ἐπιτήδεια.
 [01357]  Καλόν, ὦ φίλοι, καλὸν καταμαθόντας ὅτι μάλιστα πόρρωθεν τὴν εἰκόνα ταύτην τὴν γελοίαν ἅμα καὶ ἐλεεινὴν σφᾶς αὐτοὺς πρὸς τὸ ἄμεινον σχηματίζειν, ὀρρωδοῦντας μὴ ἄρα πῃ καὶ ἡμεῖς [2.2.26.3] παραπλήσιον θέαμα ἄλλοις καὶ γέλως γενώμηθα.
 [01358]  Ἀστείως ἄρα εἴρηται·
 [01359]  Ὡς ἄρα κάμινος μὲν δοκιμάζει στόμωμα ἐν βαφῇ, οἶνος δὲ καρδίαν ὑπερηφάνων ἐν μέθῃ.
 [01391]  Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα ἀκόλαστον οἶνος φησὶν καὶ [2.2.29.2] ὑβριστικὸν μέθη.
 [01446]  [2.2.33.5] Ἀεὶ δὲ ὡς παρόντος τοῦ κυρίου κοσμίως ἀναστρεπτέον ἡμῖν, μή πῃ ἄρα καὶ ἡμῖν ὡς Κορινθίοις ὁ ἀπόστολος χαλεπήνας εἴπῃ·
 [01485]  Ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν.
 [01497]  [2.3.39.1] Χρὴ δὲ προειληφέναι τοὺς ἐπὶ σωτηρίαν σπεύδοντας ὡς ἄρα χρήσεως μὲν ἕνεκεν ἡ πᾶσα ἡμῖν κτῆσις, αὐταρκείας δὲ χάριν ἡ χρῆσις, ἣν καὶ ἐξ ὀλίγων ἄν τις περιποιήσαιτο.
 [01530]  ἐνὶ δὲ ἄρα ὀργάνῳ, τῷ λόγῳ μόνῳ τῷ εἰρηνικῷ, ἡμεῖς κεχρήμεθα, ᾧ γεραίρομεν τὸν θεόν, οὐκέτι τῷ ψαλτηρίῳ τῷ παλαιῷ καὶ τῇ σάλπιγγι καὶ τυμπάνῳ καὶ αὐλῷ, οἷς ἔθος ἦν τοὺς ἐν πολέμῳ ἀσκητὰς καὶ τοῦ θείου καταπεφρονηκότας φόβου ἀνὰ τὰς πανηγύρεις χορδαῖς συγχρῆσθαι, ὡς δὴ τὸ ἔκλυτον αὐτῶν τοῦ φρονήματος διὰ τῶν τοιούτων ἐπανίστασθαι ῥυθμῶν.
 [01582]  Οὔτε γὰρ ἀεὶ γελαστέον ἄμετρον γάρ οὔτε πρεσβυτέρων ἤ τινων ἑτέρων ἐντροπῆς ἀξίων παρόντων, εἰ μὴ ἄρα τι αὐτοὶ εἰς τὸ διαχέαι ἡμᾶς χαριεντίσαιντο, οὔτε μὴν πρὸς τοὺς τυχόντας γελαστέον οὐδ' ἐν παντὶ τόπῳ οὐδὲ μὴν πᾶσιν οὐδὲ ἐπὶ πᾶσιν.
 [01616]  ∆ιειλήφαμεν δὲ βαθυτέρω λόγῳ ὡς ἄρα οὔτε ἐν τοῖς ὀνόμασιν οὐδὲ μὴν ἐν τοῖς συνουσιαστικοῖς μορίοις καὶ τῇ κατὰ γάμον συμπλοκῇ, καθ' ὧν κεῖται τὰ ὀνόματα τὰ περὶ τὴν συνήθειαν οὐ τετριμμένα, ἡ τοῦ ὄντως αἰσχροῦ προσηγορία τάττεται·
 [01624]  δίκην ἄρα ὑφέξει ἡ γλωσσαργία·
 [01692]  Ἀπέστω δὲ καὶ ἡ φιλονεικία κενῆς νίκης ἕνεκεν λόγων, ἐπεὶ τέλος ἡμῖν ἡ ἀταραξία, καὶ τοῦτο ἄρα ἐστὶν τὸ εἰρήνη σοι·
 [01743]  Τοῦτο ἄρα ἦν ὃ προεφήτευον οἱ μυριζόμενοι πόδες, τὴν Ἰούδα προδοσίαν [2.8.63.2] εἰς πάθος ὁδεύοντος κυρίου.
 [01760]  οὐδὲ ἄνθρωπος ἄρα, ἐπήγαγεν [2.8.64.2] καὶ συνήγαγεν.
 [01881]  Εἰ δὲ καὶ λέγοιέν τινες, τίς οὖν ἔτι χάρις ἀνθῶν τοῖς μὴ χρωμένοις αὐτοῖς, ἴστων ὡς ἄρα καὶ τὰ μύρα ἐξ αὐτῶν σκευάζεται καὶ ἔστι πολυωφελῆ·
 [01889]  Εἰ δὲ καὶ ἄρα τι συγχωρητέον, ἀπόχρη τῆς ὀδμῆς ἀπολαύειν αὐτοῖς τῶν ἀνθῶν, μὴ καταστεφέτωσαν δέ·
 [01902]  [2.9.78.1] Οὐ σπουδαστέον ἄρα περὶ αὐτά.
 [01905]  Πάλιν τε αὖ κενοδοξίας ἐστὶ κυνικῆς καθάπερ τὸν ∆ιομήδη ἐπιτηδεύειν εὕδειν, ὑπὸ δ' ἔστρωται ῥινὸν βοὸς ἀγραύλοιο, [2.9.78.2] πλὴν εἰ μὴ ἄρα ἡ περίστασις ἀναγκάζοι.
 [01926]  Ἐγρήγορεν ἄρα πρὸς τὸν θεὸν ὁ πεφωτισμένος, ὁ δὲ τοιοῦτος ζῇ·
 [01965]  ταύτῃ ἄρα τὴν κώλυσιν τῆς ἐδωδῆς τοῦ λαγὼ παιδεραστίας ἐμφαίνειν ἀποτροπήν·
 [01984]  μόνην δὲ ἄρα κοιλότητα ἔχει πολλήν, ᾗ τὴν λαγνείαν ὑποδέχεται τὴν κενήν, ὅταν ἀποστραφῶσι περὶ τὴν ἀποκύησιν ἀσχολούμενοι τῆς [2.10.86.1] ἀποτέξεως οἱ πόροι.
 [01994]  Μόνον δὲ ἄρα ἐπὶ τῶν ὑαινῶν ἡ ποικίλη φύσις ταῖς ὀχείαις ταῖς περιτταῖς μόριόν τι τοῦτο ἐπινενόηκεν περιττόν.
 [02065]  Τοσοῦτον ἄρα ὁ ἄνθρωπος κενοῦται τῷ σπέρματι, ὅσος ὁρᾶται τῷ σώματι·
 [02127]  [2.10.101.1] Οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ [2.10.101.2] ποιητέον.
 [02326]  Καλὸς ἄρα ἄνθρωπος ὁ δίκαιος καὶ σώφρων [2.12.121.5] καὶ συλλήβδην ὁ ἀγαθός, οὐχ ὁ πλούσιος.
 [02353]  [2.12.124.3] Ἐγὼ μὲν ἔκαμον καὶ ἄχθομαι λέγων τὸ πλῆθος τῶν κοσμίων, τὰς δὲ καὶ θαυμάζειν ἔπεισί μοι, ὡς ἄρα οὐκ ἀποκναίονται τοσοῦτον ἄχθος βαστάζουσαι.
 [02396]  [3.1.1.1] Ἦν ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν·
 [02414]  Ὀρθῶς ἄρα εἶπεν Ἡράκλειτος·
 [02437]  Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι·
 [02551]  Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρας ζηλοῦν τὴν νόσον.
 [02654]  κάμνων δὲ ἄρα λιμῷ αἰτεῖ τὸν ἵππον τροφάς, ὃ δὲ ὑπέχει τὰς φλέβας, καὶ ὃ κέκτηται μόνον, τῷ κυρίῳ τὸ αἷμα χορηγεῖ, καὶ τῷ νομάδι ὁ ἵππος ὄχημα γίνεται καὶ τροφή.
 [02659]  Αἳ δὲ ἄρα ἡμερώτεραι τῶν βαρβάρων οὐ μνησικακοῦσιν ἀδικούμεναι, ἀλλὰ καὶ τὴν ἔρημον διεκθέουσιν τεθαρρηκότως [3.3.25.2] δεσπότας ὁμοῦ καὶ φέρουσαι καὶ τρέφουσαι.
 [02711]  [3.5.31.3] Ἔχει δὲ ἄρα ὁ ῥύπος τῆς περιουσίας βλασφημίας περιβολὴν πολλήν.
 [02730]  Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλόκαλον εἰς φιλαυτίαν καὶ ἀπειροκαλίαν, μή πῃ ἄρα καὶ πρὸς ἡμᾶς φήσῃ τις·
 [02738]  ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος καὶ ὑπερήφανος, καθάπερ ὁ ἐν τῇ πορφύρᾳ καὶ βύσσῳ τρυφῶν καὶ τὸν Λάζαρον ὑπερηφανῶν, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς [3.6.35.1] ζῇ καὶ οὐ ζήσεται.
 [02753]  ἐν ψυχῇ ἄρα τὸ πλούσιον.
 [02756]  μόνοις ἄρα τοῖς Χριστιανοῖς κτητὰ τὰ ἀγαθά.
 [02758]  [3.6.36.2] πλούσιοι ἄρα οὗτοι μόνοι.
 [02781]  Ἡμῖν ἄρα ἀνάγκη πρὸς ἀλήθειαν ὁδοιποροῦσιν εὐζώνοις γενέσθαι·
 [02790]  ὁμολογεῖ γὰρ ἡ γραφή, ὡς ἄρα λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, τουτέστιν, [3.7.39.3] ἐὰν πλουτῇ, μεταδόσει σωθήσεται.
 [02796]  Οὐκ ἄρα ποτὲ ὁ ἀγαθὸς ἀνὴρ ἄπορος, ἕως ἂν ἔχῃ σῴαν τὴν πρὸς θεὸν ὁμολογίαν·
 [02919]  Ὁ δὲ καὶ ἐν τούτῳ ἄρα ζηλωτὴς Μωυσέως, ὁ πάντα ἄριστος Πλάτων, ὑφὴν ἐκείνην ἀποδέχεται, ᾗ μὴ πλέον ἔργον πρόσεστι γυναικὸς σώφρονος·
 [02922]  Εἰρηνικοῖς ἄρα ἀνθρώποις καὶ φωτεινοῖς κατάλληλον τὸ λευκόν.
 [02951]  Εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ' ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ κόσμος [3.11.58.3] κατὰ τὴν γραφὴν χρυσοῦς φρονίμῳ παιδεία.
 [03121]  καὶ τὸν περὶ θεοῦ λόγον σεβασάμενοι καταλελοίπασιν ἔνδον οὗ ἤκουσαν, ἔξωθεν δὲ ἄρα μετὰ τῶν ἀθέων ἀλύουσι, κρουμάτων καὶ τερετισμάτων ἐρωτικῶν αὐλῳδίας τε καὶ κρότου καὶ μέθης καὶ παντὸς ἀναπιμπλάμενοι συρφετοῦ·
 [03158]  Φεῦ φεῦ, γυναῖκες, (φησίν) ὡς ἐν ἀνθρώποις ἄρα οὐ χρυσός, οὐ τυραννίς, οὐ πλούτου χλιδὴ τοσοῦτον εἶχε διαφόρους τὰς ἡδονὰς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ γυναικὸς εὐσεβοῦς γνώμη δικαία καὶ φρονοῦσα τἄνδικα.
 [03254]  Καὶ τοὺς μὲν ἐλεήμονας μακαρίζει, ὅτι αὐτοὶ ἐλεηθήσονται, ὀργὴν δὲ ἡ σοφία ταλανίζει, ὅτι ἄρα [3.12.92.3] ἀπολέσει καὶ φρονίμους.
000-00-00 Serial Number=0480472326
Protrepticus Ante [Go Back]  
 [00009]  Ἦιδον δὲ ἄρα οὐ τῷ δράκοντι τῷ νεκρῷ, τῷ Πυθικῷ, ἀλλὰ τῷ θεῷ τῷ πανσόφῳ αὐτόνομον ᾠδήν, τῶν Εὐνόμου βελτίονα νόμων.
 [00019]  Κιθαιρὼν δὲ ἄρα καὶ Ἑλικὼν καὶ τὰ Ὀδρυσῶν ὄρη καὶ Θρᾳκῶν τελεστήρια, τῆς πλάνης τὰ μυστήρια, τεθείασται καὶ [1.2.2] καθύμνηται.
 [00039]  Καὶ πάντα ἄρα ταῦτα ἀγριώτατα θηρία καὶ τοὺς τοιούτους λίθους ἡ οὐράνιος ᾠδὴ αὐτὴ μετεμόρφωσεν εἰς ἀνθρώπους ἡμέρους.
 [00092]  καὶ αὐτὸς ἤδη σοὶ ἐναργῶς ὁ λόγος λαλεῖ, δυσωπῶν τὴν ἀπιστίαν, ναί φημι, ὁ λόγος ὁ τοῦ θεοῦ ἄνθρωπος γενόμενος, ἵνα δὴ καὶ σὺ παρὰ ἀνθρώπου μάθῃς, πῇ ποτε ἄρα ἄνθρωπος γένηται θεός.
 [00154]  Τεθρυλήκασιν δὲ ὡς ἄρα ἀποσπάσας ὁ Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς ∆ηοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών.
 [00239]  [2.25.1] Ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον.
 [00300]  χερσὶ δ' ἄρα Κρονίων ῥίψας δι' ἀμφοῖν ἀμπνοὰς στέρνων [καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον.
 [00338]  ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ' ἀθανάτοιο·
 [00359]  Μυστήρια ἦσαν ἄρα, ὡς ἔοικεν, οἱ ἀγῶνες ἐπὶ νεκροῖς διαθλούμενοι, ὥσπερ καὶ τὰ λόγια, καὶ [2.34.2] δεδήμευνται ἄμφω.
 [00372]  [2.35.1] Εἰκότως ἄρα οἱ τοιοίδε ὑμῶν θεοὶ δοῦλοι παθῶν γεγονότες, ἀλλὰ καὶ πρὸ τῶν Εἱλώτων καλουμένων τῶν παρὰ Λακεδαιμονίοις δούλειον ὑπεισῆλθεν ζυγὸν Ἀπόλλων Ἀδμήτῳ ἐν Φεραῖς, Ἡρακλῆς ἐν Σάρδεσιν Ὀμφάλῃ, Λαομέδοντι δ' ἐθήτευε Ποσειδῶν καὶ Ἀπόλλων, καθάπερ ἀχρεῖος οἰκέτης, μηδὲ ἐλευθερίας δήπουθεν δυνηθεὶς τυχεῖν παρὰ τοῦ προτέρου δεσπότου·
 [00392]  Ἠγνόει γὰρ ὁ θεὸς ὡς ἄρα Λυκάων ὁ Ἀρκὰς ὁ ἑστιάτωρ αὐτοῦ τὸν παῖδα κατασφάξας τὸν αὑτοῦ (Νύκτιμος ὄνομα αὐτῷ) παραθείη ὄψον τῷ ∆ιί.
 [00455]  [2.41.3] Εἰ δ' ἄρα καὶ εἰσὶ φύλακες οὗτοι, οὐκ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς περιπαθεῖς, τῆς δὲ ὑμεδαπῆς ἀπωλείας ἐχόμενοι, κολάκων δίκην ἐγχρίμπτονται τῷ βίῳ, δελεαζόμενοι καπνῷ.
 [00497]  Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαι μονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή·
 [00512]  ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς ὄντως πεπιστευκότες περιέρχεσθε·
 [00685]  ὑμεῖς δὲ ἄρα καὶ πιθήκων χείρους γενήσεσθε λιθίνοις καὶ ξυλίνοις καὶ χρυσέοις καὶ ἐλεφαντίνοις ἀγαλματίοις καὶ [4.58.2] γραφαῖς προσανέχοντες.
 [00732]  Μόνη ἄρα, ὡς ἔοικεν, καταφυγὴ τῷ μέλλοντι ἐπὶ τὰς σωτηρίους ἀφικνεῖσθαι θύρας ὑπολείπεται σοφία θεϊκή·
 [00815]  Πόθεν ἄρα ὁ τοῦ Γρύλλου σοφίζεται ἢ δηλαδὴ [6.71.4] παρὰ τῆς προφήτιδος τῆς Ἑβραίων θεσπιζούσης ὧδέ πως;
 [00995]  [9.85.1] Εἰκότως ἄρα πιστεύσασι μὲν καὶ ὑπακούουσιν ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν, ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν Ἰωάννης, τούτοις δὴ [9.85.2] προσώχθισεν ὁ θεὸς καὶ ἀπειλεῖ·
 [01038]  [10.90.1] Ἕπεται τοιγαροῦν ὑμῖν κατὰ τὸν Σοφοκλέα τὰ ἐπίχειρα τῆς ἐκλογῆς, νοῦς φροῦδος, ὦτα ἀχρεῖα, φροντίδες κεναί, καὶ οὐκ ἴστε ὡς παντὸς μᾶλλον τοῦτο ἀληθές, ὅτι ἄρα οἱ μὲν ἀγαθοὶ καὶ θεοσεβεῖς ἀγαθῆς τῆς ἀμοιβῆς τεύξονται τἀγαθὸν τετιμηκότες, οἱ δὲ ἐκ τῶν ἐναντίων πονηροὶ τῆς καταλλήλου τιμωρίας, καὶ τῷ γε ἄρχοντι τῆς κακίας ἐπήρτη [10.90.2] ται κόλασις.
 [01104]  Μόνον δ' ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ [δὴ] τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴ βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ' ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες.
 [01160]  ψευδεῖς ὄνειροι χαίρετ', οὐδὲν ἦτ' ἄρα;
 [01173]  [10.103.1] Εἰ δὴ οὖν τούτων οὐδὲ ἓν θεὸς εἶναι νομίζεται οὐδὲ μὴν ἐκείνων τῶν χειροκμήτων καὶ ἀναισθήτων πλασμάτων, πρόνοια δέ τις περὶ ἡμᾶς καταφαίνεται δυνάμεως θεϊκῆς, λείπεται οὐδὲν ἄλλο ἢ τοῦτο ὁμολογεῖν, ὅτι ἄρα ὄντως μόνος ἔστι τε καὶ ὑφέστηκεν ὁ μόνος ὄντως ὑπάρχων θεός.
 [01272]  καθολικὴ δὲ ἄρα προτροπὴ μόνη καὶ πρὸς ὅλον δηλαδὴ τὸν βίον, ἐν παντὶ καιρῷ, ἐν πάσῃ περιστάσει πρὸς τὸ κυριώτατον τέλος, τὴν ζωήν, συντείνουσα ἡ θεοσέβεια·
 [01314]  Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς εἰρηνικοὺς στρατιώτας τοὺς ἑαυτοῦ;
000-00-00 Serial Number=0681855142
Quis dives salvetur Ante [Go Back]  
 [00092]  οὐκ ἄρα πω τέλειος ἦν·
 [00132]  [14.1] Οὐκ ἄρα ἀπορριπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα·
 [00189]  [19.1] Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος·
000-00-00 Serial Number=0277108550
Stromata Ante [Go Back]  
 [00007]  ἀλλ' ἄρα Θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρὸς δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν;
 [00046]  σκοπεῖσθαι οὖν ἀκόλουθον ἄρα τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ, εἰ μὴ θρασέως καί τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τό τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας [1.1.6.2] τε αὖ διαβολὴν διαπέφευγεν ὁ δι' ὑπομνημάτων λαλῶν·
 [00067]  καὶ τοῦτ' ἦν ἄρα τὸ προφητικὸν ἐκεῖνο·
 [00128]  ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἑκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὔ τί που φθονῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μή πῃ ἑτέρως σφαλεῖεν καὶ παιδὶ μάχαιραν, ᾗ [1.1.14.4] φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὑρεθῶμεν.
 [00147]  καὶ πρᾶξιν ἄρα καὶ αἵρεσιν ἀποδεκτέον οὐ τὴν ἀμεμφῆ, [1.1.17.3] ἀλλ' ἣν οὐδεὶς εὐλόγως καταμέμψεται.
 [00224]  ἐνθέως οὖν ἄρα εἴρηται·
 [00360]  [1.8.41.6] οὔποτε ἄρα ὀρεκτέον τοῖς πολλοῖς ἀρέσκειν.
 [00498]  ξύμπαντες οὖν Ἕλληνές τε καὶ βάρβαροι, ὅσοι τἀληθοῦς ὠρέχθησαν, οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ [1.13.57.3] ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἀναδειχθεῖεν.
 [00555]  ἐκ δ' ἄρα τῶν ἀπέκλινε λαοξόος, ἐννομολέσχης.
 [00806]  ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν ἄν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος·
 [00819]  ᾔδει γάρ, οἶμαι, ὡς ἄρα ἤδη πολυμαθίη νόον ἔχειν οὐ [1.19.93.3] διδάσκει καθ' Ἡράκλειτον.
 [00918]  [1.21.105.1] Προτερεῖν ἄρα Μωυσῆς ἀποδείκνυται τῆς μὲν ∆ιονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς [1.21.105.2] Χρονικοῖς.
 [00925]  Ζηνὶ δ' ἄρα Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ' ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα·
 [00926]  Καδμείη δ' ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱόν, μιχθεῖσ' ἐν φιλότητι, ∆ιώνυσον πολυγηθῆ.
 [00934]  εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει·
 [00939]  καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.
 [01320]  [1.24.163.2] τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου [1.24.163.3] βωμός ἐστι, πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον [1.24.163.4] αὐτοῖς τῆς ὁδοῦ.
 [01379]  ἀλλ' ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς τε καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δ' ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ [1.27.171.3] ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην·
 [01414]  [1.28.177.2] εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ·
 [01420]  εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ [1.28.179.2] Χριστοῦ.
 [01435]  [1.29.181.1] θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ [1.29.181.1] ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν.
 [01437]  λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή, κατὰ τὴν γραφήν, νόμος δὲ φῶς ὁδοῦ·
 [01454]  διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ [2.1.2.3] μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους.
 [01570]  ἐπειδὴ δὲ ὁρῶμεν <ὅτι> ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον [2.4.16.2] μαθεῖν·
 [03308]  ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν.
 [03736]  αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι.
 [04148]  συνεργοὶ ἄρα αὗται κολάσεως, ἧς τίς ἂν ἄλλη μείζων ἀπέμφασις γένοιτο;
 [04801]  ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ ἀπιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ ἀπιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοί·
 [04828]  [5.1.5.1] Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται·
 [04835]  ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερὰ ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσης), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσιν οἱ ἀστέρες ἢ περιττοί), ἀλλ' οὐδὲ τὰ ἀντι στρέφοντα (ἀντιστρέφει δὲ ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπ' ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς ἢ οὐ ζῷον)·
 [04876]  μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, [5.1.8.4] ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ.
 [04877]  εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων [5.1.8.5] ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο.
 [04916]  [5.1.12.1] Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἂν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτήριόν ἐστι.
 [04925]  καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ·
 [04941]  εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ' ἢ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ ἐγώ φησιν εἰμὶ ἡ ἀλήθεια νῷ ἄρα θεωρητὸς ὁ λόγος.
 [05063]  διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου.
 [05110]  τό τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο, ᾐνίττετο δ' ἄρα, ὡς ἡ τῶν στοιχείων φύσις περιέχει, τὴν ἀποκάλυψιν τοῦ θεοῦ·
 [05209]  σημαίνει δ' ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἷον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν.
 [05215]  [5.8.46.1] Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος εἰς πολλά, καὶ πρὸς τὴν ὀρθὴν θεολογίαν συνεργοῦν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας [5.8.46.2] ἔνδειξιν·
 [05334]  [5.9.58.1] Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ' αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν.
 [05348]  [5.10.60.1] Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ στηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ [5.10.60.2] καὶ προφήταις.
 [05421]  [5.11.67.3] τοῦτο ἄρα βούλεται καὶ τῷ Πυθαγόρᾳ ἡ τῆς πενταετίας σιωπή, ἣν τοῖς γνωρίμοις παρεγγυᾷ, ὡς δὴ ἀποστραφέντες τῶν αἰσθητῶν ψιλῷ τῷ νῷ τὸ θεῖον ἐποπτεύοιεν.
 [05430]  [5.11.69.1] καλῶς ἄρα Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τίνας οὖν καλῶ πεπαιδευμένους;
 [05449]  [5.11.70.7] οὐκ ἀπεικότως ἄρα καὶ τῶν μυστηρίων τῶν παρ' Ἕλλησιν ἄρχει [5.11.71.1] μὲν τὰ καθάρσια, καθάπερ καὶ τοῖς βαρβάροις τὸ λουτρόν.
 [05495]  διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον φησὶ καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι πνοὴν καὶ ζωὴν καὶ [5.11.76.1] τὰ πάντα.
 [05584]  πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται.
 [05588]  μακάριοι ἄρα πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.
 [05678]  εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν [5.14.94.4] ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον.
 [06007]  ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοτε ἄλλοι·
 [06029]  [5.14.129.6] εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.
 [06059]  [5.14.133.7] Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ' ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς [5.14.133.8] αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι.
 [06116]  [5.14.140.5] ὄλβιος, ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ' ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06577]  γέγονεν ἄρα τις καθολικὴ κίνησις καὶ μετάθεσις κατὰ τὴν οἰκονομίαν τοῦ [6.6.47.2] σωτῆρος.
 [06608]  εἰκότως ἄρα βοῦν φησι καὶ ἄρκτον ἐπὶ τὸ αὐτὸ ἔσεσθαι ἡ γραφή·
 [06620]  εὐκαίρως ἄρα εὐηγγελίσθησαν οἱ ἐν θλίψει ὄντες.
 [06691]  Ἐντεῦθεν δὲ ἄρα γνῶσιν εἴτε σοφίαν συνασκηθῆναι χρὴ εἰς ἕξιν θεωρίας ἀίδιον καὶ ἀναλλοίωτον·
 [06694]  ὡσαύτως ἄρα [6.8.62.3] καὶ τοῖς ἐξ Ἑλλήνων ἐπιστρέφουσι Κολοσσαεῦσι·
 [06720]  ἦν ἄρα εἴδησίς τις ἀμαυρὰ τοῦ θεοῦ καὶ παρὰ τοῖς ἔθνεσι.
 [06735]  εἰ δὲ ὡς ἄγγελος φωτὸς προφητεύει, ἀληθῆ ἄρα ἐρεῖ.
 [06768]  οὐδὲ ἄρα φιλεῖ τινα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ' ἀγαπᾷ τὸν κτίστην διὰ τῶν [6.9.72.1] κτισμάτων).
 [06779]  εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ' ἄρα ζηλώσει [6.9.73.6] ἐξομοιωθῆναι τοῖς καλοῖς <τὸ> εἶναι δι' ἀγάπης ἔχων τοῦ κάλλους.
 [06781]  ἐξαιρετέον ἄρα τὸν γνωστικὸν ἡμῖν καὶ τέλειον ἀπὸ παντὸς ψυχικοῦ πάθους·
 [06826]  ἀπὸ ἀκοῆς ἄρα πονηρᾶς οὐ φοβηθήσεται.
 [06842]  εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἕλλησιν·
 [06882]  [6.11.89.4] Ἁπτέον ἄρα μουσικῆς εἰς κατακόσμησιν ἤθους καὶ καταστολήν.
 [06959]  τελειότατον ἄρα ἀγαθὸν ἡ γνῶσις, δι' αὑτὴν οὖσα αἱρετή, [6.12.99.2] κατ' ἐπακολούθημα δὲ καὶ τὰ διὰ ταύτης ἀκολουθοῦντα καλά.
 [06968]  τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ' οὖν παῖδας μήτ' αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ [6.12.100.3] δικαιοσύνης προτιμῶν.
 [06972]  τοῦτ' ἦν ἄρα ὁ τῆς Σάρρας γένεσιν παιδὸς εὐαγγελισθείσης γέλως, οὐκ ἀπιστησάσης, οἶμαι, τῷ ἀγγέλῳ, καταιδεσθείσης δὲ ἐκείνην αὖθις τὴν ὁμιλίαν, δι' [6.12.101.2] ἧς ἔμελλεν παιδὸς γενήσεσθαι μήτηρ.
 [07023]  κἂν παύσωνται ἄρα που αἱ τιμωρίαι κατὰ τὴν ἀποπλήρωσιν τῆς ἐκτίσεως καὶ τῆς ἑκάστου ἀποκαθάρσεως, μεγίστην ἔχουσι παραμένουσαν λύπην οἱ τῆς ἄλλης ἄξιοι εὑρεθέντες αὐλῆς τὴν ἐπὶ τῷ μὴ συνεῖναι τοῖς διὰ δικαιοσύνην δοξασθεῖσιν.
 [07056]  ἀναλόγως ἄρα καὶ <αἱ> μοναὶ ποικίλαι κατ' ἀξίαν τῶν πιστευσάντων.
 [07066]  [6.15.115.1] Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων [6.15.115.2] ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας·
 [07079]  γνωστικοῦ ἄρα καὶ τὸ εἰδέναι χρῆσθαι τῷ λόγῳ καὶ ὁπότε καὶ ὅπως καὶ πρὸς οὕστινας.
 [07115]  ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ [6.15.121.3] βασιλείαν.
 [07117]  εἰ ἄρα ἀγάπη τῆς γνώσεως ἄφθαρτον ποιεῖ καὶ ἐγγὺς θεοῦ βασιλέως τὸν βασιλικὸν [6.15.121.4] ἀνάγει, ζητεῖν ἄρα δεῖ τὴν γνῶσιν εἰς εὕρεσιν.
 [07122]  τεκμήριον ἄρα τοῦ παρ' ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ·
 [07142]  εἰ δὲ πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, καὶ ἡ προφητεία ἄρα καὶ ὁ νόμος δι' αὐτοῦ τε ἐγένετο καὶ ἐν παραβολαῖς ἐλαλήθησαν δι' αὐτοῦ·
 [07159]  εἰκότως ἄρα κηρύσσουσα ἡ προφητεία τὸν κύριον, ὡς μὴ παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις λέγουσα βλασφημεῖν τισι δοκοίη, ἐσχημάτισε τὰ σημαινόμενα φωναῖς ταῖς καὶ ἐπὶ [6.15.127.5] ἑτέρας ἐννοίας ἄγειν δυναμέναις.
 [07179]  ἐδήλου δ' ἄρα τὴν μὲν γραφὴν πρόδηλον εἶναι πᾶσι κατὰ τὴν ψιλὴν ἀνάγνωσιν ἐκλαμβανομένην, καὶ ταύτην εἶναι τὴν πίστιν στοιχείων τάξιν ἔχουσαν, διὸ καὶ ἡ πρὸς τὸ γράμμα ἀνάγνωσις ἀλληγορεῖται·
 [07186]  εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ' ἀγγέλων, [6.15.132.3] τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον.
 [07213]  διὰ τοῦ σωματικοῦ ἄρα πνεύματος αἰσθάνεται ὁ ἄνθρωπος, ἐπιθυμεῖ, ἥδεται, ὀργίζεται, τρέφεται, αὔξεται·
 [07244]  [6.16.140.1] Εἰκότως ἄρα τὸν ἑπτὰ ἀριθμὸν ἀμήτορα καὶ ἄγονον λογίζονται, τὸ σάββατον ἑρμηνεύοντες καὶ τὸ τῆς ἀναπαύσεως εἶδος ἀλληγοροῦντες, καθ' ἣν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται ἔτι·
 [07263]  διὰ τοῦτο ἄρα προεφητεύθη πρῶτα, ἐξ ὧν τὰ δεύτερα, πάντων ὁμοῦ ἐκ μιᾶς οὐσίας μιᾷ δυνάμει γενομένων·
 [07334]  ὁ μιμούμενος ἄρα τὴν δόκησιν δολοῖ καὶ τὴν πρόληψιν.
 [07373]  [6.17.156.1] ∆ιαφορωτέρας ἄρα αἰσθήσεως φιλοσοφία μεταλαβοῦσα, ὡς ἐκ [6.17.156.2] τῶν προειρημένων δεδήλωται, φρονήσεως μετέχει.
 [07435]  φιλοσοφητέον ἄρα.
 [07499]  [7.1.4.1] Ταύτῃ ἄρα φιλόθεος τε τὸ πρῶτον.
 [07573]  [7.3.14.3] τοῦτ' ἦν ἄρα ὃ ᾐνίσσετο καὶ ὁ νόμος τὸν ἁμαρτωλὸν ἀναιρεῖσθαι κελεύων, τὸ μετατίθεσθαι ἐκ θανάτου εἰς ζωήν, τὴν ἐκ πίστεως [7.3.14.4] ἀπάθειαν.
 [07577]  εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν, κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων, μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ [7.3.15.1] φθάνει.
 [07582]  [7.3.16.1] Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος, ἔπειτα τῶν πλησίον, ἵν' ὡς ἄριστοι γενώμεθα·
 [07603]  μαθεῖν ἄρα δεῖ πιστὸν εἶναι καὶ ἑαυτῷ καὶ τοῖς πέλας καὶ ταῖς ἐντολαῖς ὑπήκοον.
 [07621]  [7.3.21.1] Τὸ ἄρα ἀνθρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι [7.3.21.2] ποικίλην δι' ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία.
 [07681]  [7.4.27.5] Καλῶς ἄρα καὶ Ἐπίχαρμός φησι·
 [07782]  οὗτος ἄρα ὄντως ὁ βασιλικὸς ἄνθρωπος, οὗτος ἱερεὺς ὅσιος τοῦ θεοῦ, ὅπερ ἔτι καὶ νῦν παρὰ τοῖς λογιωτάτοις τῶν βαρβάρων σῴζεται τὸ ἱερατικὸν γένος εἰς [7.7.36.3] βασιλείαν προσαγόντων.
 [07812]  κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν·
 [07837]  θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἐλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοῦς γνώμης τε καὶ γνώσεως.
 [07871]  τῷ ἄρα ἀναπόβλητον τὴν ἀρετὴν ἀσκήσει γνωστικῇ πεποιημένῳ φυσιοῦται ἡ ἕξις, καὶ καθάπερ τῷ λίθῳ τὸ βάρος, οὕτως τῷδε ἡ ἐπιστήμη ἀναπόβλητος οὐκ ἀκουσίως, ἀλλ' ἑκουσίως, δυνάμει λογικῇ καὶ γνωστικῇ καὶ προνοητικῇ, καθίσταται.
 [07874]  μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ.
 [07877]  μόνος ἄρα ὁ γνωστικὸς [7.7.47.4] εὐσεβὴς ἡμῖν εἶναι δέδεικται.
 [07900]  περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καὶ συμπράττειν καθήκει.
 [07935]  [7.9.53.1] Πᾶν ἄρα ὅτιπερ ἂν ἐν νῷ, τοῦτο καὶ ἐπὶ γλώσσης φέρει πρὸς τοὺς ἐπαΐειν ἀξίους ἐκ τῆς συγκαταθέσεως, καὶ ἀπὸ γνώμης λέγων [7.9.53.2] ἅμα καὶ βιούς.
 [07943]  πάντοθεν ἄρα μαρτυρεῖ τῇ ἀληθείᾳ μόνος ὁ γνωστικὸς καὶ ἔργῳ καὶ λόγῳ·
 [07948]  οὐκ ἄρα ἄθεος ὁ Χριστιανός (τουτὶ γὰρ ἦν τὸ προκείμενον ἐπιδεῖξαι τοῖς φιλοσόφοις), ὥστε οὐδὲν κακὸν ἢ αἰσχρόν, ὅ ἐστιν ἄδικον, κατὰ μηδένα τρόπον [7.9.54.4] ἐνεργήσει ποτέ.
 [08007]  [7.11.61.5] ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ φάρμακον γίνεσθαι σωτηρίας, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ' ἀξίαν μεριζόμενα προνοίας.
 [08016]  ταύτῃ ἄρα τοὺς πόνους καὶ τὰς βασάνους καὶ τὰς θλίψεις, οὐχ ὡς παρὰ τοῖς φιλοσόφοις οἱ ἀνδρεῖοι, ἐλπίδι τοῦ παύσασθαι μὲν τὰ ἐνεστῶτα ἀλγεινά, αὖθις δὲ τῶν ἡδέων μετασχεῖν, ὑπομένει, ἀλλ' ἡ γνῶσις αὐτῷ πεῖσμα βεβαιότατον ἐνεγέννησεν τῆς τῶν μελλόντων ἐλπίδων ἀπολήψεως.
 [08028]  ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλόγων [7.11.65.2] ἐπιθυμιῶν κύριος.
 [08059]  ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν [7.11.68.4] υἱοῦ καταλεγεὶς τάξει.
 [08135]  οὐ πᾶς ἄρα ὁ λέγων [7κύριε] [7] κύριεεἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ.
 [08213]  θεῖος ἄρα ὁ γνωστικὸς καὶ [7.13.82.3] ἤδη ἅγιος, θεοφορῶν καὶ θεοφορούμενος.
 [08217]  οὐκ ἄρα [7.13.82.5] ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν.
 [08299]  οὐκ ἄρα οὐδὲ ὁ τὴν ψυχὴν νοσῶν καὶ εἰδώλων ἔμπλεως, ἕνεκά γε τοῦ ὑγιᾶναι καὶ εἰς θεὸν ἐπιστρέψαι, προφασίσαιτο <ἄν> ποτε τὰς [7.15.90.5] αἱρέσεις.
 [08302]  [7.15.91.1] ∆ιὰ δὴ τοῦτο ἄρα πλέονος ἐπιμελείας καὶ προμηθείας δεόμεθα εἰς τὴν ἐξέτασιν τοῦ πῶς ἀκριβῶς βιωτέον καὶ τίς ἡ ὄντως οὖσα [7.15.91.2] θεοσέβεια.
 [08307]  ἐπαποδυτέον ἄρα τῷ πόνῳ τῆς εὑρέσεως διὰ τὰς αἱρέσεις, ἀλλ' οὐ τέλεον [7.15.91.4] ἀποστατέον.
 [08389]  ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ ὕψους οἱ μὴ ἑπόμενοι θεῷ ᾗ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τὰς [7.16.101.6] θεοπνεύστους γραφάς.
 [08412]  [7.16.104.1] Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ, τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπό τε νόμου [7.16.104.2] καὶ προφητῶν.
 [08436]  εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου·
 [08452]  ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται.
 [08529]  ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις [8.3.7.3] ἀνάγεται.
 [08719]  [7ὃ] λέγεις, διέρχεταί σου διὰ τοῦ [7,] στόματοςὅπερ ἀληθές, [7οἰκίαν] δὲ λέγεις, οἰκία ἄρα διὰ τοῦ στόματός σου [7,] διέρχεταιὅπερ ψεῦδος·
 [08726]  τὸ δὲ αὐτὸ ἄρα αἴτιον καὶ ποιητικόν καὶ δι' ὅ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»