Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅπαντα [29]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἅπαντα


000-00-00 Serial Number=0258994579
Fragmenta Ante [Go Back]  
 [00256]  λάλει δὲ περιεσκεμ μένως ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι ἂν καὶ ἐξάκουστον ᾖ καὶ μήτε διαφεῦγον τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος μήτε ὑπερ βάλλον μείζονι τῇ κραυγῇ.
000-00-00 Serial Number=0158544242
Paedagogus Ante [Go Back]  
 [01453]  Συντομώτατα τοίνυν ἐμπεριλαβοῦσα ἡ γραφὴ ἅπαντα ἐν ἑνὶ λόγῳ εἴρηκεν·
 [01461]  κλιντῆρες δὲ ἀργυροῖ καὶ λεκάναι καὶ ὀξύβαφα καὶ πινακίσκοι καὶ τρύβλια, πρὸς ἐπὶ τούτοις σκεύη ἀργυρᾶ τε καὶ χρυσᾶ, τὰ μὲν εἰς διακονίαν τροφῆς, τὰ δὲ καὶ εἰς ἄλλας τινάς, ἃς αἰσχύνομαι καὶ λέγειν, χρείας, κέδρου τε εὐκεάτοιο καὶ θύου καὶ ἐβένου καὶ ἐλέφαντος τρίποδες ἠσκημένοι κλῖναί τε ἀργυρόποδες καὶ ἐλεφαντοκόλλητοι χρυσόστικτοί τε καὶ χελώνης πεποικιλμέναι κύτει κλισιάδες στρωμναί τε ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἀπειροκάλου τρυφῆς τεκμήρια, φθόνου καὶ βλακείας ἐπήβολα πλεονεκτήματα, παραπεμπτέα ἅπαντα, οὐδ' ἡντινοῦν ἀξιόλογον [2.3.35.4] ἔχοντα σπουδήν.
 [03349]  ∆ὸς δὲ ἡμῖν τοῖς σοῖς ἑπομένοις παραγγέλμασιν τὸ ὁμοίωμα πληρῶσαι τῆς εἰκόνος αἰσθάνεσθαί τε κατὰ κράτος ἀγαθοῦ τοῦ θεοῦ κριτοῦ τε μὴ πικροῦ, καὶ πάρασχε ἅπαντα αὐτός, ἐν εἰρήνῃ τῇ σῇ πολιτευομένους, ἐν τῇ σῇ μετατιθεμένους πόλει, ἀκυμάντως τῆς ἁμαρτίας τὸν κλύδωνα διαπλεύσαντας, γαληνιῶντας ἁγίῳ συμφέρεσθαι [3.12.101.2] πνεύματι, σοφίᾳ τῇ ἀνεκφράστῳ·
000-00-00 Serial Number=0160273671
Quis dives salvetur Ante [Go Back]  
 [00012]  ἅπαντα τὸν δυνατὸν τρό πον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς [1.5] ἀναιρήσεται.
000-00-00 Serial Number=0241450131
Stromata Ante [Go Back]  
 [00632]  ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ' Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν τῇ Συρίᾳ ὑπὸ [1.15.73.1] τῶν καλουμένων Ἰουδαίων.
 [01267]  ἅπαντα μυθεύσασα καὶ λέξασά μοι, γένος πατρῷον καὶ θεοῦ δωρήματα.
 [02739]  κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ' ὁμοίως τὰ ζῷα [3.2.8.2] κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ' ἰσότητος.
 [02988]  εἰ δὲ ἐπιθυμίᾳ χαριστέον καὶ τὸν ἐπονείδιστον βίον ἀδιάφορον ἡγητέον, ὡς αὐτοὶ λέγουσιν, ἤτοι πάντα ταῖς ἐπιθυμίαις πειστέον, καί, εἰ τοῦτο, τὰ ἀσελγέστατα καὶ ἀνοσιώτατα πρακτέον ἅπαντα ἑπομένους τοῖς ἀνα [3.5.41.5] πείθουσιν ἡμᾶς·
 [03649]  εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ [4.4.15.4] τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα.
 [03794]  τούτων δὲ [4.6.37.3] αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα [4.6.37.4] περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα.
 [04151]  εἰ δέ, ὡς αὐτός φησιν ὁ Βασιλείδης, ἓν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἠγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσῴζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον <τὸ> μισεῖν μηδὲ ἕν, θελήματι τοῦ [4.12.86.2] θεοῦ καὶ <αἱ> κολάσεις ἔσονται·
 [05167]  ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ' ἑαυτὴν ἅπαντα [5.6.39.1] γενόμενα.
 [05241]  εἰ δ' ἄγε τοι λέξω <κείνων> πρῶθ' ἥλιον ἀρχήν, ἐξ ὧν δὴ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ' ὑγρὸς ἀὴρ Τιτὰν ἠδ' αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα.
 [05315]  ἅπαντα μόνων ἐθέλουσιν ὑπάρχειν τὴν ὄντως [5.9.56.4] οὖσαν φιλοσοφίαν καὶ τὴν ἀληθῆ θεολογίαν.
 [05437]  τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ [5.11.69.6] τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
 [05462]  αὐτίκα τὴν φρόνησιν θείαν ἀλληγορῶν ὁ Μωυσῆς ξύλον ζωῆς ὠνόμασεν ἐν τῷ παραδείσῳ πεφυτευμένον, ὃς δὴ παράδεισος καὶ κόσμος εἶναι δύναται, ἐν ᾧ πέφυ [5.11.72.3] κεν τὰ ἐκ δημιουργίας ἅπαντα.
 [05559]  οὐ γὰρ τὸ καθ' ἕκαστον μηνυτικὸν τοῦ θεοῦ, ἀλλὰ ἀθρόως ἅπαντα ἐνδεικτικὰ τῆς τοῦ παντοκράτορος δυνάμεως·
 [05810]  ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα.
 [05814]  ἑβδομάτῃ δ' ἠοῖ καί οἱ τετύκοντο ἅπαντα.
 [05955]  ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα.
 [06038]  ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθόν.
 [06097]  [5.14.136.5] Ὦ Τρῶες ἀρηίφιλοι, ὁ λυρικός φησι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων·
 [06282]  παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντα<ς> ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ, [6.2.14.4] Μοσχίων ὁ κωμικὸς γράφει·
 [07143]  πλὴν ἅπαντα ὀρθὰ ἐνώπιον τῶν συνιέντων, φησὶν ἡ γραφή, τουτέστι τῶν ὅσοι ὑπ' αὐτοῦ σαφηνισθεῖσαν <τὴν> τῶν γραφῶν ἐξήγησιν κατὰ τὸν ἐκκλησιαστικὸν [6.15.125.3] κανόνα ἐκδεχόμενοι διασῴζουσι·
 [07328]  ναὶ μὴν ὡς τὸν αὐτὸν ἀέρα ἀναπνεῖ τὰ ζῷα ἅπαντα, ἄλλα δὲ ἄλλως καὶ εἴς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετίασιν οἱ πλείους, [6.17.149.4] μᾶλλον δὲ τὸν περὶ ἀληθείας λόγον.
 [07770]  ἐπεὶ τίς ὧδε μῶρος, κατὰ τὴν ποιητικὴν χάριν, καὶ λίαν ἀνειμένως εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶ<ν> πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἅπαντα<ς> καὶ γέρας λαχεῖν τόδε χάριν τε τούτων τοῖσ<ι> δρῶσιν ἐκτίνειν, [7.6.34.4] κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν;
 [07869]  τῷ δὲ ἐνθένδε εἰς γνώσεως ἀκρότητα καὶ τὸ ἐπαναβεβηκὸς ὕψος ἀνδρὸς ἐντελοῦς γεγυμνασμένῳ πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα, ἀμεταπτώτως βιοῦν ἑλομένῳ καὶ [7.7.46.8] ἀσκοῦντι διὰ τὴν τῆς γνώμης πάντοθεν μονότονον ἑδραιότητα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»