Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐκεῖνον [26]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐκεῖνον


000-00-00 Serial Number=0803925931
Fragmenta Ante [Go Back]  
 [00136]  λό γους τε τοῦ πατρὸς δύο τερατολογῶν ἀπελέγχεται, ὧν τὸν ἥττονα τοῖς ἀνθρώποις ἐπιφανῆναι, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον·
000-00-00 Serial Number=0825446963
Paedagogus Ante [Go Back]  
 [00307]  Οὐκ ἀκούετε ὅτι ὑπ' ἐκεῖνον τὸν νόμον οὐκέτι ἐσμέν, ὃς ἦν μετὰ φόβου, ὑπὸ δὲ τὸν λόγον τῆς προαιρέσεως τὸν παιδαγωγόν;
 [00425]  ἀποδύσασθαι ἡμῖν τὴν παλαιὰν καὶ σαρκικὴν ἐγκελεύεται φθοράν, ὥσπερ καὶ τὴν παλαιὰν τροφήν, καινῆς δὲ ἄλλης τῆς Χριστοῦ διαίτης μεταλαμβάνοντας, ἐκεῖνον, εἰ δυνατόν, ἀναλαμβάνοντας ἐν ἑαυτοῖς ἀποτίθεσθαι καὶ τὸν σωτῆρα ἐνστερνίσασθαι, ἵνα καταργήσωμεν τῆς σαρκὸς [1.6.43.2] ἡμῶν τὰ πάθη.
 [01578]  ἀποδέχομαι γὰρ εὖ μάλα ἐκεῖνον προσώποις μειδιῶντα ὃς ἐφαίνετο μειδιόων βλοσυροῖσι προσώπασι τὸν τοῖς βλοσυροῖς·
 [01674]  ὁ δὲ ἐμὸς υἱός, [2.7.57.2] ἐκεῖνον λέγω τὸν σιωπῶντα, οὐ παύεται λαλῶν.
 [01740]  γέγονεν ὁ αὐτὸς ὑποκριτὴς καὶ φίλημα δεδολωμένον ἔχων, ἄλλον παλαιὸν μιμούμενος ὑποκριτήν, καὶ τὸν λαὸν ἐλέγχων ἐκεῖνον.
 [02205]  Τά τε χρυσῷ πεποικιλμένα καὶ τὰ ἁλουργοβαφῆ καὶ ζῳωτά προσήνεμόν γέ τι τρύφημα τουτοΐ τόν τε μυροβαφῆ ἐκεῖνον κροκωτὸν καὶ τῶν ὑμενίνων τῶν περιόπτων τὰ πολυτελῆ καὶ ποικίλα ἱμάτια, ἔχοντα ζῴδια [2.10βις.109.2] ἐν τῇ πορφύρᾳ, αὐτῇ τέχνῃ χαίρειν ἐατέον.
 [02290]  αἳ δέ, μὴ συνιεῖσαι τὸ συμβολικὸν τῶν γραφῶν, ὅλαι περικεχήνασι τοῖς λίθοις, τὸν θαυμάσιον ἐκεῖνον ἀπολογισμὸν προφερόμεναι·
 [02399]  [3.1.1.2] Τριγενοῦς οὖν ὑπαρχούσης τῆς ψυχῆς τὸ νοερόν, ὃ δὴ λογιστικὸν καλεῖται, ὁ ἄνθρωπός ἐστιν ὁ ἔνδον, ὁ τοῦ φαινομένου τοῦδε ἄρχων ἀνθρώπου, αὐτὸν δὲ ἐκεῖνον ἄλλος ἄγει, θεός·
000-00-00 Serial Number=0191975176
Protrepticus Ante [Go Back]  
 [00072]  [1.7.2] Κατὰ γὰρ τὸν θεσπέσιον ἐκεῖνον τοῦ κυρίου ἀπόστολον ἡ χάρις ἡ τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ἐπεφάνη, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ [1.7.3] σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [00234]  Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ ∆ιαγόραν καὶ Ἵππωνα τὼ Μηλίω τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον (ὁ Θεόδωρος ὄνομα αὐτῷ) καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιω κότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώ πων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλή κασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν [2.24.3] φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα·
 [00864]  [7.76.3] Ἄξιος ὡς ἀληθῶς Σωκρατικῆς διατριβῆς ὁ Εὐριπίδης εἰς τὴν ἀλήθειαν ἀπιδὼν καὶ τοὺς θεατὰς ὑπεριδών, ποτὲ μὲν τὸν Ἀπόλλωνα, ὃς μεσομφάλους ἕδρας ναίει βροτοῖσι στόμα νέμων σαφέστατα, διελέγχων, [7.76.4] κείνῳ πειθόμενος τὴν τεκοῦσαν ἔκτανον, ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε·
 [00935]  νῦν δὴ οὖν σύνετε, ὦ ἄνθρωποι, κατὰ τὸν μακάριον ψαλμῳδὸν ἐκεῖνον τὸν ∆αβίδ·
 [01262]  Τῶν δεσμῶν λῦσαι τοῦτον ὁ κύριος αὖθις ἠθέλησεν, καὶ σαρκὶ ἐνδεθείς (μυστήριον θεῖον τοῦτο) τὸν ὄφιν ἐχειρώσατο καὶ τὸν τύραννον ἐδουλώσατο, τὸν θάνατον, καί, τὸ παραδοξότατον, ἐκεῖνον τὸν ἄνθρωπον τὸν ἡδονῇ πεπλανημένον, τὸν τῇ φθορᾷ δεδεμένον, χερσὶν [11.111.3] ἡπλωμέναις ἔδειξε λελυμένον.
000-00-00 Serial Number=0236616611
Quis dives salvetur Ante [Go Back]  
 [00077]  [8.1] Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετ' ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ·
 [00232]  τοῦτο γὰρ ἀκολουθεῖν ὄντως τῷ σωτῆρι, ἀναμαρτησίαν καὶ τελειότητα τὴν ἐκείνου μετερ χόμενον καὶ πρὸς ἐκεῖνον ὥσπερ κάτοπτρον κοσμοῦντα καὶ ῥυθμίζοντα τὴν ψυχὴν καὶ πάντα διὰ πάντων ὁμοίως διατιθέντα.
000-00-00 Serial Number=0357514083
Stromata Ante [Go Back]  
 [00384]  ἀσφαλῶς γὰρ ἐγνώκεσαν τὸν νοῦν ἐκεῖνον οἱ προφῆται καὶ οἱ τοῦ πνεύματος μαθηταί·
 [00614]  Σαραπίων δὲ ἐν τοῖς ἔπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρῆσαν αὐτῆς μετὰ τελευτήν, τοῦτ' εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, <ἐκ> δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματᾳ κατ' ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.
 [02031]  [2.15.64.2] τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν.
 [03829]  οὐ γὰρ ἀφαιρεῖται τῆς κυρίας τὸν δεσπότην ὅ γε καὶ στερίσκων αὑτὸν τῆς πρὸς ἐκεῖνον οἰκειότητος.
 [04470]  εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, [4.20.128.1] τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.
 [04592]  ὡς γὰρ ἐκεῖνον ὁ φόβος, οὕτω τοῦτον ὁ μισθὸς [4.22.144.2] δικαιοῖ, μᾶλλον δὲ δίκαιον εἶναι δοκεῖν δείκνυσι.
 [07121]  [6.15.122.1] Τῆς τοίνυν περὶ θεοῦ ζητήσεως εὕρεσις μὲν ἡ διὰ τοῦ υἱοῦ διδασκαλία, σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ αἵ τε προηγούμεναι τῆς παρουσίας αὐτοῦ προφητεῖαι, τοῦτον κηρύσσουσαι, αἵ τε συνυπάρξασαι τῇ γενέσει αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ <αἱ> μετὰ τὴν ἀνάληψιν [6.15.122.2] κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ.
 [07181]  [6.15.131.4] ἀλλὰ καὶ Ἡσαΐας ὁ προφήτης βιβλίον καινὸν κελεύεται λαβὼν ἐγγράψαι τινά, τὴν γνῶσιν τὴν ἁγίαν διὰ τῆς τῶν γραφῶν ἐξηγήσεως ὕστερον ἔσεσθαι προφητεύοντος τοῦ πνεύματος τὴν ἔτι κατ' ἐκεῖνον τὸν καιρὸν ἄγραφον τυγχάνουσαν διὰ τὸ μηδέπω γινώσκεσθαι·
 [07768]  [7.6.34.1] ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα, τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ' ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.
 [08015]  [7.11.63.1] Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκειν βιαζόμενος, τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ' ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ' ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα, μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη, [7.11.63.2] εἰς κατάληψιν δὲ ἐλπιζόμενα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»