Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐλπίδος [29]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐλπίδος


000-00-00 Serial Number=0112654448
Paedagogus Ante [Go Back]  
 [00391]  δι' ὧν ἡ ἐκκλησία, καθάπερ ἄνθρωπος ἐκ πολλῶν συνεστηκυῖα μελῶν, ἄρδεταί τε καὶ αὔξεται συγκροτεῖταί τε καὶ συμπήγνυται ἐξ ἀμφοῖν, σώματος μὲν τῆς πίστεως, ψυχῆς δὲ τῆς ἐλπίδος, ὥσπερ καὶ ὁ κύριος ἐκ σαρκὸς καὶ αἵματος.
 [00393]  ∆ιαπνευσάσης δὲ τῆς ἐλπίδος δίκην ἐκρυέντος αἵματος τὸ ζωτικὸν τῆς πίστεως ὑπεκλύεται.
 [03062]  ἔστω, φησί, καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ τὰ μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι [3.11.74.4] τοῖς ἀκολάστοις ἐλπίδος.
000-00-00 Serial Number=0749175966
Protrepticus Ante [Go Back]  
 [01155]  εἰς ἄγνοιαν [καὶ] τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ' οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδου λωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης [10.101.2] ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε·
000-00-00 Serial Number=0183544517
Quis dives salvetur Ante [Go Back]  
 [00020]  εἶθ' ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ ὅτι βουλομένους αὐτοὺς ὁ σωτὴρ ἀσμένως δέχεται, τότε καὶ προδεικνύναι καὶ μυσταγωγεῖν, ὅπως ἂν καὶ δι' οἵων ἔργων τε καὶ διαθέσεων ἐπαύραιντο τῆς ἐλπίδος, ὡς οὔτ' ἀμηχάνου καθεστώσης [3.3] αὐτοῖς οὔτε τοὐναντίον εἰκῇ περιγινομένης.
 [00107]  [11.1] Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας, τῆς ἐλπίδος, τῆς ζωῆς, [11.2] τῶν προπεπονημένων;
000-00-00 Serial Number=0036139548
Stromata Ante [Go Back]  
 [01397]  ἔξεστι δὲ μὴ εἶναι ἀπειθείας υἱόν, ἀλλὰ μεταβαίνειν ἐκ τοῦ σκότους εἰς ζωὴν καὶ παραθέντα τῇ σοφίᾳ τὴν ἀκοὴν νόμιμον εἶναι θεοῦ δοῦλον μὲν τὰ πρῶτα, ἔπειτα δὲ πιστὸν γενέσθαι θεράποντα, φοβούμενον κύριον τὸν θεόν, εἰ δέ τις ἐπαναβαίη, τοῖς υἱοῖς ἐγκαταλέγεσθαι, ἐπὰν δὲ ἀγάπη καλύψῃ πλῆθος ἁμαρτιῶν, μακαρίας ἐλπίδος τελείωσιν αὐξηθέντα ἐν ἀγάπῃ ἐκδέχεσθαι τοῦτον ἐγκαταταγέντα τῇ ἐκλεκτῇ υἱοθεσίᾳ τῇ φίλῃ κεκλημένῃ τοῦ θεοῦ, ᾄδοντα ἤδη τὴν εὐχὴν καὶ λέγοντα·
 [01451]  οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ' ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ' ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ ἀγάπης περί τε μετανοίας καὶ ἐγκρατείας [2.1.1.2] καὶ δὴ καὶ φόβου θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν)·
 [02588]  διττὴν δὲ εἰδὼς τὴν ἐλπίδα, τὴν μὲν προσδοκωμένην, τὴν δὲ ἀπειλημμένην, ἤδη τέλος διδάσκει τὴν τῆς ἐλπίδος ἀποκατάστασιν·
 [02601]  ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἕως κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς [2.22.136.3] γενόμενος εἰς τὸν αἰῶνα.
 [02604]  ἡ [2.22.136.4] γὰρ τῆς ἐλπίδος ἀποκατάστασις ὁμωνύμως ἐλπὶς εἴρηται·
 [02699]  πρὸς γὰρ τὸ ἀντέχειν γενομένη ψυχὴ [3.1.2.2] μερίζεται τῆς ἐλπίδος.
 [02994]  εἰ μὲν οὖν πάντα ἐξῆν καὶ μηδὲν ἦν δέος ἀποτυχεῖν τῆς ἐλπίδος διὰ πράξεις πονηράς, ἴσως ἦν ἄν τις αὐτοῖς πρόφασις τοῦ βιοῦν κακῶς τε [3.5.42.4] καὶ ἐλεεινῶς·
 [02999]  οὐκοῦν οὐδὲ τῆς ἐλπίδος τυχεῖν μηδεμίαν τοῦ θεοῦ γνῶσιν <περι>πεποιημένοις·
 [03689]  αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δι' ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται.
 [03873]  τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ.
 [03905]  εἰ δὲ ὁ θεὸς τῆς ἐλπίδος οὗτός ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντες·
 [04460]  [4.20.126.1] ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν [4.20.126.2] τῆς ἐλπίδος·
 [04594]  τέλος γὰρ κἀκεῖνοι τὴν ἐλπίδα ὑπηγόρευον τοῖς φιλοσοφοῦσιν, ὅπου γε καὶ ὁ Σωκράτης ἐν Φαίδωνι μετὰ ἀγαθῆς ἐλπίδος φησὶ τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι, καὶ πάλιν τοὺς πονηροὺς κακίζων [4.22.144.3] ἀντιτίθησι ζῶσι γὰρ μετὰ κακῆς ἐλπίδος λέγων.
 [04600]  ἐλπὶς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἐλπίδος ἀπόδοσίς τε καὶ [4.22.145.2] ἀποκατάστασις, ἣ καὶ οὐ καταισχύνει μὴ ὀνειδιζομένη ἔτι.
 [04931]  ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου [5.2.14.2] μετὰ τὴν τελευτὴν ἔχειν οἴεται.
 [04932]  καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ' αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου [5.2.15.1] ἀιδίου ἀρχὴν λαμβάνειν.
 [06867]  εἰσὶ δ' οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς νʹ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λʹ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβʹ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως.
 [07515]  οὐ γὰρ βιάζεται τὸν ἐξ αὑτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ' αὑτοῦ πρὸς [7.2.6.4] τὸ λαβέσθαι τῆς ἐλπίδος δυνάμενον.
 [08022]  ἆρ' οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ;
 [08163]  οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν·
 [08190]  καὶ διδάσκει τὸν υἱόν, ἐὰν υἱὸς ᾖ τὸ γένος, ἀχώριστος ὢν τῆς ἐντολῆς καὶ τῆς ἐλπίδος, εὐχαριστῶν ἀεὶ τῷ θεῷ καθάπερ τὰ ζῷα τὰ δοξολόγα τὰ διὰ [7.12.80.5] Ἡσαΐου ἀλληγορούμενα, ὑπομονητικὸς πρὸς πᾶσαν πεῖραν·
 [08362]  μᾶλλον δὲ τῆς ἑαυτῶν ἐλπίδος καταφρονοῦσιν, αἱροῦνται δὲ ἑκάστοτε τὸ δόξαν αὐτοῖς ὑπάρχειν ἐναργέστερον ἢ τὸ πρὸς τοῦ κυρίου διὰ τῶν προφητῶν εἰρημένον καὶ ὑπὸ τοῦ εὐαγγελίου, προσέτι δὲ καὶ τῶν ἀποστόλων, [7.16.97.3] συμμαρτυρούμενόν τε καὶ βεβαιούμενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»