Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐνεργεῖν [11]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐνεργεῖν


000-00-00 Serial Number=0992415547
Stromata Ante [Go Back]  
 [00715]  φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο [1.17.82.4] ἀνενέργητον εἶναι.
 [00871]  ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
 [01729]  εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται, ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρὼν πιστεύεται, κατὰ τὸ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως [2.6.31.1] γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.
 [02394]  ἔργον γάρ, οἶμαι, ταῖς κακούργοις δυνάμεσιν ἐνεργεῖν τι τῆς ἰδίας ἕξεως παρ' ἕκαστα πειρᾶσθαι εἰς τὸ καταγωνίσασθαι καὶ ἐξιδιοποιήσασθαι [2.20.110.3] τοὺς ἀπειπαμένους αὐτάς.
 [03805]  ἐλεήμονας δ' εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἐλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν·
 [04157]  [4.12.87.1] οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσῆκεν [4.12.87.2] καταχρῆσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν (καθελῶ γοῦν φησι, τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἑκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ [4.12.87.3] τὰς ἡμῶν.
 [07038]  οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ <κατὰ> λόγον ἐνεργεῖν [6.14.112.1] καθῆκον αἱ γραφαὶ παριστᾶσιν.
 [07318]  τὰ δὲ στοιχεῖα καὶ τὰ ἄστρα, τουτέστιν αἱ δυνάμεις αἱ διοικητικαί, προσετάγησαν ἐκτελεῖν τὰ εἰς οἰκονομίαν ἐπιτήδεια, καὶ αὐτά τε πείθεται ἄγεταί τε πρὸς τῶν ἐπιτεταγμένων αὐτοῖς, ᾗ ἂν ἡγῆται τὸ ῥῆμα κυρίου, ἐπείπερ ἡ θεία δύναμις ἐπικεκρυμμένως πάντα ἐνεργεῖν πέφυκεν.
 [08597]  αἰσθήσει δὴ καὶ κινήσει τῇ καθ' ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου, πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον, ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον, ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ' ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον, τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν, τὸ δὲ ἐνεργεῖν μὲν [8.4.13.8] δυνάμενον, ἡσυχάζον δὲ ἢ κοιμώμενον.
 [08732]  ἐν γὰρ τῷ ἐνεργεῖν καὶ δρᾶν τι τὸ [8.9.28.1] αἴτιον νοεῖται.
 [08755]  οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτῷ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι, [8.9.29.5] οὐδὲ υἱὸς εἶναι καὶ πατήρ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»