Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐντολὰς [44]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐντολὰς


000-00-00 Serial Number=0771150112
Paedagogus Ante [Go Back]  
 [00074]  Ἀγαπῶμεν οὖν τὰς ἐντολὰς δι' ἔργων τοῦ κυρίου, καὶ γὰρ ὁ λόγος αὐτὸς ἐναργῶς σὰρξ γενόμενος τὴν αὐτὴν ἀρετὴν πρακτικὴν ἅμα καὶ θεωρητικὴν ἐπιδεικνύς, καὶ δὴ νόμον ὑπολαμβάνοντες τὸν λόγον, τὰς ἐντολὰς καὶ τὰς ὑποθημοσύνας αὐτοῦ ὡς συντόμους ὁδοὺς καὶ συντόνους εἰς ἀιδιότητα γνωρίσωμεν·
 [00610]  Αὐτίκα γοῦν ὁ Μωσῆς, τῷ τελείῳ προφητικῶς παραχωρῶν παιδαγωγῷ τῷ λόγῳ, καὶ τὸ ὄνομα καὶ τὴν παιδαγωγίαν προθεσπίζει καὶ τῷ λαῷ [1.7.60.3] παρατίθεται τὸν παιδαγωγόν, ἐντολὰς ὑπακοῆς ἐγχειρίσας·
 [00990]  Φρόνησις γὰρ ἡ γνῶσις διὰ τοῦ αὐτοῦ προφήτου μηνύεται λέγοντος ἄκουε, [1.10.91.4] Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.
 [01052]  Ἐντέλλεται δὲ ἅμα καὶ χαρακτηρίζει τὰς [1.12.98.2] ἐντολὰς ὡς ἡμᾶς αὐτὰς ἐκτελεῖν δύνασθαι.
 [01074]  Θεάσασθαι δὲ καὶ τὴν ἀνθρωπίνην φύσιν φημὶ χρῆναι ζῆν τε ὡς ὑφηγεῖται ἡ ἀλήθεια, ἀγαμένους ὑπερφυῶς τόν τε παιδαγωγὸν αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ, ὡς πρέποντα ἀλλήλοις ἐστὶ καὶ ἁρμόττοντα·
 [03136]  Αὕτη δέ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, φησὶν Ἰωάννης, ἵνα τὰς ἐντολὰς τηρήσωμεν, οὐχ ἵνα σαίνωμεν ἀλλήλους ἐν τῷ στόματι, καὶ αἱ [3.11.82.2] ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.
 [03176]  Ἄκουε, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας τὰς καλὰς ἐντολὰς ὑποθήσομαι, δι' ὧν ἀφίξῃ πρὸς σωτηρίαν.
 [03189]  Τὰς ἐντολὰς οἶδας ἀπεκρίνατο·
 [03323]  Καὶ ἐν τούτῳ γιγνώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, [3.12.98.3] ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
 [03324]  Ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
000-00-00 Serial Number=0350593269
Quis dives salvetur Ante [Go Back]  
 [00035]  τὰς ἐντολὰς οἶδας·
 [00079]  εἰ γοῦν ἱκανὸς ἦν ὁ Μωσέως νόμος ζωὴν αἰώνιον παρασχεῖν, μάτην μὲν ὁ σωτὴρ αὐτὸς παραγίνεται καὶ πάσχει δι' ἡμᾶς ἀπὸ γενέσεως μέχρι τοῦ σημείου τὴν ἀνθρωπότητα διατρέχων, μάτην δὲ ὁ πάσας πεποιηκὼς ἐκ νεότητος τὰς νομίμους ἐντολὰς παρὰ [8.3] ἄλλου αἰτεῖ γονυπετῶν ἀθανασίαν.
000-00-00 Serial Number=0398579717
Stromata Ante [Go Back]  
 [01690]  κἂν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτῆσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδ' οὕτως μεταβαλεῖται.
 [01777]  ἐφ' ὅσον ἐστὶν ἐφ' ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν.
 [01891]  πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη.
 [02020]  ἀλλ' ἐφ' ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς [2.15.63.1] τὰς ἐντολὰς ὑπακοή.
 [02115]  ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, * διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν [2.16.73.4] ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει.
 [02116]  κοινωνικὸς μὲν γὰρ ἄνθρωπος ὑπὸ δικαιοσύνης γίνεται καὶ μεταδίδωσιν ὧν ἔλαβεν παρὰ τοῦ θεοῦ διά τε φυσικὴν εὔνοιαν καὶ σχέσιν διά τε τὰς [2.16.74.1] ἐντολὰς αἷς πείθεται·
 [02667]  ἡ γοῦν θεία γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπρᾶσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοικείαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι.
 [02941]  ἢ γὰρ οὐδέν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινος γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἔστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοίων, φαύλας ἢ ἀστείας.
 [02950]  ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δι' ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὑπ' αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν [3.4.37.1] βάρβαρον ἐθελῆσαι Ξέρξην <φασίν>;
 [03011]  οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλά τινα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπακοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ τε ἐν γενέσει αὐτόν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον.
 [03015]  ὁ λέγων, ἔγνωκα τὸν κύριον, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν, Ἰωάννης λέγει.
 [03135]  εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς, ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι·
 [03251]  ἑκάστῃ δὲ τῶν αἱρέσεων τὴν οἰκείως ἐνισταμένην γραφὴν ὁ συνίων ἐπιλεγόμενος κατὰ καιρὸν χρήσεται πρὸς κατάλυσιν τῶν παρὰ τὰς ἐντολὰς [3.11.71.3] δογματιζόντων.
 [03264]  καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός, ἐὰν κατὰ τὰς ἐντολὰς πολιτευώμεθα εἴτε ὁ καθ' ἕκαστον [3.11.73.3] ἡμῶν εἴτε καὶ ἀθρόα ἡ ἐκκλησία.
 [03381]  καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον, ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς [3.12.86.2] ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως.
 [03440]  ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε [3.14.94.3] ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ' εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν [3.14.95.1] καιρὸν τοῦ θελήματος.
 [03471]  ξύλον οὗτος ξηρὸν ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ φυλάξας τὰ σάββατα κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται [3.15.99.2] τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων.
 [03841]  ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ' ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δι' ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες.
 [04260]  αὕτη ἐστὶν ἡ [4.16.100.6] ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
 [04814]  ἡ πίστις σου σέσωκέν σε·), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὐτῇ ἡ ἐκ μαθήσεως περιγινομένη καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ' ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα [5.1.3.1] μεταφυτεύειν δύνασθαι εἴρηται.
 [05097]  [5.5.31.1] Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν [5.5.31.2] οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις.
 [05165]  ὥσπερ δὲ ὁ κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας εἶναι ἠξίωται, ἔγγραπτον δὲ διά τε τὰς ἐντολὰς τὰς ἐγγράφους διά τε τὴν [5.6.38.7] αἰσθητὴν παρουσίαν.
 [05683]  ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.
 [06799]  σωτήριος γάρ τις ὁ τῷ σωτῆρι ἐξομοιούμενος, εἰς ὅσον ἀνθρωπίνῃ φύσει χωρῆσαι τὴν εἰκόνα θέμις, ἀπαραβάτως τὰ κατὰ τὰς ἐντολὰς κατορθῶν·
 [07217]  εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ [6.16.136.5] τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν·
 [07555]  διὸ καὶ τὰς ἐντολὰς ἃς ἔδωκεν τάς τε προτέρας τάς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς ὁ κύριος, οὔτε τοὺς πρὸ νόμου ἀνόμους εἶναι ὑπεριδὼν οὔτ' αὖ τοὺς μὴ ἐπαΐοντας τῆς [7.2.11.2] βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας.
 [07622]  ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ [7.3.21.3] καὶ εἰς δύναμιν ἀμειβόμενος δι' ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος.
 [07834]  διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὑτοῦ ὁρμητικὸς πρὸς [7.7.42.6] ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἱρετῶν καὶ τῶν φευκτῶν.
 [08069]  καὶ μή τι, καθάπερ ἐπὶ τοῦ θεοῦ οὐδενὶ μὲν ἀντικεῖσθαι λέγομεν τὸν θεὸν οὐδὲ ἐχθρὸν εἶναί τινος (πάντων γὰρ κτίστης, καὶ οὐδέν ἐστι τῶν ὑποστάντων ὃ μὴ θέλει), φαμὲν δ' αὐτῷ ἐχθροὺς εἶναι τοὺς ἀπειθεῖς καὶ μὴ κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευομένους, οἷον τοὺς διεχθρεύοντας αὐτοῦ τῇ διαθήκῃ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γνωστικοῦ εὕροιμεν ἄν.
 [08158]  ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν [7.12.77.6] (ὅπου γὰρ ὁ νοῦς τινος, φησίν, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.
 [08226]  [7.13.83.3] διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν χρῆσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται, ἐπεὶ τὸ τέλος αὐτῷ δι' ἐνεργείας γνωστικῆς τῆς κατὰ τὰς ἐντολὰς [7.13.83.4] εἰς θεωρίαν περαιοῦται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»