Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπειδὴ [42]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπειδὴ


000-00-00 Serial Number=0316625953
Eclogae propheticae Ante [Go Back]  
 [00136]  πρόσκειται οὖν τῷ διὰ πυρὸς τὸ διὰ πνεύματος, ἐπειδὴ <ὡς> ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται (τουτέστιν ἀπὸ τοῦ ὑλικοῦ ἐνδύματος) διὰ πνεύματος καὶ τὸ ἄχυρον χωρίζεται διὰ τοῦ πνεύματος λικμώμενον, οὕτως τὸ πνεῦμα διαχωριστικὴν ἔχει δύναμιν [25.3] ἐνεργειῶν ὑλικῶν.
 [00173]  δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται, ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον, εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει, ἵνα ἡμῖν ἀκρι βῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ' ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ [32.3] καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ.
000-00-00 Serial Number=0443535864
Fragmenta Ante [Go Back]  
 [00310]  εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε (καὶ οὐδεὶς ἀντερεῖ λόγος), γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν θεὸν εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν.
000-00-00 Serial Number=0806641579
Paedagogus Ante [Go Back]  
 [00343]  Χάριεν τοίνυν οὕτως ἐξηγήσασθαι τὸ ὅτε ἤμην νήπιος, τουτέστιν ὅτε ἤμην Ἰουδαῖος, Ἑβραῖος γὰρ ἄνωθεν ἦν, ὡς νήπιος ἐφρόνουν, ἐπειδὴ εἱπόμην τῷ νόμῳ·
 [01571]  Οὐ γὰρ ἐπειδὴ γελαστικὸν ζῷον ὁ ἄνθρωπος, γελαστέον τὰ πάντα, ἐπειδὴ οὐδὲ ὁ ἵππος χρεμετιστικὸς ὢν χρεμετίζει τὰ πάντα·
 [01878]  ἐπειδὴ δὲ ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος.
 [03166]  [3.12.86.1] Ταῦτα, εἰ καὶ τραχύτερον προσηνέχθην οἰκονομούμενος τῆς ἐπανορθώσεως τὴν σωτηρίαν, ἐμοὶ μὲν λελέχθων, φησὶν ὁ παιδαγωγός, ἐπειδὴ ὁ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ, ὑμεῖς δὲ εἰ μὲν ἀκούσεσθέ μου, σωθήσεσθε, εἰ δ' οὐ προσέξετε τοῖς εἰρημένοις, οὔ μοι μέλει·
000-00-00 Serial Number=0173318088
Protrepticus Ante [Go Back]  
 [00444]  ἐπειδὴ οὐ θεοί, οὓς θρῃσκεύετε, αὖθις ἐπισκέψασθαί μοι δοκεῖ εἰ ὄντως εἶεν δαίμονες, δευτέρᾳ ταύτῃ, ὡς ὑμεῖς φατέ, ἐγκαταλεγόμενοι τάξει.
000-00-00 Serial Number=0642807603
Quis dives salvetur Ante [Go Back]  
 [00146]  ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς, πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρ χοντα πρότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα [15.2] γίνεται;
 [00213]  ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοις (ἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοι), περισσῶς ἐξεπλήσσοντο καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου, ἥν γε προέκρινεν [20.6] ζωῆς αἰωνίου.
 [00294]  ἐπειδὴ γὰρ οὔτε ἐκ παντὸς ἀπόλ λυταί τις, ὅτι πλουτεῖ δεδιώς, οὔτε ἐκ παντὸς σῴζεται θαρρῶν καὶ πιστεύων ὡς σωθήσεται, φέρε σκεπτέον ἥντινα τὴν ἐλπίδα αὐτοῖς ὁ σωτὴρ ὑπογράφει καὶ πῶς ἂν τὸ μὲν ἀνέλπιστον ἐχέγγυον γένοιτο, τὸ δὲ ἐλπισθὲν εἰς κτῆσιν ἀφίκοιτο.
 [00475]  ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλῆρον ἕνα γέ τινα κληρώσων [42.3] τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.
000-00-00 Serial Number=0713281929
Stromata Ante [Go Back]  
 [00689]  φασὶ δὲ καὶ τοὺς κατὰ διατριβὴν λόγους καὶ τὰ ῥητορικὰ ἰδιώματα εὑρεῖν καὶ μισθοῦ συνηγορῆσαι πρῶτον δικανικὸν λόγον εἰς ἔκδοσιν γραψάμενον Ἀντιφῶντα <Σω>φίλου Ῥαμνούσιον, ὥς φησι ∆ιόδωρος, Ἀπολλόδωρος δὲ ὁ Κυμαῖος πρῶτος <τοῦ γραμματικοῦ ἀντὶ> τοῦ κριτικοῦ εἰσηγήσατο τοὔνομα καὶ γραμματικὸς προσηγορεύθη, ἔνιοι δὲ Ἐρατοσθένη τὸν Κυρηναῖόν φασιν, ἐπειδὴ ἐξέδωκεν οὗτος βιβλία δύο γραμματικὰ ἐπιγράψας.
 [00770]  ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, τουτέστι διὰ τῶν προφητῶν κατηγγελμένῃ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας, τῆς διὰ τῶν προφητῶν λαλούσης, αὐτόν, δηλονότι τὸν θεόν, εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς μωρίας, τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας, σῶσαι τοὺς πιστεύοντας·
 [00771]  [1.18.88.4] ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν [1.18.88.5] προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν·
 [01570]  ἐπειδὴ δὲ ὁρῶμεν <ὅτι> ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον [2.4.16.2] μαθεῖν·
 [01720]  ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ' ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν [2.6.29.3] παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρ' ἑνὸς θεοῦ χορηγοῦνται.
 [01786]  ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῷ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις·
 [02137]  οὐχ ἱπτάμεθα μὲν οὖν, ἐπειδὴ οὔτε δυνάμεθα οὔτε βουλόμεθα·
 [02138]  οὐ νηχόμεθα δὲ φέρ' εἰπεῖν ἄρτι, ἐπειδὴ δυνάμεθα μέν, οὐ βουλόμεθα δέ·
 [02139]  οὐκ ἐσμὲν δὲ ὡς ὁ κύριος, [2.17.77.4] ἐπειδὴ βουλόμεθα μέν, οὐ δυνάμεθα δέ.
 [02170]  σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ ** θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθ' ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν [2.18.81.1] ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.
 [02179]  [2.18.82.1] πάλιν εἴ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι, ἢ ἀμπελῶνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετείληφεν, ἢ παρθένον ἐγγυησάμενος οὐδέπω ἔγημεν, τούτους ἀφεῖσθαι τῆς [2.18.82.2] στρατείας ὁ φιλάνθρωπος κελεύει νόμος, στρατηγικῶς μέν, ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετῶμεν (ἐλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς [2.18.82.3] ἐπαποδυόμενοι), φιλανθρώπως δέ, ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εἶναι λογισάμενος τὸν μὲν μὴ ὄνασθαι τῶν αὑτοῦ πόνων, [2.18.83.1] ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν.
 [02320]  ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν, τὸν θεὸν εἰς φύσιν μετονομάσαντες ἀπρεπῶς, ἐπειδὴ ἡ φύσις καὶ εἰς φυτὰ καὶ εἰς σπαρτὰ καὶ εἰς δένδρα καὶ εἰς λίθους διατείνει.
 [03080]  ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων.
 [03424]  καὶ μηδεὶς λεγέτω ὅτι, ἐπειδὴ τοιαῦτα μόρια ἔσχομεν ὡς τὴν μὲν θήλειαν οὕτως ἐσχηματίσθαι, τὸν δὲ ἄρρενα οὕτως, τὴν μὲν πρὸς τὸ δέχεσθαι, τὸν δὲ πρὸς τὸ ἐνσπείρειν, συγκεχώρηται [3.13.91.2] τὸ τῆς ὁμιλίας παρὰ θεοῦ.
 [03493]  ἐπειδὴ ἡ πάλη ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικά, δυνατοὶ δὲ ἐκπειράσαι οἱ κοσμοκράτορες τοῦ σκότους, διὰ τοῦτο αἱ συγγνῶμαι.
 [03968]  σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν [4.8.59.4] εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν.
 [04205]  καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδ' ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς [4.13.94.3] γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ' ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ' ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια, δι' οὓς καὶ ἐγένετο, πλὴν ἐφ' ὅσον γε αὐτοῖς ἀναγκαῖον [4.13.94.4] συμπαρεῖναι.
 [04559]  ᾗ μοι δοκοῦσιν εὐφρόνην κεκληκέναι τὴν νύκτα, ἐπειδὴ τηνικάδε ἡ ψυχὴ πεπαυμένη τῶν αἰσθήσεων [4.22.140.2] συννεύει πρὸς αὑτὴν καὶ μᾶλλον μετέχει τῆς φρονήσεως.
 [04994]  [5.4.19.1] Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ' ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι·
 [05012]  τὰ μὲν γὰρ τῶν ἄλλων ἄστρων διὰ τὴν πορείαν τὴν λοξὴν ὄφεων σώμασιν ἀπείκαζον, τὸν δὲ ἥλιον τῷ τοῦ κανθάρου, ἐπειδὴ κυκλοτερὲς ἐκ τῆς βοείας ὄνθου σχῆμα πλασάμενος ἀντιπρόσωπος κυλίνδει.
 [05423]  προστάσσει γὰρ τὰ ὁλοκαυτώματα δείραντας εἰς μέλη διανεῖμαι, ἐπειδὴ γυμνὴν τῆς ὑλικῆς δορᾶς γενομένην τὴν γνωστικὴν ψυχὴν ἄνευ τῆς σωματικῆς φλυαρίας καὶ τῶν παθῶν πάντων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, ἀποδυσαμένην τὰς σαρκικὰς ἐπιθυμίας, τῷ φωτὶ καθιερωθῆναι [5.11.68.1] ἀνάγκη.
 [05646]  ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, κείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.
 [05665]  ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθ' ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.
 [05797]  ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ [5.14.106.3] πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.
 [06722]  πολυμαθῆ δὲ εἶναι χρὴ τὸν γνωστικὸν καί, ἐπειδὴ Ἕλληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, παρεσκευάσθαι καὶ πρὸς τοὺς τοιούτους [6.8.65.2] τῶν λόγων <ἃ> ἁρμόζει λέγεσθαι.
 [06752]  ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
 [07031]  ἐπειδὴ γὰρ ᾔδει ὁ θεός, ἅτε προγνώστης ὤν, μὴ πιστεύσοντα τοῦτον, οὐδὲν ἧττον, ὅπως τήν γε καθ' ἑαυτὸν ἀναδέξηται τελείωσιν, ἔδωκεν μὲν φιλοσοφίαν αὐτῷ, ἀλλὰ πρὸ τῆς πίστεως, ἔδωκεν δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς θρῃσκείαν, ἃ ἐποίησεν ὁ θεὸς τοῖς ἔθνεσιν, φησὶν ὁ νόμος, ἵνα μὴ [6.14.110.4] τέλεον ἄθεοι γενόμενοι τελέως καὶ διαφθαρῶσιν.
 [08033]  τὰ μὲν γὰρ λεγόμενα τυχηρὰ δεινά, ταῦτα τῷ σπουδαίῳ οὐ φοβερά, ὅτι μὴ κακά, τὰ δὲ τῷ ὄντι δεινὰ ἀλλότρια Χριστιανοῦ τοῦ γνωστικοῦ ἐκ διαμέτρου χωροῦντα τοῖς ἀγαθοῖς, ἐπειδὴ κακά, καὶ ἀμήχανον ἅμα τῷ αὐτῷ [7.11.65.6] τὰ ἐναντία κατὰ ταὐτὸν καὶ πρὸς τὸν αὐτὸν ἀπαντᾶν χρόνον.
 [08794]  τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐτάρκως δι' αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»