Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑαυτὴν [15]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑαυτὴν


000-00-00 Serial Number=0936442673
Excerpta ex Theodoto Ante [Go Back]  
 [00426]  [3.62.3] Αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ, πάσχοντος τοῦ σώματος, ἑαυτὴν εἰς τὰς χεῖρας τοῦ Πατρὸς παρακα τέθετο·
000-00-00 Serial Number=0427774668
Paedagogus Ante [Go Back]  
 [02970]  Οὐ μόνον οὖν αὐστηρὸν δεικνύει τὸν ἄνδρα τῆς κεφαλῆς τὸ ψιλόν, ἀλλὰ καὶ δυσπαθὲς κατασκευάζει τὸ κρανίον, προσομιλεῖν ἐθίζον καὶ κρύει καὶ καύματι, καὶ τὰς ἀπὸ τούτων διωθεῖται βλάβας, ἃς ἡ κόμη σπόγγου τρόπον εἰς ἑαυτὴν ἀναλαμβάνουσα, ἐγκατασκήπτει τῷ ἐγκεφάλῳ παράμονον ἐκ τῆς νοτίδος τὴν βλάβην.
 [02994]  ὁλκὸν δὲ εἰς ἑαυτὴν ἡ θερμότης ἐκριπιζομένη κινήσεσιν.
000-00-00 Serial Number=0260358274
Stromata Ante [Go Back]  
 [00324]  ἄλλως τις περὶ ἀληθείας λέγει, ἄλλως ἡ ἀλήθεια ἑαυτὴν ἑρμηνεύει.
 [00864]  ἑκάστη δὲ εἴτε ἀρετὴ εἴτε καὶ ἀλήθεια συνωνύμως καλουμένη μόνου τοῦ καθ' ἑαυτὴν [1.20.98.2] ἀποτελέσματός ἐστιν αἰτία.
 [00872]  καίτοι καὶ καθ' ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην (εἰς ἣν εὑρίσκεται συνεργός, καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ ὁ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ' ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων [1.20.99.4] αὐτὴν προσφυῶς.
 [02518]  κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισῆλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν.
 [03800]  τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ' οὖν ἐνταῦθα [4.6.38.1] εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.
 [03947]  [4.7.55.2] ὁθούνεκ' ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δ' ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει.
 [04420]  ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μὲν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦ·
 [04648]  ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωροῦσα ἀδιαλείπτως ἐξομοιοῦται κατὰ δύναμιν θεῷ.
 [05167]  ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ' ἑαυτὴν ἅπαντα [5.6.39.1] γενόμενα.
 [05412]  οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνευματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχὴ αὐτὴ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθη Πλάτωνα·
 [05543]  ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν [5.12.81.1] ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.
 [07496]  ὥσπερ γὰρ θεραπεία φυτῶν ἀρίστη καθ' ἣν γίγνονται οἱ καρποὶ καὶ συγκομίζονται ἐπιστήμῃ καὶ ἐμπειρίᾳ γεωργικῇ, τὴν ὠφέλειαν τὴν ἐξ αὐτῶν παρεχομένη τοῖς ἀνθρώποις, οὕτως ἡ θεοσέβεια τοῦ γνωστικοῦ, τοὺς καρποὺς τῶν δι' αὐτοῦ πιστευσάντων ἀνθρώπων εἰς ἑαυτὴν ἀναδεχομένη, ἐν ἐπιγνώσει πλειόνων γιγνομένων καὶ ταύτῃ σῳζομένων, [7.1.3.6] συγκομιδὴν ἀρίστην δι' ἐμπειρίας ἐργάζεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»