Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑτέρῳ [17]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑτέρῳ


000-00-00 Serial Number=0347236812
Eclogae propheticae Ante [Go Back]  
 [00139]  ἐν ἑτέρῳ γὰρ εἶχε τὸ εἶναι.
000-00-00 Serial Number=0885699868
Paedagogus Ante [Go Back]  
 [03056]  Ἀνδρὸς δὲ γενναίου σημεῖον οὐδὲν εἶναι δεῖ περιφανὲς ἐν τῷ προσώπῳ μαλακίας, ἀλλ' οὐδὲ ἐν ἑτέρῳ μέρει τοῦ σώματος.
000-00-00 Serial Number=0690659821
Protrepticus Ante [Go Back]  
 [01055]  Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰληφότας καὶ ὄντας ὅλως τοῦ θεοῦ ἑτέρῳ δουλεύειν δεσπότῃ, πρὸς δὲ καὶ θεραπεύειν ἀντὶ μὲν τοῦ βασιλέως τὸν [10.92.3] τύραννον, ἀντὶ δὲ τοῦ ἀγαθοῦ τὸν πονηρόν.
000-00-00 Serial Number=0452232599
Stromata Ante [Go Back]  
 [00871]  ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
 [01709]  εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου.
 [03331]  ἀλλ' ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου [3.12.80.3] πανουργίας παραβῶμεν τὰς ἐντολάς.
 [03364]  ἡμεῖς δ' ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου [3.12.84.1] προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
 [03373]  καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι·
 [04136]  ἀλλὰ τῷ Βασιλείδῃ ἡ ὑπόθεσις προαμαρτήσασάν φησι τὴν ψυχὴν ἐν ἑτέρῳ βίῳ τὴν κόλασιν ὑπομένειν ἐνταῦθα, τὴν μὲν ἐκλεκτὴν ἐπιτίμως διὰ μαρτυρίου, τὴν ἄλλην δὲ καθαιρομένην οἰκείᾳ κολάσει.
 [04508]  ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
 [04514]  [4.21.133.2] ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, [4.21.133.3] Ὅμηρος λέγει.
 [05681]  ἑτέρῳ δ' εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωυσεῖ τὴν ἀκολουθίαν ὀνομαζομένην θείαν·
 [06357]  οὐχὶ καὶ Χίλωνος τοῦ σοφιστοῦ ἀποφθεγξαμένου ἐγγύα, [6.2.21.6] πάρα δ' ἄτα Ἐπίχαρμος τὴν αὐτὴν γνώμην ἑτέρῳ ὀνόματι προηνέγκατο εἰπών·
 [08795]  [8.9.33.3] εἰ δὲ τὸ <αὐτοτελὲς> αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ [8.9.33.4] συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν.
 [08801]  νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ' αὐτῷ δυναμένῳ κατ' ἰδίαν ποιῆσαι τὸ [8.9.33.9] ἀποτέλεσμα, αἴτιον ὂν σὺν αἰτίῳ.
 [08802]  διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ μὲν συναίτιον <μεθ' ἑτέρου> κατ' ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν ἐν τῷ κατ' ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ' ἰδίαν ποιοῦντι συνεργεῖ<ν> αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»