Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑτέρου [24]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑτέρου


000-00-00 Serial Number=0412554860
Eclogae propheticae Ante [Go Back]  
 [00095]  [16.3] οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ' οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ' αὐτοῦ, τὰ δὲ ὑφ' ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι' ἀνθρώπων καὶ ἐπαίδευσεν δι' ἀνθρώπων.
000-00-00 Serial Number=0695544064
Excerpta ex Theodoto Ante [Go Back]  
 [00236]  ἡ γὰρ συμπάθεια, πάθος τινὸς διὰ πάθος ἑτέρου.
000-00-00 Serial Number=0181232214
Fragmenta Ante [Go Back]  
 [00258]  μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ·
000-00-00 Serial Number=0407700479
Protrepticus Ante [Go Back]  
 [00902]  Ἀλλὰ καὶ ἑτέρου ἐπακοῦσαι θέλεις χρησμῳδοῦ;
000-00-00 Serial Number=0615197539
Stromata Ante [Go Back]  
 [00871]  ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
 [02764]  Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν [3.2.11.2] θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου.
 [03938]  καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω μόνον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου, ὡς ποιεῖν ὁμοῦ [4.7.54.3] καὶ διδάσκειν δύνασθαι οἰκοδομοῦντα καὶ ἐποικοδομοῦντα.
 [03940]  συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου.
 [04238]  συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, γνωστικὴ γάρ, ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίᾳ μιμούμενος ὃ μὴ [4.15.98.3] γινώσκει, καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος.
 [04365]  ὁ ταπεινόφρων μαρτυρείτω μὴ ἑαυτῷ, ἀλλ' ἐάτω ὑφ' ἑτέρου αὑτὸν μαρτυρεῖσθαι ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ [4.17.110.5] ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν.
 [04931]  ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου [5.2.14.2] μετὰ τὴν τελευτὴν ἔχειν οἴεται.
 [05428]  [5.11.68.5] ἕτερος (δὲ) ἐξ ἑτέρου σοφὸς τό τε πάλαι τό τε νῦν, φησὶ Βακχυλίδης ἐν τοῖς Παιᾶσιν·
 [05701]  πυθομένου δὲ ἑτέρου, εἰ λανθάνει τὸ θεῖον πράσσων τι ἄνθρωπος, καὶ πῶς, εἶπεν, ὅς γε οὐδὲ διανοούμενος;
 [05742]  [5.14.100.2] πάλιν τε αὖ ὁ αὐτός τε εἴ σε (ἔφη) ὁ Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας, [5.14.100.3] Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει Ἥφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅτ<τ>ι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον.
 [06510]  κελεύσαντος δὲ τοῦ Ἀλεξάνδρου καὶ τὸν δέκατον εἰπεῖν τι (δικαστὴς γὰρ ἦν), ἕτερος, ἔφη, ἑτέρου χεῖρον εἶπεν.
 [06853]  κατ' ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κʹ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κεʹ, τρίτου [6.11.85.3] δὲ πενταγώνου τοῦ λεʹ, τετάρτου δὲ ἑξαγώνου τοῦ μεʹ.
 [07524]  οὔθ' ὑφ' ἑτέρου κωλυθείη ποτ' ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός.
 [08217]  οὐκ ἄρα [7.13.82.5] ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν.
 [08345]  τὴν ἀρχὴν δ' εἴ τις ἑτέρου δεῖσθαι ὑπολάβοι, οὐκέτ' ἂν ὄντως ἀρχὴ φυλαχθείη.
 [08574]  εἰ δὲ δυοῖν τρόποιν ὑπαρχόντοιν, ἑτέρου μὲν τοῦ κατ' ἐρώτησίν τε καὶ ἀπόκρισιν, ἑτέρου δὲ τοῦ κατὰ διέξοδον, ἤρνηται τὸ ἕτερον, ἐπακουσάτω πάντα τὰ εἰς τὸ πρόβλημα διεξιόντων ἡμῶν·
 [08724]  οὐκ ἔστι δὲ ἑτέρου μὲν τὸ ποιοῦν, ἑτέρου δὲ τὸ αἴτιον, ἀλλὰ ταὐτοῦ τῆς χλαμύδος καὶ τῆς οἰκίας·
 [08802]  διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ μὲν συναίτιον <μεθ' ἑτέρου> κατ' ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν ἐν τῷ κατ' ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ' ἰδίαν ποιοῦντι συνεργεῖ<ν> αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»