Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔμπροσθεν [19]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔμπροσθεν


000-00-00 Serial Number=0972044885
Excerpta ex Theodoto Ante [Go Back]  
 [00016]  Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν [1.3.2] τῶν ἀνθρώπων.
 [00433]  Ὁ δὲ τοῦ δείπνου μὲν ἀρχιτρίκλινος, τῶν γάμων δὲ παράνυμφος, τοῦ Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς [3.65.2] τοῦ Νυμφίου, χαρᾷ χαίρει.
000-00-00 Serial Number=0404586196
Paedagogus Ante [Go Back]  
 [00517]  ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω [1.6.52.3] κλήσεως ἐν Χριστῷ Ἰησοῦ.
 [03204]  Τότε φανήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε.
000-00-00 Serial Number=0704069197
Protrepticus Ante [Go Back]  
 [00895]  Παραδειγματισθήσονται ἔμπροσθεν τοῦ ἡλίου καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ σαπήσεται ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης, ἃ αὐτοὶ ἠγάπησαν καὶ οἷς αὐτοὶ [8.78.4] ἐδούλευσαν, καὶ ἐμπρησθήσεται ἡ πόλις αὐτῶν.
000-00-00 Serial Number=0451799393
Stromata Ante [Go Back]  
 [00488]  ταῦτα ἦν ἐμποδὼν τοῦ γράφειν ἐμοί, καὶ νῦν ἔτι εὐλαβῶς ἔχω, ᾗ φησιν, ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας βάλλειν μή ποτε καταπατήσωσι τοῖς ποσὶ καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
 [01081]  τούτου δ' αὖ ὁπόσοις ἔτεσι Μωυσῆς προτερεῖ, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται.
 [01243]  δῆλον οὖν ὡς ἐν τῷ ἔμπροσθεν χρόνῳ περιτμηθέντι τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὄνομά τι, ἐκαλεῖτο δὲ Ἰωακείμ.
 [01312]  μετὰ δὲ ταῦτα στῦλος πυρὸς ἑπόμενος (ὡδήγει γὰρ ἔμπροσθεν αὐτῶν) ἦγε νύκτωρ τοὺς Ἑβραίους δι' ἀβάτου, ἐν πόνοις καὶ ὁδοιπορίαις εἴς τε ἀνδρείαν εἴς τε καρτερίαν γυμνάζων καὶ συμβιβάζων αὐτούς, ἵνα καὶ χρηστὰ τὰ τῆς χώρας μετὰ τὴν πεῖραν τῶν δοκούντων δεινῶν φανῇ, εἰς ἣν ἐξ ἀνοδίας [1.24.162.1] παρέπεμπεν αὐτούς.
 [02832]  παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς [3.3.20.1] ζῴοις ἐναπεργάζεται.
 [03185]  οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν, ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις [3.8.62.2] ἀπολάβῃ.
 [03545]  καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ [3.18.108.1] τῷ ἀνδρί, μεθ' ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπών·
 [04046]  λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
 [04049]  πᾶς οὖν ὅστις ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ [4.9.70.4] ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
 [04071]  καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι ἀπὸ διαθέσεως [4.9.73.2] πεπιστευκέναι φαίνονται·
 [05577]  περὶ γὰρ θεῶν ὁρατῶν τε καὶ γενητῶν ποιησάμενος τὸν λόγον ἐν τῷ Τιμαίῳ περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν φησὶ μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων.
 [08411]  οὐ γὰρ ἂν ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ' ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ' ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»