[00149]
|
οὔτε γὰρ ὁ ἔχων τὴν ἀρετὴν χρῄζει τῆς ἐπὶ τὴν ἀρετὴν ἔτι ὁδοῦ οὔθ' ὁ ἐρρωμένος [1.1.17.4] ἀναλήψεως.
|
[01300]
|
βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἑκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ δι' αὐτοῦ πιστεύοντας προσιέμενος.
|
[01342]
|
ὁ γὰρ νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς γνῶσιν συντείνας βιώσειεν, κατευθύνας μὲν τὸν βίον ἔργοις ἀγαθοῖς, ἀτιμάσας δὲ τὰ ἐναντία τά τε πρὸς ἀλήθειαν [1.25.166.4] συλλαμβανόμενα μεθέπων μαθήματα.
|
[01524]
|
ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ·
|
[01577]
|
πῶς δ' ἂν μὴ ἔχων τις πρόληψιν οὗ ἐφίεται μάθοι περὶ οὗ ζητεῖ;
|
[01661]
|
ὃ δὲ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω λέγει.
|
[01723]
|
ταύτην, ἔφη, παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυά γησαν, ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.
|
[02167]
|
εἰκότως ἔτι περὶ τούτων διαλαβόντες τῶν ἀρετῶν περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι, ὅτι ὁ μίαν ἔχων ἀρετὴν γνωστικῶς πάσας ἔχει διὰ τὴν [2.18.80.4] ἀντακολουθίαν.
|
[02175]
|
ὁ γὰρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐνδεὲς διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτειαν [2.18.81.3] δεῖσθαι δεδιδαγμένος.
|
[02201]
|
ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ, ἐνέχυρον μετὰ βίας ληψόμενος, ἀλλ' ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δὲ ἔχων [2.18.85.3] μὴ ἀναδυέσθω.
|
[02419]
|
ἐπειδὰν δὲ ἐπισκέψηται αὐτὴν ὁ μόνος ἀγαθὸς πατήρ, ἡγίασται καὶ φωτὶ διαλάμπει, καὶ οὕτω μακαρίζεται ὁ ἔχων τὴν τοιαύτην καρδίαν, ὅτι ὄψεται τὸν θεόν.
|
[02560]
|
ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν πάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος·
|
[02828]
|
ἀλλ' ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν·
|
[02871]
|
ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι, ἀλλ' ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ [3.4.25.4] Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον.
|
[02872]
|
πῶς οὖν σαρκίον ἔχων νεκρὸν οὐκ εἶχεν;
|
[02875]
|
ὡραίαν, φασί, γυναῖκα ἔχων οὗτος, μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆρος πρὸς τῶν ἀποστόλων ὀνειδισθεὶς ζηλοτυπίαν, εἰς μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι [3.4.25.7] τῷ βουλομένῳ ἐπέτρεψεν.
|
[02997]
|
καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπὶ τῷ [3.5.43.1] κυρίῳ ἁγνίζει, φησίν, ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.
|
[03112]
|
τίς αὐτῶν μηλωτὴν καὶ ζώνην δερματίνην ἔχων περιέρχεται ὡς Ἠλίας;
|
[03224]
|
συνέχομαί τε ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ [3.9.65.3] κρεῖττον·
|
[03840]
|
ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ τούτῳ ἑκὼν ἑαυτὸν [4.7.43.4] πέπρακεν·
|
[03903]
|
εἴη δ' ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον·
|
[04128]
|
ἔχων μὲν <γὰρ> ἐν ἑαυτῷ τὸ ἁμαρτητικόν, ἀφορμὴν δὲ πρὸς τὸ ἡμαρτηκέναι μὴ λαβὼν οὐχ ἡμάρτανεν.
|
[04804]
|
πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα [5.1.2.2] ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει.
|
[04825]
|
ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ' αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος [5.1.4.4] τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ.
|
[05383]
|
[5.10.63.8] ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ·
|
[05650]
|
πότερον ἦν, ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχῆς τινος ἀρξάμενος;
|
[05882]
|
κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδέ πως ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου·
|
[05971]
|
ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν.
|
[06481]
|
[6.4.35.4] Μετὰ δὲ τὸν ᾠδὸν ὁ [20,] ὡροσκόποςὡρολόγιόν τε μετὰ χεῖρα καὶ φοίνικα ἀστρολογίας ἔχων σύμβολα, πρόεισιν.
|
[06483]
|
[6.4.36.1] Ἑξῆς δὲ ὁ ἱερογραμματεὺς προέρχεται, ἔχων πτερὰ ἐπὶ τῆς κεφαλῆς βιβλίον τε ἐν χερσὶ καὶ κανοῦν, ἐν ᾧ τό τε γραφικὸν μέλαν καὶ σχοῖνος ᾗ γράφουσι.
|
[06485]
|
[6.4.36.2] Ἔπειτα ὁ [20στολιστὴς] τοῖς προειρημένοις ἕπεται, ἔχων τόν τε τῆς δικαιοσύνης πῆχυν καὶ τὸ σπονδεῖον.
|
[06516]
|
γινώσκετε οὖν ὅτι εἷς θεός ἐστιν, ὃς ἀρχὴν πάντων ἐποίησεν, καὶ τέλους ἐξουσίαν ἔχων·
|
[06778]
|
ὃ δ' ἐν οἷς ἔσται, δι' ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, [6.9.73.5] ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν.
|
[06779]
|
εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ' ἄρα ζηλώσει [6.9.73.6] ἐξομοιωθῆναι τοῖς καλοῖς <τὸ> εἶναι δι' ἀγάπης ἔχων τοῦ κάλλους.
|
[06793]
|
καθάπερ προωρισμένως κεῖται δι' ὧν πράξει καὶ οὗ τεύξεται, οὕτως καὶ αὐτὸς προορίσας ἔχει δι' ὧν ἔγνω ὃν ἠγάπησεν, οὐκ ἔχων δυστέκμαρτον τὸ μέλλον, καθάπερ οἱ πολλοὶ στοχαζόμενοι βιοῦσιν, ἀπειληφὼς δὲ [6.9.77.1] διὰ πίστεως γνωστικῆς, ὃ τοῖς ἄλλοις ἄδηλον.
|
[06953]
|
[6.12.98.2] αὐτίκα ὁ μὲν κακὸς φύσει, ἁμαρτητικὸς διὰ κακίαν γενόμενος, φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο·
|
[06997]
|
τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι, ἐπεὶ καὶ ὁ θεός, οὐχ ᾗ φύσει ἀγαθός ἐστι, ταύτῃ μένει μακάριος καὶ ἄφθαρτος, οὔτε πράγματ' ἔχων οὔτε ἄλλῳ παρέχων, ποιῶν δὲ ἰδίως ἀγαθά, θεὸς ὄντως καὶ πατὴρ ἀγαθὸς ὤν τε καὶ γινόμενος ἐν ἀδιαλείπτοις εὐποιίαις, ἐν ταὐτότητι τῆς ἀγαθωσύνης ἀπαραβάτως μένει.
|
[07074]
|
ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, οὐ πάντων εἶναι τὸ ἀκούειν καὶ συνιέναι [6.15.116.1] λέγων.
|
[07088]
|
οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ <ἐγ>καταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην [6.15.118.2] τροφὴν καὶ καλλιέλαιος γίνεται.
|
[07640]
|
[7.4.24.2] ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος.
|
[07855]
|
ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκώς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχὴς τῇ πανσθενεῖ δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς [7.7.44.6] ἀορίστου ἀγάπης ἥνωται τῷ πνεύματι.
|
[08015]
|
[7.11.63.1] Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκειν βιαζόμενος, τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ' ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ' ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα, μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη, [7.11.63.2] εἰς κατάληψιν δὲ ἐλπιζόμενα.
|
[08043]
|
ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται, ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορ μὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ' ὅπως (εὐστομεῖν γὰρ δίκαιον), οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν, ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες, καὶ τὴν κλῆσιν ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι βεβαιοῦσιν καὶ τὸν ἄνδρα ἐν τῇ κατὰ ἀλήθειαν [7.11.67.1] λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.
|
[08063]
|
οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς τε τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν [7.12.69.2] πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται.
|
[08130]
|
ἔχων οὖν ὁ γνωστικὸς ἔναυλον τὴν φωνὴν τὴν λέγουσαν, ὃν ἐγὼ πατάξω, σὺ [7.12.74.6] ἐλέησον, καὶ τοὺς μισοῦντας αἰτεῖται μετανοῆσαι·
|
[08208]
|
ὁ τοιοῦτος τὸν ἐπικουφισμὸν τούτοις αἰτούμενος, ἅτε τὸ ἐξαίρετον τῆς γνώσεως ἔχων, οὐ διὰ κενοδοξίαν, ἀλλὰ δι' αὐτὸ τὸ εἶναι γνωστικός, αὐτὸς ἐργάζεται τὴν εὐποιίαν, ὄργανον γενόμενος τῆς τοῦ θεοῦ ἀγαθότητος.
|
[08217]
|
οὐκ ἄρα [7.13.82.5] ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν.
|
[08236]
|
τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
|