000-00-00 Serial Number=0413158953
[00777]
|
Ἐπεὶ δ' οἱ μὲν πρὸς χάριν ὁμιλοῦντες ὀλίγον ἀγαπῶσιν ὃ μὴ λυποῦσιν, οἱ δὲ πρὸς ὠφέλειαν ἐπιστύφοντες, εἰ καὶ παραυτίκα λυπηροί, ἀλλὰ εἰς τὸν ἔπειτα εὐεργετοῦσιν αἰῶνα, οὐ τὴν παραυτίκα ἡδονὴν ὁ κύριος, ἀλλὰ τὴν μέλλουσαν ἐσκόπησε τρυφήν.
|
[01078]
|
Αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ.
|
[01519]
|
Πᾶσαν δὲ ἁπαξαπλῶς ἀνελεύθερον ὄψιν τε καὶ ἀκοὴν καὶ συνελόντι φάναι αἴσθησιν ἀκρασίας αἰσχράν, τὴν ὡς ἀληθῶς ἀναισθησίαν, ἐκκοπτέον εὖ μάλα, τὴν ἐν ὄμμασιν καὶ ἐν ὠσὶν γαργαλίζουσαν καὶ ἀποθηλύνουσαν ἡδονὴν εὐλαβουμένους·
|
[02216]
|
[2.10βις.110.2] Πρὸς οὐδεμίαν δὲ ὅλως ὁ ἑπόμενος τῷ λόγῳ αἰσχρὰν ἡδονὴν οἰκειώσεται·
|
[02497]
|
ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, φησίν, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, τὸ ῥεῦμα τῆς ἡδυπαθείας φυλάξασθαι παραινῶν, ἵνα πολὺν ζήσωμεν χρόνον, προστεθῇ δὲ ἡμῖν ἔτη ζωῆς, εἴτε ἀλλοτρίαν ἡδονὴν μὴ θηρωμένοις [3.2.10.1] εἴτε καὶ τὰς αἱρέσεις ἐκτρεπομένοις.
|
[02768]
|
τὸ γὰρ τὴν ἡδονὴν νομίζειν ἀγαθὸν ἀπειροκαλίας ἐστὶ τελείας, φιλοπλουτία δὲ ἐξίστησι τῆς ὀρθῆς διαίτης τὸν ἄνθρωπον ἀπερυθριᾶν πρὸς τὰ αἰσχρὰ ἀναπείθουσα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίον τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων [3.7.37.3] πᾶσαν πάντως παρέχειν πλησμονήν.
|
[02847]
|
ἄρδην γὰρ τὴν ἀναίσχυντον ἡδονὴν ἐκκοπτέον.
|
[03074]
|
Ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην [3.11.75.4] κακόχαρτον ἡδονὴν χαίρουσιν.
|
000-00-00 Serial Number=0440252781
[00431]
|
Τὰ μὲν γὰρ εἰ καὶ θηρία, ἀλλ' οὐ μοιχικά, ἀλλ' οὐ μάχλα, παρὰ φύσιν δὲ θηρεύει ἡδονὴν οὐδὲ ἕν.
|
000-00-00 Serial Number=0145043075
[00449]
|
βλέπετε οὖν μή τις ἔσται ὑμᾶς ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα [1.11.50.6] τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειον, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων, πρόνοιαν ἀναιροῦσαν καὶ ἡδονὴν ἐκθειάζουσαν, καὶ εἰ δή τις ἄλλη τὰ στοιχεῖα ἐκτετίμηκεν μὴ ἐπιστήσασα τὴν [1.11.51.1] ποιητικὴν αἰτίαν τούτοις, μηδὲ ἐφαντάσθη τὸν δημιουργόν.
|
[02235]
|
οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι.
|
[02331]
|
τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν, οἳ δὲ τὸ καθ' [2.19.102.1] ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.
|
[02400]
|
[2.20.111.3] Αἱ τοίνυν δυνάμεις, περὶ ὧν εἰρήκαμεν, κάλλη καὶ δόξας καὶ μοιχείας καὶ ἡδονὰς καὶ τοιαύτας τινὰς φαντασίας δελεαστικὰς προτείνουσι ταῖς εὐεπιφόροις ψυχαῖς, καθάπερ οἱ ἀπελαύνοντες τὰ θρέμματα θαλλοὺς προσείοντες, εἶτα, κατασοφισάμεναι τοὺς μὴ διακρίνειν δυνηθέντας τὴν ἀληθῆ ἀπὸ ψεύδους ἡδονὴν καὶ τὸ ἐπίκηρόν τε καὶ [2.20.111.4] ἐφύβριστον ἀπὸ τοῦ ἁγίου κάλλους, ἄγουσιν δουλωσάμεναι.
|
[02441]
|
οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός [2.20.117.6] (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ [2.20.118.1] κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι' αὐτῆς ἐν αὐτῇ.
|
[02447]
|
οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς [2.20.118.6] ἀποστολικοῦ μεταδιωκόντων.
|
[02464]
|
πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου [2.20.120.5] Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες;
|
[02511]
|
ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἶναι λέγει·
|
[02515]
|
Ἐπίκουρος μὲν οὖν καὶ οἱ Κυρηναϊκοὶ τὸ πρῶτον οἰκεῖόν φασιν ἡδονὴν εἶναι·
|
[02517]
|
[2.21.128.2] φασίν, ἡ ἀρετὴ ἡδονὴν ἐνεποίησε.
|
[02880]
|
λέγουσι γοῦν καὶ τὸν Ματθίαν οὕτως διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παραχρῆσθαι μηθὲν αὐτῇ πρὸς ἡδονὴν ἀκόλαστον ἐνδιδόντα, ψυχὴν δὲ αὔξειν διὰ πίστεως καὶ γνώσεως.
|
[03002]
|
οὐδὲ γὰρ συνᾴδειν ποτὲ δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν ἢ καὶ μόνον καλὸν τὸν κύριον καὶ μόνον [3.5.43.3] ἀγαθὸν τὸν θεὸν καὶ μόνον ἐραστόν.
|
[03684]
|
ἐν ταύτῃ γὰρ μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τό γε μὴ εἶναι τὴν ἡδονὴν ἀγα θὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναί τινας ἡδονάς.
|
[03688]
|
ὥστε τὴν ἐπιστήμην εἶναι τὸ ἀγαθόν, οὐ τὴν [4.5.23.1] ἡδονήν, δι' ἣν ἔστιν ὅτε καὶ τὴν ποιὰν ἡδονὴν αἱρησόμεθα.
|
[03689]
|
αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δι' ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται.
|
[04720]
|
[4.26.163.1] Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην καὶ τὴν τῶν αἰσθήσεων ὀργανοποιίαν πρὸς γνῶσιν συντείνουσαν τά τε μέλη καὶ μέρη πρὸς [4.26.163.2] τὸ καλόν, οὐ πρὸς ἡδονὴν εὔθετα.
|
[06742]
|
ὅθεν αἵ τε αἱρέσεις παρ' ἡμῖν συνανεφύησαν τῷ γονίμῳ πυρῷ οἵ τε τὴν Ἐπικούρου ἀθεότητα καὶ τὴν ἡδονὴν καὶ ὅσα ἄλλα παρὰ τὸν ὀρθὸν λόγον ἐπέσπαρται τῇ Ἑλληνικῇ φιλοσοφίᾳ κηρύσσοντες νόθοι τῆς [6.8.68.1] θεόθεν δωρηθείσης γεωργίας Ἕλλησιν ὑπάρχουσι καρποί.
|
[08095]
|
ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ [7.12.71.6] ἐνέργημα τερπνὸν ὑφορᾶται;
|
[08368]
|
ἀλλ', ὡς ἔοικεν, πᾶσα αἵρεσις ἀρχὴν ὦτα ἀκούοντα οὐκ ἔχει τὸ σύμφορον, μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα, ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ [7.16.98.5] πείθεσθαι τῇ ἀληθείᾳ μόνον ἠβουλήθη.
|
[08476]
|
ἐοίκασι δέ πως οἱ Στρωματεῖς οὐ παραδείσοις ἐξησκημένοις ἐκείνοις τοῖς ἐν στοίχῳ καταπεφυτευμένοις εἰς ἡδονὴν ὄψεως, ὄρει δὲ μᾶλλον συσκίῳ τινὶ καὶ δασεῖ κυπαρίσσοις καὶ πλατάνοις δάφνῃ τε καὶ κισσῷ, μηλέαις τε ὁμοῦ καὶ ἐλαίαις καὶ συκαῖς καταπεφυτευμένῳ, ἐξεπίτηδες ἀναμεμιγμένης τῆς φυτείας καρποφόρων τε ὁμοῦ καὶ ἀκάρπων δένδρων διὰ τοὺς ὑφαιρεῖσθαι καὶ κλέπτειν τολμῶντας τὰ ὥρια, ἐθελούσης [7.18.111.2] λανθάνειν τῆς γραφῆς.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»