Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἡμέραν [52]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἡμέραν


000-00-00 Serial Number=0989385128
Excerpta ex Theodoto Ante [Go Back]  
 [00154]  Ἠγαλλιάσατο γάρ, φησίν, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, τὴν ἐν σαρκὶ [1.18.2] παρουσίαν·
000-00-00 Serial Number=0981044471
Fragmenta Ante [Go Back]  
 [00268]  καὶ μεθ' ἡμέραν πολλάκις μὲν μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ·
000-00-00 Serial Number=0651757360
Paedagogus Ante [Go Back]  
 [00044]  ἐλέησόν με, κύριε, ὅτι πρὸς [1.2.6.2] σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
 [00284]  Καθ' ὅσον μὲν οὖν δυνατὸν ἐν τῷδε τῷ κόσμῳ, ὃν ἐσχάτην ἡμέραν ᾐνίξατο εἰς τότε τηρούμενον ὅτε παύσεται, τελείους ἡμᾶς γενέσθαι πιστεύομεν.
 [01316]  [2.2.21.2] Οἱ δὲ ἀκμάζοντες μεθ' ἡμέραν μὲν ἀρίστου μεταλαβόντες, οἷς κατάλληλον τὸ ἄριστον, ἄρτου μόνον ἀπογευσάμενοι ἀπεχέσθων πάμπαν τοῦ ποτοῦ πρὸς τὸ ἀναπίνεσθαι τὴν περιττὴν ὑγρότητα [2.2.21.3] αὐτῶν ἀνασφογγιζομένην ξηροφαγίᾳ.
 [01323]  Τὸ τηνίκα δὲ ψυχρότερον καὶ τὸ περιέχον παρὰ τὸ μεθ' ἡμέραν γίγνεται, ὡς δεῖν ὑποτρέφειν τὴν ἐκλείπουσαν ἔμφυτον ἀλέαν ἐπεισάκτῳ θερμότητι, ὀλίγῳ δὲ τῷ οἴνῳ κἀνταῦθα·
 [01928]  Μακάριος ἄνθρωπος, φησὶν ἡ σοφία, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
 [01946]  καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὑτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον , πολλοῦ γε δεῖ μεθ' ἡμέραν ἐπιτρέπειν καθεύδειν τοῖς καὶ τῆς νυκτὸς τὸ πλεῖστον εἰς ἐγρήγορσιν ἀποτεμνομένοις.
 [02077]  [2.10.96.2] Ἀλλ' οἷς γε συγκεχώρηται γῆμαι, τούτοις ἐδέησεν παιδαγωγοῦ, ὡς μὴ μεθ' ἡμέραν τὰ μυστικὰ τῆς φύσεως ἐκτελεῖσθαι ὄργια μηδὲ ἐξ ἐκκλησίας, φέρε, ἢ ἀγορᾶς ἥκοντα ἑωθινὸν ἀλεκτρυόνος ὀχεύειν δίκην, ὁπηνίκα εὐχῆς καὶ ἀναγνώσεως καὶ τῶν μεθ' ἡμέραν εὐεργῶν ἔργων ὁ καιρός·
 [02082]  οὐδὲν γὰρ τῆς ἱστουργούσης Πηνελόπης διοίσομεν, μεθ' ἡμέραν μὲν τὰ σωφροσύνης ἐξυφαίνοντες δόγματα, νυκτὸς δὲ ἀναλύοντες, ἐπὴν εἰς κοίτην ἴωμεν·
 [02170]  [2.10βις.105.1] Ἄνθρωπος γοῦν ἦν τις, ὁ κύριος διηγούμενος λέγει, πλούσιος σφόδρα, ὃς ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς·
 [02450]  αἳ τῆς παρὰ μὲν τοῖς ἀνδράσιν οἰκουρίας ὀλίγα φροντίζουσιν, λύσασαι δὲ τἀνδρὸς τὸ βαλλάντιον ἐκτρέπουσι τὰς χορηγίας εἰς ἐπιθυμίας, ὡς πολλοὺς ἔχοιεν τοῦ καλαὶ δοκεῖν εἶναι μάρτυρας, καὶ τὴν πᾶσαν ἡμέραν κομμωτικῇ προσκαθεζόμεναι ἀργυρωνήτοις σχολάζουσιν ἀνδραπόδοις.
 [02451]  [3.2.6.1] Καθάπερ οὖν ὄψον πονηρὸν ἡδύνουσι τὴν σάρκα καὶ τὴν μὲν ἡμέραν κομμωτικῇ προστετήκασι θαλαμευόμεναι, μὴ ἐλεγχθῶσιν ξανθιζόμεναι, ἑσπέρας δὲ καθάπερ ἐκ φωλεοῦ πρὸς τὸν λύχνον τὸ νόθον τοῦτο προσέρπει κάλλος·
 [02492]  Ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σεσηρέν' ἄν τε βούλητ' ἄν τε μή.
 [02610]  Ἀνδρὶ δὲ βουλομένῳ εἶναι καλῷ τὸ κάλλιστον ἐν ἀνθρώπῳ τὴν διάνοιαν κοσμητέον, ἣν καθ' ἑκάστην ἡμέραν εὐπρεπεστέραν ἐπιδεικτέον·
 [03211]  Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὐτοῦ·
 [03350]  νύκτωρ, καθ' ἡμέραν, εἰς τὴν τελείαν ἡμέραν, αἰνοῦντας εὐχάριστον αἶνον τῷ μόνῳ πατρὶ καὶ υἱῷ, υἱῷ καὶ πατρί, παιδαγωγῷ καὶ διδασκάλῳ υἱῷ, σὺν καὶ τῷ ἁγίῳ πνεύματι.
000-00-00 Serial Number=0890045941
Protrepticus Ante [Go Back]  
 [00977]  σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τοῦ καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασαν οἱ [9.84.4] πατέρες ὑμῶν ἐν δοκιμασίᾳ.
 [00989]  τὸ δὲ σήμερον καθ' ἑκάστην [αὐτοῦ] αὔξεται [9.84.6] τὴν ἡμέραν, ἔστ' ἂν ἡ σήμερον ὀνομάζηται.
000-00-00 Serial Number=0861398458
Quis dives salvetur Ante [Go Back]  
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
 [00253]  ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν καὶ ἀπόλαυσιν ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, εἰς ἃ ἐπιθυ μοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν ὁ θεὸς τοῖς [23.4] ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις, ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὗ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμ βάνει, καὶ πόμα καθ' ἡμέραν ἐνδιδοὺς ἀθανασίας·
000-00-00 Serial Number=0576186121
Stromata Ante [Go Back]  
 [01181]  Γάιος Ἰούλιος Καῖσαρ ἔτη γʹ μῆνας δʹ ἡμέρας ʹ, μεθ' ὃν Αὔγουστος ἐβασίλευσεν ἔτη μʹ μῆνας δʹ ἡμέραν μίαν, ἔπειτα Τιβέριος ἔτη κʹ μῆνας ʹ ἡμέρας ιθʹ, ὃν διαδέχεται Γάιος Καῖσαρ ἔτη τρία μῆνας ιʹ ἡμέρας ὀκτώ·
 [01182]  τοῦτον Κλαύδιος ἔτη ιγʹ μῆνας ηʹ ἡμέρας κηʹ, Νέρων ἔτη ιγʹ μῆνας ὀκτὼ ἡμέρας κηʹ, Γάλβας μῆνας ἑπτὰ ἡμέρας ʹ, Ὄθων μῆνας εʹ ἡμέραν αʹ, Οὐιτέλλιος μῆνας ἑπτὰ ἡμέραν αʹ, Οὐεσπεσιανὸς ἔτη ιαʹ μῆνας ιαʹ ἡμέρας κβʹ, Τίτος ἔτη βʹ μῆνας βʹ, ∆ομιτιανὸς ἔτη ιεʹ μῆνας ηʹ ἡμέρας εʹ, Νέρβας ἔτος αʹ μῆνας δʹ ἡμέρας ιʹ, Τραϊανὸς ἔτη ιθʹ μῆνας ζʹ ἡμέρας ιεʹ, Ἀδριανὸς ἔτη κʹ μῆνας ιʹ ἡμέρας κηʹ, Ἀντωνῖνος ἔτη κβʹ μῆνας τρεῖς ἡμέρας ζʹ, Μᾶρκος Αὐρήλιος [1.21.144.5] Ἀντωνῖνος ἔτη ιθʹ ἡμέρας ιαʹ, Κόμοδος ἔτη ιβʹ μῆνας θʹ ἡμέρας ιδʹ.
 [01196]  εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἥν φασιν ἔτους κηʹ Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.
 [01197]  [1.21.146.1] Οἱ δὲ ἀπὸ Βασιλείδου καὶ τοῦ βαπτίσματος αὐτοῦ τὴν ἡμέραν [1.21.146.2] ἑορτάζουσι προδιανυκτερεύοντες <ἐν> ἀναγνώσεσι.
 [01847]  ἐξεπέτασα τὰς χεῖράς [2.9.43.3] μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
 [02178]  ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ' ἡμέραν καί, εἴ που μαρτυρίου δι' αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.
 [02356]  μαρτυρήσει νύκτωρ, μαρτυρήσει μεθ' [2.20.104.2] ἡμέραν·
 [02463]  οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθ' ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς [2.20.120.4] ἐπιβουλεύουσα καὶ δάκνουσα.
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [03169]  ἀλλ' οἳ μὲν αὐτῶν καθ' ἑκάστην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται, ἔνιοι δ' αὐτῶν διὰ τριῶν ἡμερῶν, ὥς φησιν Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖς·
 [03883]  [4.7.47.5] καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
 [04574]  [4.22.141.4] ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τάς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικῶς.
 [05072]  τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτη ταράσσεσθαι παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινος μηδὲ μὴν ὕπνου μεθ' [5.5.28.2] ἡμέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι.
 [05259]  [5.8.49.2] μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ.
 [05432]  πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ [5.11.69.2] στοχάζεσθαι τοῦ συμφέροντος·
 [05789]  πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ [5.14.105.3] Ἡρακλείτῳ.
 [05796]  τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται·
 [05799]  ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν.
 [05932]  ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν.
 [05949]  [5.14.121.2] Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ' ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ ∆ίκη.
 [06059]  [5.14.133.7] Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ' ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς [5.14.133.8] αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι.
 [06503]  ὁ δὲ πέμπτος ἐρωτηθείς, πότερον οἴεται τὴν ἡμέραν πρότερον ἢ τὴν νύκτα γεγονέναι, εἶπεν·
 [06529]  καὶ ἐὰν μὴ σελήνη φανῇ, σάββατον οὐκ ἄγουσι τὸ λεγόμενον πρῶτον, οὐδὲ νεομηνίαν ἄγουσιν οὔτε ἄζυμα οὔτε ἑορτὴν οὔτε [6.5.41.4] μεγάλην ἡμέραν.
 [07228]  [6.16.137.4] τρίτος δέ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἑβδόμην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον κακοπάθειαν·
 [07230]  ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἑτοιμάζουσα τὴν ἀρχέ γονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα [6.16.138.2] κληρονομεῖται.
 [07776]  τοιοῦτος ὁ πάντῃ παρεῖναι τὸν θεὸν πεπεισμένος, οὐχὶ δὲ ἐν τόποις τισὶν ὡρισμένοις κατακεκλεισμένον ὑπολαβών, ἵνα δὴ χωρὶς αὐτοῦ ποτε οἰηθεὶς εἶναι καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἀκολασταίνῃ.
 [08148]  οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακὴν ἐκείνην τὴν ἡμέραν ποιεῖ, ὅταν ἀποβάλλῃ φαῦλον νόημα καὶ γνωστικὸν [7.12.76.5] προσλάβῃ, τὴν ἐν αὑτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων.
 [08463]  τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν τὰ λόγια τοῦ θεοῦ νύκτωρ καὶ μεθ' ἡμέραν μελετώντων καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ, ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν [7.18.109.3] καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»