Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἤδη [292]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἤδη


000-00-00 Serial Number=0466907978
Eclogae propheticae Ante [Go Back]  
 [00053]  τὸ γὰρ συμφέρον ἑκάστῳ τοῦτο ἤδη παρέχει, ὡς ἰατρὸς ἀρρωστοῦντι, [9.2] ὡς πατὴρ ἀτακτοῦντι τῷ παιδί.
 [00061]  [12.1] Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ δι' ὧν ἔχομεν βεβαίως ἐλπίζομεν·
 [00074]  οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν, ἐπεὶ μηδέπω εἴληφεν·
 [00102]  [18.2] ἤδη δὲ μεταβάλλει καὶ ὥρας καὶ καιροὺς καὶ καρποὺς καὶ στοιχεῖα.
 [00105]  ἔμαθεν λέγειν πάτερ ἡμῶν, τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον ἐλευθερώσας καὶ δι' ἀγάπης προκόψας εἰς υἱοθεσίαν, αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο [19.2] βεῖτο πρότερον·
 [00166]  [29.3] φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις, καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθη τήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμι κοῖς ὀργάνοις.
 [00248]  ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.
000-00-00 Serial Number=0453749359
Excerpta ex Theodoto Ante [Go Back]  
 [00036]  [1.5.5] Καὶ ἔτι ἡ μὲν ἐν τῷ Ὄρει φωνή, τοῖς ἤδη συν ιεῖσιν ἐκλεκτοῖς ἐγένετο·
 [00224]  [1.27.3] Γυμνὴ δὲ ἡ ψυχὴ ἐν δυνάμει τοῦ συνειδότος, οἷον σῶμα τῆς δυνάμεως γενομένη, μεταβαίνει εἰς τὰ πνευματικά, λογικὴ τῷ ὄντι καὶ ἀρχιερα τικὴ γενομένη, ὡς ἂν ἐμψυχουμένη ὡς εἰπεῖν ὑπὸ τοῦ Λόγου προσεχῶς ἤδη, καθάπερ οἱ Ἀρχάγγελοι τῶν Ἀγγέλων ἀρχιερεῖς γενόμενοι, καὶ τούτων πάλιν οἱ Πρωτόκτιστοι.
 [00226]  Τὴν γοῦν ἀγγελικὴν διδασκαλίαν ὑπερβᾶσα καὶ τὸ Ὄνομα τὸ διδασκόμενον ἐγγράφως, ἐπὶ τὴν γνῶσιν καὶ κατάληψιν τῶν πραγμάτων ἔρχεται, οὐκέτι νύμφη, ἀλλ' ἤδη Λόγος γενόμενος καὶ παρὰ τῷ νυμφίῳ καταλύων μετὰ τῶν Πρωτοκλήτων καὶ Πρωτοκτίστων, φίλων μὲν δι' ἀγάπην, υἱῶν δὲ διὰ τὴν διδασκαλίαν καὶ ὑπακοήν, ἀδελφῶν δὲ διὰ τὸ τῆς γενέσεως κοινόν.
 [00354]  ὁμοίως δὲ καὶ εὐνοεῖν αὐτῷ, μὴ τρέφοντας καὶ ῥωννύντας τῇ τῶν ἁμαρτημάτων ἐξουσίᾳ, ἀλλ' ἐντεῦθεν νεκροῦντας ἤδη καὶ ἐξίτηλον ἀποφαίνοντας ἀποχῇ τῆς πονηρίας, ἵνα ἐν τῇ διαλύσει ταύτῃ διαφο ρηθὲν καὶ διαπνεῦσαν λάθῃ, ἀλλὰ μὴ καθ' αὑτό τινος ὑποστάσεως λαβόμενον, τὴν ἰσχὺν ἔχῃ παράμονον ἐν τῇ [3.53.1] διὰ πυρὸς διεξόδῳ.
 [00436]  Ὅτε ἦμεν ἐν τῇ σαρκί, φησὶν ὁ Ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν.
 [00476]  καὶ εἰς ὃν πρὸ ὀλίγου ἐνήργουν, τοῦτον ἤδη φρίσσουσιν.
 [00508]  εἶτα κρατήσας τούτων καὶ τοῦ Ἄρχοντος αὐτῶν, ὡς ἂν ἤδη βασιλεὺς ἀληθής, ὑπ' [4.85.2] Ἀγγέλων ἤδη διακονεῖται.
 [00509]  Ὁ γὰρ Ἀγγέλων ἐν σαρκὶ κρατήσας εὐλόγως ὑπ' Ἀγγέλων ἤδη δουλεύεται.
 [00522]  [4.86.3] Οὗτοί εἰσιν τὰ παιδία τὰ ἤδη ἐν τῇ κοίτῃ συναναπαυόμενα καὶ αἱ Παρθένοι αἱ φρόνιμοι, αἷς αἱ λοιπαὶ αἱ μέλλουσαι οὐ συνεισῆλθον εἰς τὰ ἡτοι μασμένα ἀγαθά, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι.
000-00-00 Serial Number=0517822385
Fragmenta Ante [Go Back]  
 [00127]  ἤδη δὲ ὡς ὁ μακάριος ἔλεγεν πρεσβύτερος, ἐπεὶ ὁ κύριος.
 [00155]  ὅθεν ὁ Ἰωάννης ἐν ταύτῃ τῇ ἡμέρᾳ εἰκότως ὡς ἂν παρετοιμαζομένους ἤδη ἀπονίψασθαι τοὺς πόδας πρὸς τοῦ κυρίου τοὺς μαθητὰς ἀναγράφει.
 [00193]  Σολομὼν ὁ τοῦ ∆αβὶδ παῖς ἐν ταῖς Βασιλείαις ἐπιγραφομέναις τὴν τοῦ ἀληθινοῦ νεὼ κατασκευὴν συνεὶς οὐ μόνον ἐπουράνιον εἶναι καὶ πνευματικήν, ἤδη δὲ καὶ εἰς τὴν σάρκα διαφέρειν, ἣν ἔμελλεν οἰκοδομεῖν ὁ τοῦ ∆αβὶδ υἱός τε καὶ κύριος εἴς τε τὴν αὑτοῦ παρου σίαν, ἔνθα καθιδρύεσθαι καθάπερ τι ἄγαλμα ἔμψυχον διεγνώκει, εἴς τε τὴν κατὰ σύνοδον πίστεως ἐγειρομένην ἐκκλησίαν, κατὰ λέξιν λέγει·
000-00-00 Serial Number=0439311802
Paedagogus Ante [Go Back]  
 [00012]  ὃ μὲν γὰρ ἐν τοῖς δογματικοῖς δηλωτικὸς καὶ ἀποκαλυπτικός, ὁ διδασκαλικός, πρακτικὸς δὲ ὢν ὁ παιδαγωγὸς πρότερον μὲν εἰς διάθεσιν ἠθοποιίας προὐτρέψατο, ἤδη δὲ καὶ εἰς τὴν τῶν δεόντων ἐνέργειαν παρακαλεῖ, τὰς ὑποθήκας τὰς ἀκηράτους παρεγγυῶν καὶ τῶν πεπλανημένων πρότερον τοῖς ὕστερον ἐπιδεικνὺς τὰς εἰκόνας.
 [00068]  [1.3.8.3] Τί μὲν οὖν ὁ παιδαγωγὸς βούλεται καὶ τί ἐπαγγέλλεται, ἐν ἔργῳ καὶ λόγῳ διακείμενος καὶ ὑπαγορεύσει μὲν τῶν πρακτέων, ἀπαγορεύσει δὲ τῶν ἐναντίων, ἤδη που δῆλον.
 [00095]  τοὺς [1.5.12.3] ἤδη ἐν ἕξει τῶν γνωρίμων παῖδας προσειπών.
 [00104]  Τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ' ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον [1.5.13.3] οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου.
 [00230]  σήμερον ἀναγεννηθεὶς ὁ Χριστὸς ἤδη τέλειός ἐστιν ἤ, ὅπερ ἀτοπώτατον, ἐλλιπής;
 [00256]  Μόνον δὲ ἄρα οἱ πρῶτον ἀρξάμενοι τῶν ὅρων τῆς ζωῆς ἤδη τέλειοι, ζῶμεν δὲ ἤδη οἱ θανάτου κεχωρισμένοι.
 [00289]  Εἰ δὲ ἐνδεῖ τι αὐτῇ, οὐκ ἔστιν ὁλοτελὴς οὐδὲ πίστις ἐστί, σκάζουσα περί τι, οὐδὲ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἄλλα μένει τοὺς πεπιστευκότας, [1.6.29.3] ἀδιακρίτως ἐνταῦθα ἠρραβωνισμένους, ἐκεῖνο δὲ τῷ πιστεῦσαι ἤδη προειληφότες ἐσόμενον, μετὰ τὴν ἀνάστασιν ἀπολαμβάνομεν γενόμενον, ὅπως ἂν ἐκεῖνο πληρωθῇ τὸ λεχθὲν γενηθήτω κατὰ τὴν πίστιν σου.
 [00330]  Τὸ δὲ ὅτε ἤμην νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλάλουν ὡς νήπιος τὴν κατὰ νόμον ἀγωγὴν αἰνίττεται, καθ' ἣν οὐχ ὡς ἁπλοῦς ἤδη, ἀλλ' ὡς ἔτι ἄφρων νήπια μὲν φρονῶν ἐδίωκε, νήπια δὲ λαλῶν [1.6.33.3] ἐβλασφήμει τὸν λόγον.
 [00366]  Πνευματικοὺς μὲν γὰρ τοὺς πεπιστευκότας ἤδη τῷ ἁγίῳ πνεύματι προσεῖπεν, σαρκικοὺς δὲ τοὺς νεοκατηχήτους καὶ μηδέπω κεκαθαρμένους, οὓς ἔτι σαρκικοὺς εἰκότως λέγει ἐπ' ἴσης τοῖς ἐθνικοῖς τὰ σαρκὸς ἔτι [1.6.36.4] φρονοῦντας.
 [00398]  [1.6.39.3] Εἴτε γὰρ τὸ ἐπιχορηγούμενον αἷμα τῷ ἐμβρύῳ καὶ διὰ μητρῴου πρότερον ἐπιπεμπόμενον ὀμφαλοῦ εἴτε αὖ τὸ καταμήνιον αὐτό, ἀποκλεισθὲν τῆς οἰκείας φορᾶς, κατὰ φυσικὴν ἀνάχυσιν χωρεῖν κελεύεται πρὸς τοῦ παντρόφου καὶ γενεσιουργοῦ θεοῦ ἐπὶ τοὺς φλεγμαίνοντας ἤδη μαστοὺς καὶ ὑπὸ πνεύματος ἀλλοιούμενον θερμοῦ ποθεινὴ σκευάζεται τῷ νηπίῳ τροφή, αἷμα τὸ μεταβάλλον ἐστί.
 [00408]  Ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται, καὶ οἱ μαστοί, οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοί, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας·
 [00413]  ὁ δὲ κύριος ὁ Χριστὸς ὁ τῆς παρθένου καρπὸς οὐκ ἐμακάρισεν τοὺς γυναικείους μαστοὺς οὐδὲ ἔκρινεν αὐτοὺς τροφεῖς, ἀλλὰ τοῦ φιλοστόργου καὶ φιλανθρώπου πατρὸς ἐπομβρήσαντος τὸν λόγον [1.6.42.1] αὐτὸς ἤδη τροφὴ γέγονεν πνευματικὴ τοῖς σώφροσιν.
 [00480]  Καὶ γὰρ αὐτῆς ἤδη τῆς γῆς ὑπὸ μὲν ἐπομβρίας κατακλυσθὲν ἀποσύρεται τὸ σπέρμα, διὰ δὲ αὐχμὸν νοτίδος ἀποξηραίνεται, κολλώδης δὲ ὁ χυμὸς ὢν συνέχει τὸ σπέρμα [1.6.48.3] καὶ φύει.
 [00495]  Ὡς δ' ἐξ αἵματος γάλα κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφές, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ποιμνίων ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν.
 [00515]  οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ.
 [00778]  Ἐπίωμεν δὲ ἤδη καὶ τὸν τρόπον αὐτοῦ τῆς φιλανθρώπου παιδαγωγίας μετὰ μαρτυρίας προφητικῆς.
 [00947]  Ὥστε ἀγαθὸς μὲν ὁ θεὸς δι' ἑαυτόν, δίκαιος δὲ ἤδη δι' ἡμᾶς, καὶ τοῦτο ὅτι ἀγαθός.
 [00966]  Ἀλλὰ γὰρ τὸ μὲν ψεκτικὸν καὶ ἀποτρεπτικὸν εἶδος ὑποδέδεικται ἡμῖν ἤδη πρότερον, νῦν δὲ αὖ τὸ προτρεπτικὸν καὶ ἐπαινετικὸν μεταχειριστέον καὶ καθάπερ ἐπὶ ζυγοῦ τὰς ἰσοστασίους ἀντισηκώσωμεν τοῦ δικαίου πλάστιγγας.
 [01050]  Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τὸν βίον ἡμῖν τὸν ἀληθινὸν ὑποτυπώσασθαι καὶ τὸν ἐν Χριστῷ παιδαγωγῆσαι ἄνθρωπον.
 [01057]  ἐνθένδε ἤδη τὴν ἐπουράνιον μελετῶντες πολιτείαν, καθ' ἣν ἐκθεούμεθα, τὸ ἀειθαλὲς εὐφροσύνης καὶ ἀκήρατον εὐωδίας ἐπαλειφώμεθα χρῖσμα, ἐναργὲς ὑπόδειγμα ἀφθαρσίας τὴν πολιτείαν ἔχοντες τοῦ κυρίου καὶ τὰ ἴχνη τοῦ θεοῦ διώκοντες·
 [01234]  Ἀπόχρη δὲ ὑπόμνησις συγχρωμένων ἡμῶν εἰς τὸ προκείμενον οὐκ ἀπᾴδουσιν τοῦ λόγου τοῖς ἄνθεσιν, ὅπερ ἤδη πολλάκις πεποιήκαμεν, πρὸς τὸ κατεπεῖγον τοῦ ζητήματος τὴν πολυωφελῆ περιέλκοντες εἰς [2.1.14.3] ἀρδείαν τῶν φυτευομένων ὑπὸ τοῦ λόγου πηγήν.
 [01313]  Ὀργῶσι γοῦν ἀναιδέστερον ἀναζέοντος οἴνου καὶ οἰδοῦσι μαστοί τε καὶ μόρια προκηρύσσοντες ἤδη πορνείας εἰκόνα καὶ τῆς ψυχῆς τὸ τραῦμα φλεγμαίνειν ἀναγκάζει τὸ σῶμα σφυγμοί τε ἀναιδεῖς περιεργίαν διώκουσιν εἰς [2.2.21.1] παρανομίας ἐκκαλούμενοι τὸν κόσμιον.
 [01314]  Ἐνθένδε ἤδη τῆς ἡλικίας τὸ γλεῦκος ὑπερβάλλει τῆς αἰδοῦς τοὺς ὅρους.
 [01315]  Χρὴ δέ, ὡς ἔνι μάλιστα, κατασβεννύναι πειρᾶσθαι τὰς ὁρμὰς τῶν νέων, ἀφαιροῦντας μὲν τὸ ὑπέκκαυμα, τὸ τῆς ἀπειλῆς βακχικόν, ἐπεισχέοντας δὲ τὸ ἀντιφάρμακον τῆς ἐκζέσεως, ὃ καὶ τὴν ψυχὴν τυφομένην ἤδη καθέξει καὶ τὰ μόρια ἐφέξει διοιδοῦντα καὶ κατακοιμίσει τὸν ἐρεθισμὸν τῆς ἤδη σαλευομένης ἐπιθυμίας.
 [01325]  [2.2.22.3] Τοῖς δὲ ἤδη παρηβηκόσιν ἱλαρώτερον ἐπιτρεπτέον μεταλαμβάνειν τοῦ ποτοῦ, τὸ καταψυχόμενον τῆς ἡλικίας, οἷον μαραινόμενον ὑπὸ χρόνου, ἀναζωπυροῦντας ἀβλαβῶς τῷ τῆς ἀμπέλου φαρμάκῳ·
 [01377]  Ἐνταῦθα μὲν καὶ νεκρὸν ἤδη τῷ λόγῳ τὸν φιλοπότην ἀποφαίνεται, διὰ τῶν ὀφθαλμῶν τῶν πελιδνῶν, ὃ τοῖς νεκροῖς σημεῖον ἐπιφαίνεται, τὸν ἐν κυρίῳ θάνατον αὐτῷ καταγγείλασα·
 [01894]  Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον.
 [01978]  οὐ μινυρίζει δὲ ἔτι τὸ μέλος τὸ μεμαραμμένον, ἀνθεῖ δὲ ἤδη λιγυρὸν καὶ χεῖται πλατύτερον τὸ φθέγμα αὐτῶν, καὶ ἤδη γίνεται τῆς φωνῆς τῶν ὀρνέων ἔαρ ἡ ᾠδή.
 [02042]  [2.10.93.1] ∆ιψῶσα τοίνυν ἡ ὑστέρα παιδοποιίας προσίεται τὴν σποράν, καὶ τὸ ἐπίψογον τῆς συνουσίας ἀρνεῖται, μετὰ τὴν σπορὰν ἀποκλείουσα τέλεον ἤδη τὴν ἀσέλγειαν μεμυκότι τῷ στόματι.
 [02044]  Οὐ δὴ θέμις ἐργαζομένην τὴν φύσιν ἤδη ἐνοχλεῖν ἔτι, περιττεύοντας εἰς ὕβριν·
 [02119]  πάντως δὲ ἤδη που καὶ ἀκολασία πρόσεστι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς·
 [02128]  Μέμνησθε γὰρ τὰς τέτταρας καὶ εἴκοσι χιλιάδας διὰ πορνείαν ἀπωσμένας, τὰ δὲ παθήματα τῶν πορνευσάντων, ὡς ἤδη μοι λέλεκται, τύποι παιδαγωγοῦντες ἡμῶν τὰς ἐπιθυμίας εἰσίν.
 [02458]  ∆ιὰ τοῦτό τοι ὠχραὶ μὲν ἐκ καταπλασμάτων καταφαίνονται, εὐάλωτοι δὲ ὑπὸ νόσων γίνονται τακερὰν ἤδη τὴν σάρκα, φαρμάκοις τὴν ἐσκιαγραφημένην, ἔχουσαι, τῶν ἀνθρώπων τὸν δημιουργὸν ἀτιμάζουσαι, ὡς οὐ κατ' ἀξίαν δεδωρημένον τὸ κάλλος.
 [02634]  πᾶσα ἤδη πεπλήρωται γῆ καὶ πορνείας καὶ ἀνομίας.
 [02638]  Προβαίνων δὲ ἤδη ἐπαλείφεται γανούμενος πώγωνι, ἐφ' ὃν κατέβαινε τὸ μύρον τὸ προφητικὸν Ἀαρὼν τιμωμένου.
 [02658]  Εἰ δὲ καὶ ποτὸν ἐπιλίποι τοῖς βαρβάροις, ἀμέλγονται τοῦ γάλακτος, κενουμένης δὲ ἤδη τῆς τροφῆς, ἀλλ' οὐδὲ τοῦ αἵματος φείδονται, ᾗ φασι λυττήσαντας τοὺς λύκους.
 [02726]  ὁ γὰρ ἐμβλέψας, φησί, περιεργότερον ἤδη ἥμαρτεν.
 [02808]  Καὶ δὴ τὰ μὲν πλεῖστα ἤδη λέλεκται καὶ πεπαιδαγώγηται, ὃ δὲ ἔτι λοιπόν, ὑποθησόμεθα·
 [02854]  Οὔκουν εἰ πρός τι ὠφελεῖ τὸ λουτρόν, ἤδη σφᾶς ἐκλυτέον αὐτῷ·
 [03084]  Ἐνταῦθα ἤδη περπερεύεται τὸ συνέδριον.
 [03124]  Οἳ δὲ οὐκ αὔριον ἀληθῶς, ἀλλ' ἤδη τεθνήκασι τῷ θεῷ, θάπτοντες τοὺς σφετέρους νεκρούς, τουτέστιν αὑτοὺς εἰς θάνατον κατορύττοντες.
 [03343]  Τοσοῦτος ὁ λόγος οὗτος ὁ παιδαγωγὸς ὁ τοῦ κόσμου καὶ τοῦ ἀνθρώπου δημιουργὸς καὶ δι' αὐτὸν ἤδη καὶ τοῦ κόσμου παιδαγωγός·
000-00-00 Serial Number=0771218061
Protrepticus Ante [Go Back]  
 [00022]  Ἀλλὰ γὰρ τὰ μὲν δράματα καὶ τοὺς ληναΐζοντας ποιητάς, τέλεον ἤδη παροινοῦντας, κιττῷ που ἀναδήσαντες, ἀφραίνοντας ἐκτόπως τελετῇ βακχικῇ, αὐτοῖς σατύροις καὶ θιάσῳ μαινόλῃ, σὺν καὶ τῷ ἄλλῳ δαιμόνων χορῷ, Ἑλικῶνι καὶ Κιθαιρῶνι κατακλείσωμεν γεγηρακόσιν, κατάγωμεν δὲ ἄνωθεν ἐξ οὐρανῶν ἀλήθειαν ἅμα φανοτάτῃ φρονήσει εἰς ὄρος ἅγιον [1.2.3] θεοῦ καὶ χορὸν τὸν ἅγιον τὸν προφητικόν.
 [00076]  Ὃ δὲ οὐ νῦν γε πρῶτον ᾤκτειρεν ἡμᾶς τῆς πλάνης, ἀλλ' ἄνωθεν ἀρχῆθεν, νῦν δὲ ἤδη ἀπολλυμένους ἐπιφανεὶς περισέσωκεν.
 [00079]  Οὗ δὴ χάριν (εἷς γὰρ ὁ ἀπατεὼν ἄνωθεν μὲν τὴν Εὔαν, νῦν δὲ ἤδη καὶ τοὺς ἄλλους ἀνθρώπους εἰς θάνατον ὑποφέρων) εἷς καὶ αὐτὸς ἐπίκουρος καὶ βοηθὸς ἡμῖν ὁ κύριος, προμηνύων ἀρχῆθεν προφητικῶς, νῦν δὲ ἤδη καὶ ἐναργῶς εἰς σωτηρίαν παρα καλῶν.
 [00082]  ἤδη δὲ καὶ διὰ Μωσέως τοῦ πανσόφου καὶ τοῦ φιλαλήθους Ἡσαΐα καὶ παντὸς τοῦ προφητικοῦ χοροῦ λογικώτερον ἐπὶ τὸν λόγον ἐπιστρέφει τοὺς τὰ ὦτα κεκτημένους·
 [00092]  καὶ αὐτὸς ἤδη σοὶ ἐναργῶς ὁ λόγος λαλεῖ, δυσωπῶν τὴν ἀπιστίαν, ναί φημι, ὁ λόγος ὁ τοῦ θεοῦ ἄνθρωπος γενόμενος, ἵνα δὴ καὶ σὺ παρὰ ἀνθρώπου μάθῃς, πῇ ποτε ἄρα ἄνθρωπος γένηται θεός.
 [00137]  ∆ηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ.
 [00238]  νῦν σοι ἤδη καιρός, ὥσπερ Εὐρυσθεῖ, ἀτὰρ δὴ καὶ ἡμῖν ὑπουργῆσαι τὸν τρισκαιδέκατον τοῦτον ἆθλον καὶ ∆ιαγόρᾳ τοὔψον παρα σκευάσαι, κᾆτ' αὐτὸν εἰς τὸ πῦρ ἐνέθηκεν ὡς ξύλον.
 [00249]  Φιλοσόφων δὲ ἤδη τινὲς καὶ αὐτοὶ μετὰ τοὺς ποιητικοὺς τῶν ἐν ὑμῖν παθῶν ἀνειδωλο ποιοῦσι τύπους τὸν Φόβον καὶ τὸν Ἔρωτα καὶ τὴν Χαρὰν καὶ τὴν Ἐλπίδα, ὥσπερ ἀμέλει καὶ Ἐπιμενίδης ὁ παλαιὸς [2.26.5] Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς·
 [00256]  Ἐθέλω δὲ ὑμῖν ἐν χρῷ τοὺς θεοὺς αὐτοὺς ἐπιδεῖξαι ὁποῖοί τινες καὶ εἴ τινες, ἵν' ἤδη ποτὲ τῆς πλάνης λήξητε, αὖθις δὲ παλινδρομήσητε εἰς [2.27.2] οὐρανόν.
 [00258]  ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, ὄντας ἤδη νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ.
 [00307]  τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ.
 [00317]  [2.31.1] Τὰς δὲ Μούσας, ἃς Ἀλκμὰν ∆ιὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειά ζουσιν καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμε νίζουσιν αὐταῖς, Μυσὰς οὔσας θεραπαινίδας ταύτας ἐώνηται [2.31.2] Μεγακλὼ ἡ θυγάτηρ ἡ Μάκαρος.
 [00360]  Ἀλλὰ τὰ μὲν ἐπὶ Ἄγρᾳ μυστήρια καὶ τὰ ἐν Ἁλιμοῦντι τῆς Ἀττικῆς Ἀθήνησι περιώρισται·αἶσχος δὲ ἤδη κοσμικὸν οἵ τε ἀγῶνες καὶ οἱ φαλλοὶ οἱ ∆ιονύσῳ ἐπιτελούμενοι, κακῶς ἐπινενεμημένοι τὸν βίον.
 [00395]  Ἀλλὰ τότε μὲν ἦν, ὅτε τοιοῦτος ἦν, ὅτε ἄνθρωπος ἦν, νῦν δὲ ἤδη μοι δοκοῦσι [2.37.2] καὶ οἱ μῦθοι ὑμῖν γεγηρακέναι.
 [00427]  ∆ιόνυσον δὲ ἤδη σιωπῶ τὸν χοιροψάλαν·
 [00463]  ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, [3.42.2] σπονδὰς ἀπῄτησαν ἀνημέρους.
 [00523]  [4.47.1] Ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον·
 [00687]  Μάγοι δὲ ἤδη ἀσεβείας τῆς σφῶν αὐτῶν ὑπηρέτας δαίμονας αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες.
 [00827]  [7.73.1] Ἴτω δὲ ἡμῖν (οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχο λημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν·
 [00839]  Οὑτοσὶ μὲν ἤδη καὶ παρακεκινδυνευμένως ἐπὶ τῆς σκηνῆς [7.74.3] τὴν ἀλήθειαν τοῖς θεαταῖς παρεισήγαγεν.
 [01020]  Εἶτα ὡς ἤδη πεπιστευκόσι συντόμως ἐπιλέγει τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγα θάς;
 [01051]  [10.92.1] Εἶτα κύνες μὲν ἤδη πεπλανημένοι ὀδμαῖς ῥινηλα τοῦντες ἐξίχνευσαν τὸν δεσπότην καὶ ἵπποι τὸν ἀναβάτην ἀποσεισάμενοι ἑνί που συρίγματι ὑπήκουσαν τῷ δεσπότῃ·
 [01108]  Ὑμεῖς δέ, οὐ γὰρ τὰ πάτρια ὑμᾶς ἔτι τῆς ἀληθείας ἀπασχολεῖ ἔθη προκατηχημένους, ἀκούοιτ' ἂν ἤδη τὸ μετὰ τοῦτο ὅπως ἔχει·
 [01256]  γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε, τὸν θεόν, ὅθεν τε ἦν αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι' ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν.
 [01266]  Εἰ γὰρ ἡμῖν ὁ διδάσκαλος ὁ πληρώσας τὰ πάντα δυνάμεσιν ἁγίαις, δημιουργίᾳ σωτηρίᾳ εὐεργεσίᾳ, νομοθεσίᾳ προφητείᾳ διδασκαλίᾳ, πάντα νῦν ὁ διδάσκαλος κατηχεῖ, καὶ τὸ πᾶν ἤδη Ἀθῆναι καὶ Ἑλλὰς γέγονεν τῷ [11.112.2] λόγῳ.
 [01392]  Ὥρα οὖν ἡμῖν μόνον θεοσεβῆ τὸν Χριστιανὸν εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ' ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύειν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ.
000-00-00 Serial Number=0173875749
Quis dives salvetur Ante [Go Back]  
 [00099]  ἕν σοι λείπει, τὸ ἕν, τὸ ἐμόν, τὸ ἀγαθόν, τὸ ἤδη ὑπὲρ νόμον, ὅπερ νόμος οὐ δίδωσιν, ὅπερ νόμος οὐ [10.4] χωρεῖ, ὃ τῶν ζώντων ἴδιόν ἐστιν.
 [00158]  οὗ δεῖ καθαρεύουσαν, τουτέστι πτωχεύουσαν καὶ γυμνήν, τὴν ψυχὴν παρασχό μενον οὕτως ἤδη τοῦ σωτῆρος ἀκοῦσαι λέγοντος·
 [00160]  ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ ἀκάθαρτον ψυχὴν θεοῦ χάρις οὐ παραδύεται·
 [00187]  εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχὴ καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου διαφθείρηται σῴζεται, καὶ πλουτοῦσα τού [18.7] των ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται·
 [00202]  ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς.
 [00231]  εἰ δέ, ἅπερ ἄρτι νῦν λέγομεν, τὰ παλαιὰ νοητὰ κτήματα καὶ ψυχικὰ νοσήματα ἀπορ ρίψαντες ἕπονται κατ' ἴχνος τοῦ διδασκάλου, τοῦτ' ἂν ἀνάπτοιτο [21.7] ἤδη τοῖς ἐν οὐρανοῖς ἐγγραφησομένοις.
 [00293]  διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντι στέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς τῆς ζωῆς ἐπί βουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ [27.2] χρηστέον καὶ τὴν ζωὴν κτητέον.
 [00305]  ἀλλὰ ἄνωθεν κατα βαίνοντα ἀπὸ Ἱερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλ' ἧκε συνεσκευασμένος ὧν ὁ κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον.
 [00397]  οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ' ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι, κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια, καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος φῶς τοῦ κόσμου καὶ ἅλας τῆς [36.2] γῆς καλεῖ.
 [00494]  ἀλλ' ἵππος ἤδη μοι παρέστω καὶ ἡγεμὼν γενέσθω μοί τις τῆς ὁδοῦ.
000-00-00 Serial Number=0708273292
Stromata Ante [Go Back]  
 [00033]  ἀλλ' ἡ μὲν κηρυκικὴ ἐπιστήμη ἤδη πως ἀγγελική, ὁποτέρως ἂν ἐνεργῇ, διά τε τῆς χειρὸς διά τε τῆς γλώττης, ὠφελοῦσα·
 [00043]  ἀρίστη γὰρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τό τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρός τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν [1.1.5.3] τῶν ἐντολῶν.
 [00064]  οὔκουν οὐδὲ ἀπὸ συγκρίσεως τὸ δοκίμιον ποιεῖσθαι τοῖς ἀκροωμένοις ἐπιτρεπτέον οὐδὲ εἰς ἐξέτασιν ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν καὶ μὴ [1.1.8.2] προκεκενωμένοις.
 [00252]  ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.
 [00260]  ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.
 [00368]  [1.8.42.4] ὁ μὲν δὴ πιστεύσας ἑκὼν ἤδη παραναλίσκεται·
 [00487]  ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθεκτικοὶ εἶναι [1.12.55.3] πειρώμεθα.
 [00502]  ἤδη δὲ καὶ ἡ ὑπάτη ἐναντία τῇ νεάτῃ οὖσα, ἀλλ' ἄμφω γε ἁρμονία μία, ἔν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν.
 [00531]  ὁ δὲ τρόπος τῆς παρ' αὐτοῖς [1.14.60.2] φιλοσοφίας, ὡς Ἑβραϊκὸς καὶ αἰνιγματώδης, ἤδη ἐπισκεπτέος.
 [00589]  ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας † μόνους ἀληθῶς φησι καὶ <ἄλλοι> ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας.
 [00660]  ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμενον, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι.
 [00720]  ἤδη δὲ καὶ εἰς ἀπέμφασιν αὐτοῖς ὁ λόγος χωρεῖ, εἴ γε τῆς τρώσεως οὐχὶ τὸ βέλος, ἀλλὰ τὴν ἀσπίδα τὴν μὴ κωλύσασαν τὸ βέλος διελθεῖν αἰτιάσονται·
 [00819]  ᾔδει γάρ, οἶμαι, ὡς ἄρα ἤδη πολυμαθίη νόον ἔχειν οὐ [1.19.93.3] διδάσκει καθ' Ἡράκλειτον.
 [00834]  μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν πρόσωπον πρὸς πρόσωπον, τότε ἤδη ὁριστι [1.19.94.7] κῶς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται.
 [00886]  ἤδη δὲ ὁ κλέπτης ὅπερ ὑφελόμενος ἔχει ἀληθῶς ἔχει, κἂν χρυσίον ᾖ κἂν ἄργυρος κἂν λόγος κἂν δόγμα.
 [00889]  [1.21.101.1] Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χρόνων ἤδη λεκτέον, δι' ὧν δειχθήσεται ἀναμφηρίστως πάσης σοφίας ἀρχαιοτάτη ἡ κατὰ [1.21.101.2] Ἑβραίους φιλοσοφία.
 [01090]  [1.21.131.7] Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην ὀλυμπιάδα (ὡς δὲ ∆ιονύσιος, περὶ τὴν πεντεκαιδεκάτην) Θάσον ἐκτίσθαι, ὡς εἶναι συμφανὲς τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα.
 [01096]  ἤδη δὲ καὶ παρ' Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν [1.21.132.2] Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες.
 [01103]  ἀλλὰ καὶ τῶν παρ' Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν, Ἑρμῆς τε ὁ Θηβαῖος καὶ Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ὥς φησιν Εὐριπίδης, Ἕλενος ἤδη καὶ Λαοκόων καὶ Οἰνώνη Κεβρῆνος ἐν [1.21.134.2] Ἰλίῳ·
 [01107]  ἤδη δὲ καὶ Ὀρφέα Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῷ πρώτῳ Περὶ [1.21.135.1] μαντικῆς.
 [01110]  παρὰ Ἑβραίοις δὲ οἱ προφῆται δυνάμει θεοῦ καὶ ἐπιπνοίᾳ, πρὸ μὲν τοῦ νόμου Ἀδὰμ ἐπί τε τῆς γυναικὸς ἐπί τε τῆς ζῴων ὀνομασίας προθεσπίσας καὶ Νῶε μετάνοιαν κηρύξας Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἄντικρυς [1.21.135.4] οὐκὀλίγα τῶν μελλόντων καὶ ἤδη ἐνεστώτων προφαίνοντες.
 [01381]  ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν [1.27.172.1] οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.
 [01397]  ἔξεστι δὲ μὴ εἶναι ἀπειθείας υἱόν, ἀλλὰ μεταβαίνειν ἐκ τοῦ σκότους εἰς ζωὴν καὶ παραθέντα τῇ σοφίᾳ τὴν ἀκοὴν νόμιμον εἶναι θεοῦ δοῦλον μὲν τὰ πρῶτα, ἔπειτα δὲ πιστὸν γενέσθαι θεράποντα, φοβούμενον κύριον τὸν θεόν, εἰ δέ τις ἐπαναβαίη, τοῖς υἱοῖς ἐγκαταλέγεσθαι, ἐπὰν δὲ ἀγάπη καλύψῃ πλῆθος ἁμαρτιῶν, μακαρίας ἐλπίδος τελείωσιν αὐξηθέντα ἐν ἀγάπῃ ἐκδέχεσθαι τοῦτον ἐγκαταταγέντα τῇ ἐκλεκτῇ υἱοθεσίᾳ τῇ φίλῃ κεκλημένῃ τοῦ θεοῦ, ᾄδοντα ἤδη τὴν εὐχὴν καὶ λέγοντα·
 [01410]  [1.28.176.1] Ἡ μὲν οὖν κατὰ Μωυσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε τὸ ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον δὲ εἰς τὸ ἱερουργικόν, ὅ [1.28.176.2] ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας·
 [01459]  ἔφαμεν δὲ πολλάκις ἤδη μήτε μεμελετηκέναι μήτε μὴν ἐπιτηδεύειν ἑλληνίζειν·
 [01469]  βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι [2.2.4.2] τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν.
 [01498]  δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη [2.2.7.1] δέδεικται, μικρὸν δ' ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.
 [01578]  ὁ μαθὼν δὲ ἤδη [2.4.17.2] κατάληψιν ποιεῖ τὴν πρόληψιν.
 [01684]  οἳ δέ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν.
 [01691]  ἤδη δὲ καὶ ἡ ἐλπὶς [2.6.27.2] ἐκ πίστεως συνέστηκεν.
 [01749]  ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα.
 [01863]  [2.9.45.1] Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε, εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει [2.9.45.2] συμπεραιοῦται εἰς ἀγάπην, ἣ δὲ τῇ γνώσει τελειοῦται;
 [01867]  φιλεῖ δὲ καὶ ἀγαπᾷ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι' [2.9.45.4] ἀγάπην ἤδη φίλος νομισθείς.
 [01949]  ἡ τοίνυν γνῶσις τῶν προαγορευθέντων τριττὴν ἐνδείκνυται τὴν ἔκβασιν, ἢ γεγονυῖαν πάλαι [2.12.54.3] ἢ ἐνεστηκυῖαν ἤδη ἢ ἔσεσθαι μέλλουσαν.
 [01951]  εἰ γὰρ μιᾶς οὔσης τῆς προφητείας τὸ μὲν ἤδη τελεῖται, τὸ δὲ πεπλήρωται, πιστὸν ἐντεῦθεν καὶ τὸ ἐλπιζόμενον καὶ τὸ [2.12.54.5] παρῳχηκὸς ἀληθές.
 [02036]  οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν, τοῖς ἤδη πεπιστευκόσι λέγων, [2.15.64.5] ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
 [02045]  ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμοίχευκε φησίν.
 [02076]  διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει (οἱ ἤδη κατακεκριμένοι, ἐπεὶ ὁ μὴ πιστεύων ἤδη κέκριται), οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων (οἱ ἤδη κατεγνωσμένοι εἰς τὸ μὴ ἑνωθῆναι τοῖς ἀπταίστως βεβιωκόσιν), ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς [2.15.69.2] ἀσεβῶν ἀπολεῖται.
 [02091]  μυστικώτερον δὲ ἤδη τὸ γνῶθι σαυτὸν ἐκεῖθεν εἴληπται·
 [02115]  ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, * διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν [2.16.73.4] ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει.
 [02197]  ἤδη δὲ ὁ μεταδοτικὸς καὶ τόκους ἀξιολόγους λαμβάνει, τὰ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν.
 [02208]  ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ [2.18.86.5] νόμου;
 [02226]  τούς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς [2.18.88.4] ἐπικηρυκευσάμενοι προσκαλέσωνται πρὸς εἰρήνην.
 [02240]  [2.18.91.1] Ἆρα ἤδη καταφαίνεται φιλάνθρωπος καὶ χρηστὸς ὁ νόμος, ὁ εἰς Χριστὸν παιδαγωγῶν, θεός τε ὁ αὐτὸς ἀγαθὸς μετὰ δικαιοσύνης, ἀπ' ἀρχῆς εἰς τέλος ἑκάστῳ γένει προσφυῶς εἰς σωτηρίαν [2.18.91.2] κεχρημένος;
 [02280]  τῷ τε γὰρ τετάρτῳ ἔτει, ἐπεὶ καὶ χρόνου χρεία τῷ κατηχουμένῳ βεβαίως, ἡ τετρὰς τῶν ἀρετῶν καθιεροῦται τῷ θεῷ, τῆς τρίτης ἤδη μονῆς συναπτούσης ἐπὶ τὴν τοῦ κυρίου τετάρτην ὑπόστασιν.
 [02477]  ἤδη γοῦν καὶ τοῦ ποιητικοῦ ∆ιὸς τὴν αἰγίδα γράφουσι δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται, ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή·
 [02588]  διττὴν δὲ εἰδὼς τὴν ἐλπίδα, τὴν μὲν προσδοκωμένην, τὴν δὲ ἀπειλημμένην, ἤδη τέλος διδάσκει τὴν τῆς ἐλπίδος ἀποκατάστασιν·
 [02651]  ἤδη δὲ ἄνανδρον καὶ ἀσθενὲς τὴν μετὰ γυναικὸς καὶ τέκνων φεύγειν [2.23.142.2] συμβίωσιν.
 [02747]  οὐ μοιχεύσεις, [3.2.8.5] τὸ δὲ πᾶς ὁ προσβλέπων κατ' ἐπιθυμίαν ἤδη ἐμοίχευσεν λέγει.
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [02915]  ἤδη δὲ καὶ τοῖς ἀνθρωπίνοις νομοθέταις καὶ τῷ θείῳ νόμῳ ἀπεχθάνονται παρανόμως βιοῦν ἐπανῃρημένοι.
 [02944]  ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ [3.4.36.2] πειράθητι ἀπαλλαγῆναι φησίν.
 [03161]  ἤδη δὲ καὶ ἄγγελοί τινες ἀκρατεῖς γενόμενοι ἐπιθυμίᾳ ἁλόντες οὐρανόθεν δεῦρο καταπεπτώκασιν.
 [03244]  ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, [3.10.69.4] πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ' εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν.
 [03247]  ἢ μή τι μετὰ μὲν τοῦ ἑνὸς τοῦ Ἰουδαίου ὁ κύριος νομοθετῶν ἦν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ [3.10.70.3] ἐκκλησίᾳ;
 [03250]  [3.11.71.1] Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν [3.11.71.2] κανόνα τῆς κατὰ λόγον τηρουμένης ἐγκρατείας μηνύοντες.
 [03414]  ἤδη γάρ τινες ἐξετράπησαν [3.12.90.1] ὀπίσω τοῦ σατανᾶ.
 [03440]  ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε [3.14.94.3] ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ' εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν [3.14.95.1] καιρὸν τοῦ θελήματος.
 [03495]  ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.
 [03510]  ἤδη δὲ ἐθέλουσι τὴν ἀνδρὸς κατὰ γάμον πρὸς γυναῖκα ὁμιλίαν γνῶσιν εἰρημένην ἁμαρτίαν εἶναι·
 [03579]  δεῖ δὲ καὶ ἡμᾶς τούτοις προσεκπονεῖν καὶ προσεφευρίσκειν ἕτερα, ἐπεὶ καὶ τοῖς ὁδὸν ἀπιοῦσιν [4.2.5.1] ἣν οὐκ ἴσασιν ἀρκεῖ τὴν φέρουσαν ὑποσημῆναι μόνον, βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινὶ χρωμένῳ ποτὲ τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο [4.2.5.2] ἀνειπεῖν τὴν Πυθίαν, εὑρήσεις ἐὰν ζητήσῃς.
 [03637]  ἐμοὶ γὰρ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ λέγει, βιῶ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.
 [03759]  μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτή μονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς [4.6.33.5] μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους·
 [03925]  ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβου διδασκαλία, δι' ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, δι' ἣν ἐφιέμεθα τῶν βελτίστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκόν ἐστι, γνωστικῶς ἤδη παιδεύουσα.
 [03993]  ἤδη γοῦν αἱ κύνες οὐδὲν ἔλαττον τῶν ἀρρένων καὶ οἰκουροῦσι καὶ θηρεύουσι καὶ τὰς ποίμνας φυλάττουσι.
 [04198]  ἤδη γὰρ καὶ οὗτοι τοὺς τῇ νέᾳ προφητείᾳ μὴ προσέχοντας ψυχικοὺς καλοῦσιν, πρὸς οὓς ἐν τοῖς Περὶ [4.13.93.2] προφητείας διαλεξόμεθα.
 [04398]  ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ <ἐμ>βλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ' αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται·
 [04399]  εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, [4.18.115.1] συγκαταχρῆται ἤδη καὶ τῷ σώματι.
 [04405]  [4.18.116.1] Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ' ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ' ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ' ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ [4.18.116.2] ἁμαρτητικῶς δι' οὗ τεθαύμακεν κρίνεται·
 [04470]  εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, [4.20.128.1] τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.
 [04487]  ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς [4.21.130.5] διαθήκας δεδωκὼς κύριος.
 [04489]  οὐδ' οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως δι' ἀγάπης γνωστικῆς εὐχαριστηθέντος [4.21.131.1] αἵματος παραπεμπομένου τὸ πνεῦμα.
 [04506]  ἤδη συνορῶμεν ὅπῃ καὶ ὅπως καὶ ὁπότε ὁ θεῖος ἀπόστολος τὸν τέλειον [4.21.132.3] λέγει καὶ ὡς τελείων ἐμφαίνει διαφοράς.
 [04570]  μακάριοι γὰρ οἱ εἰδότες τὸν καιρὸν κατὰ τὸν ἀπόστολον, ὅτι ὥρα ὑμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι·
 [04626]  τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν·
 [04670]  ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθ' ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ τε ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι οἶος πεπνυμένος, τοὶ δ' ὡς σκιαὶ ἀίσσουσιν·
 [04756]  ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ' ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη [4.26.168.3] πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός.
 [04765]  καὶ ὁ Ἀβραὰμ μηδαμῶς, εἶπεν, κύριε, ὁ κρίνων τὴν γῆν, ἐπεὶ ὁ ἀπιστήσας κατὰ τὴν σωτήριον [4.26.170.1] φωνὴν ἤδη κέκριται.
 [04792]  Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον·
 [04795]  ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ' ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ·
 [04901]  τῆς προφητείας δὲ ἤδη εἰς τοὺς τῶν Ἑλλήνων <ποιητὰς> διαδοθείσης ἡ δογματικὴ πραγματεία τοῖς φιλοσόφοις πῇ μὲν ἀληθὴς κατὰ στοχ<ασμ>ὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικῆς ἀλληγορίας μὴ συνιέντων γέγονεν, ὃ καὶ παρασημήνασθαι πρόκειται διὰ βραχέων ἐπιδραμοῦσι τὰ κατεπείγοντα.
 [04922]  τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν [5.1.13.1] ἀποπίπτουσιν.
 [05016]  ὡσαύτως καὶ τὸ γνῶθι σαυτὸν πολλὰ ἐνδείκνυται, καὶ ὅτι θνητὸς εἶ καὶ ὅτι ἄνθρωπος ἐγένου, καὶ ἤδη πρὸς τὰς ἄλλας τοῦ βίου ὑπεροχὰς κατὰ σύγκρισιν ὅτι οὐδενὸς λόγου ὑπάρχεις, ἔνδοξον λέγων ἢ πλούσιον, ἢ τοὐναντίον, ὅτι πλούσιος ὢν καὶ ἔνδοξος οὐ παραμόνῳ σεμνύνῃ πλεονεκτήματι·
 [05170]  ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν [5.6.39.4] συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν [5.6.40.1] ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ.
 [05171]  καθαρὸς μὲν <οὖν> τὴν καρδίαν πᾶσαν, κατορθώσας δ' εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας.
 [05189]  ἤδη δὲ κἀν ταῖς καλουμέναις παρ' αὐτοῖς κωμασίαις τῶν θεῶν χρυσᾶ ἀγάλματα, δύο μὲν κύνας, ἕνα δὲ ἱέρακα καὶ ἶβιν μίαν περιφέρουσι καὶ καλοῦσι τὰ [5.7.43.2] τέσσαρα τῶν ἀγαλμάτων εἴδωλα τέσσαρα γράμματα.
 [05254]  [5.8.48.8] αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ' ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν [5.8.48.9] τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει.
 [05306]  ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι [5.8.55.2] κυρίου·
 [05324]  ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ' ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις·
 [05367]  εἶθ' ὑποβὰς ἤδη σαφέστερον γνωστικῆς παραδόσεως ἴχνος παρατιθέμενος λέγει·
 [05412]  οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνευματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχὴ αὐτὴ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθη Πλάτωνα·
 [05507]  εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ' <ἐκ> πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον [5.11.77.2] αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
 [05540]  ἤδη δὲ καὶ διὰ τῆς περὶ τὴν ζύμην παραβολῆς τὴν ἐπίκρυψιν ὁ κύριος δηλοῖ·
 [05576]  καὶ δὴ αὐτόν σοι Πλάτωνα παραστήσω ἄντικρυς ἤδη θεοῦ παισὶ πιστεύειν ἀξιοῦντα·
 [05620]  [5.14.89.1] τὰ δ' ἑξῆς <προσ>αποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον.
 [05627]  ἴστωσαν οὖν τὴν καλουμένην ὕλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, καὶ [5.14.89.7] τολμηρότερον ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι.
 [05748]  ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος [5.14.100.6] Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων·
 [06059]  [5.14.133.7] Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ' ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς [5.14.133.8] αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι.
 [06062]  [5.14.134.1] πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ', ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.
 [06110]  [5.14.139.2] Καὶ μυρία ἐπὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δ' οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί·
 [06119]  [5.14.141.1] ἤδη μὲν οὖν δῆλον ἡμῖν ἐκ τῶν προειρημένων ὡς ἀίδιος ἡ τοῦ θεοῦ εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀνάρχου ἴση ἀτεχνῶς ἡ φυσικὴ δικαιοσύνη, κατ' ἀξίαν ἑκάστου γένους γενομένη, οὐκ [5.14.141.2] ἀρξαμένη ποτέ·
 [06129]  ἐναργῶς οὖν τῶν Ἑλλήνων μαθόντων ἐκ τῶν λεχθησομένων διὰ τῶνδε ἡμῖν, ὡς ἀνοσίως τὸν θεοφιλῆ διώκοντες ἀσεβοῦσιν αὐτοί, τότε ἤδη, προϊόντων τῶν ὑπομνημάτων κατὰ τὸν τῶν Στρωματέων χαρακτῆρα, ἐπιλυτέον τά τε ὑπὸ Ἑλλήνων τά τε ὑπὸ βαρβάρων προσαπορούμενα ἡμῖν περὶ τῆς τοῦ κυρίου παρουσίας.
 [06378]  ἤδη γάρ ποτ' ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ' οἰωνός τε καὶ εἰν ἁλὶ ἔλλοπος ἰχθύς, [6.2.24.4] Εὐριπίδης ἐν Χρυσίππῳ μεταγράφει·
 [06389]  ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια [6.2.25.2] ἄντικρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται·
 [06465]  κατὰ μέσον δὲ ἥκοντας ἤδη πλείονος ὁμοῦ καὶ ἐναργεστέρου ἀντιλαμβάνεσθαι θορύβου·
 [06572]  εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτήριοι καὶ παιδευτικαὶ αἱ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν, κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι [6.6.46.4] ἐπιπροσθεῖσθαι σαρκίῳ·
 [06612]  λόγῳ γὰρ τυποῦται εἰς τὸ ἡμερῶσθαι ἐκ τοῦ θηριώδους βίου ὁ ἐξ ἐθνῶν [6.6.50.4] ἐπιστρέφων, τιθασευθείς τε ἤδη καὶ αὐτὸς ὡς βοῦς ἁγνίζεται.
 [06617]  τοὺς μὲν γὰρ προτρέπει ὁ κύριος, τοῖς δὲ ἤδη ἐγχειρήσασι καὶ χεῖρα ὀρέγει καὶ ἀνέλκει οὐ γὰρ ὑποστέλλεται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος, ὅτι [6.6.51.1] μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ πάντων.
 [06628]  ἤδη δὲ καὶ τῶν τὴν κοινότητα πρεσβευόντων ὁ κορυφαῖος Οὐαλεντῖνος ἐν τῇ Περὶ φίλων ὁμιλίᾳ κατὰ λέξιν γράφει·
 [06666]  ἤδη δὲ καὶ τοὺς ἀγγέλους μεμαθηκέναι παρειλήφαμεν [6.7.58.1] τὴν ἀλήθειαν καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας·
 [06717]  σαφῶς δὲ ἤδη καὶ ὁ ∆αβὶδ μαρτυρῶν τῇ ἀληθείᾳ ψάλλει·
 [06769]  οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι [6.9.72.2] βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν·
 [06778]  ὃ δ' ἐν οἷς ἔσται, δι' ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, [6.9.73.5] ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν.
 [06784]  ἀλλ' οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μετα λαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειται τῇ ἡδονῇ) καὶ κατηφείας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ὑπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ' οὐδὲ θυμοῦ (παρὰ τὴν ὀργὴν οὗτος [6.9.75.1] τέτακται), κἂν λέγωσί τινες μηκέτ' εἶναι ταῦτα κακά, ἀλλ' ἤδη ἀγαθά.
 [06788]  [6.9.76.1] Πῶς οὖν ἔτι τούτῳ τῆς ἀνδρείας χρεία, μὴ γινομένῳ ἐν δεινοῖς, [6.9.76.2] τῷ γε μὴ παρόντι, ὅλως δὲ ἤδη συνόντι τῷ ἐραστῷ;
 [06794]  κἄστιν αὐτῷ δι' ἀγάπην ἐνεστὸς ἤδη τὸ μέλλον·
 [06808]  κἂν τοῖς ἄλλοις ᾖ ἔτι κεκρυμμένα, ἤδη περὶ πάντων εἴληφε τὴν γνῶσιν.
 [06848]  ἤδη δὲ ὁ μὲν τριακόσια ἀριθμὸς τριάς ἐστιν ἐν ἑκατοντάδι, ἡ δεκὰς δὲ ὁμολογεῖται [6.11.84.6] παντέλειος εἶναι.
 [06921]  κἀμὲ δεῖ ἐλαττοῦσθαι, αὔξειν δὲ μόνον ἤδη λοιπὸν τὸν κυριακὸν λόγον, εἰς ὃν περαιοῦται ὁ νόμος, [6.11.95.1] ὁ προφήτης εἴρηκεν Ἰωάννης.
 [06922]  σύνες ἤδη μοι τὸ μυστήριον τῆς ἀληθείας, συγγνώμην ἀπονέμων, εἰ περαιτέρω προβαίνειν τῆς ἐξεργασίας ὀκνῶ, τουτὶ μόνον ἀνακηρύσσων·
 [06927]  ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ' ἡμῖν σοφία ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι.
 [06981]  [6.12.101.7] αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.
 [06991]  τότε ὁ περιδέξιος ἡμῖν καὶ γνωστικὸς ἐν δικαιοσύνῃ ἀποκαλύπτεται, δεδοξασμένος ἤδη κἀνθένδε καθάπερ ὁ Μωυσῆς τὸ πρόσωπον τῆς ψυχῆς, ὅπερ ἐν τοῖς πρόσθεν ἰδίωμα χαρακτηριστικὸν τῆς δικαίας εἰρήκαμεν ψυχῆς.
 [07000]  φωτεινὸς δὲ ἤδη καὶ ὡς ὁ ἥλιος λάμπων κατὰ τὴν εὐεργεσίαν σπεύδει τῇ γνώσει τῇ δικαίᾳ δι' ἀγάπης θεοῦ ἐπὶ τὴν ἁγίαν μονὴν καθάπερ οἱ ἀπόστολοι, οὐχ, ὅτι ἦσαν ἐκλεκτοί, γενόμενοι ἀπόστολοι κατά τι φύσεως ἐξαίρετον ἰδίωμα, ἐπεὶ καὶ ὁ Ἰούδας ἐξελέγη σὺν αὐτοῖς, ἀλλ' οἷοί τε ἦσαν ἀπόστολοι γενέσθαι ἐκλεγέντες [6.13.105.2] πρὸς τοῦ καὶ τὰ τέλη προορωμένου.
 [07080]  [6.15.117.1] ἤδη δὲ καὶ ὁ ἀπόστολος, λέγων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, τὴν μὲν διδασκαλίαν τὴν Ἑλληνικὴν στοιχειώδη παραδίδωσιν εἶναι, τελείαν δὲ τὴν κατὰ Χριστόν, καθάπερ ἤδη πρότερον ἐμηνύσαμεν.
 [07085]  ὁρῶμεν δὲ ἤδη πλείονα τὴν τροφὴν ἐπισπώμενα τὰ ἄγρια τῶν δένδρων διὰ τὸ μὴ δύνασθαι πέττειν.
 [07124]  ἀλλ' ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ' ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ [6.15.122.4] δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν.
 [07156]  ἤδη δὲ καὶ ἡ οἰκονομία πᾶσα ἡ περὶ τὸν κύριον προφητευθεῖσα παραβολὴ ὡς ἀληθῶς φαίνεται τοῖς μὴ τὴν ἀλήθειαν ἐγνωκόσιν, ὅταν τις τὸν υἱὸν τοῦ θεοῦ τοῦ τὰ πάντα πεποιηκότος σάρκα ἀνειληφότα καὶ ἐν μήτρᾳ παρθένου κυοφορηθέντα, καθὸ γεγέννηται τὸ αἰσθητὸν αὐτοῦ σαρκίον, ἀκολούθως δέ, καθὸ γέγονεν τοῦτο, πεπονθότα καὶ ἀνεσταμένον ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι [6.15.127.2] δὲ μωρίαν, ὥς φησιν ὁ ἀπόστολος.
 [07180]  τὴν διάπτυξιν δὲ τὴν γνωστικὴν τῶν γραφῶν, προκοπτούσης ἤδη τῆς πίστεως, εἰκάζεσθαι τῇ κατὰ τὰς συλλαβὰς ἀναγνώσει ἐκδεχόμεθα.
 [07183]  αὐτίκα διδάξαντος τοῦ σωτῆρος τοὺς ἀποστόλους ἡ τῆς ἐγγράφου ἄγραφος ἤδη καὶ εἰς ἡμᾶς διαδίδοται παράδοσις, καρδίαις καιναῖς κατὰ τὴν ἀνακαίνωσιν τοῦ βιβλίου τῇ δυνάμει τοῦ θεοῦ ἐγγεγραμμένη.
 [07380]  ἤδη γοῦν πολλὰ τῶν ἐν τῷ βίῳ καὶ διά τινος λογισμοῦ ἀνθρωπίνου λαμβάνει τὴν γένεσιν, θεόθεν [6.17.157.2] τὴν ἔναυσιν εἰληφότα.
 [07407]  ἤδη δὲ καὶ τὰ ἐν τέχναις ἀγαθὰ [6.17.160.2] ὡς ἐν τέχναις θεόθεν ἔχει τὴν ἀρχήν.
 [07414]  τρίτος δέ ἐστιν ὁ τρόπος ὁ κατὰ πρόσταξιν, ὁπόταν ὁ παιδοτρίβης μηκέτι διαπλάσσων τὸν μανθάνοντα μηδὲ ἐπιδεικνὺς δι' ἑαυτοῦ τὸ πάλαισμα εἰς μίμησιν τῷ παιδί, ὡς δὲ ἤδη ἐντριβεστέρῳ, προστάττοι ἐξ ὀνόματος τὸ [6.17.161.1] πάλαισμα.
 [07462]  ὁ δέ γε τοῦ διδασκάλου τοῦ ἡμετέρου λόγος οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἑλλάδι ἡ φιλοσοφία, ἐχύθη δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, πείθων Ἑλλήνων τε ὁμοῦ καὶ βαρβάρων κατὰ ἔθνος καὶ κώμην καὶ πόλιν πᾶσαν οἴκους ὅλους καὶ ἰδίᾳ ἕκαστον τῶν ἐπακηκοότων καὶ αὐτῶν γε τῶν φιλοσόφων οὐκ [6.18.167.4] ὀλίγους ἤδη ἐπὶ τὴν ἀλήθειαν μεθιστάς.
 [07471]  [6.18.168.4] Καθάπερ οὖν ἀνδριάντα ἀποπλασάμενοι τοῦ γνωστικοῦ, ἤδη μὲν ἐπεδείξαμεν, οἷός ἐστι, μέγεθός τε καὶ κάλλος ἤθους αὐτοῦ ὡς ἐν ὑπογραφῇ δηλώσαντες·
 [07475]  ἐναργεστέροις δ', οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λόγοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ' αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἀξίους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαι δυνάμεως [7.1.1.3] παρεσχήκασι.
 [07498]  οὗ τος δ' ἂν εἴη ὁ εἰδὼς τὸ πρέπον καὶ κατὰ τὴν ἐπιστήμην καὶ κατὰ τὸν βίον, ὅπως βιωτέον <τῷ> ἐσομένῳ καὶ δὴ ἐξομοιουμένῳ ἤδη θεῷ.
 [07506]  ταύτῃ κράτιστον μὲν ἐν γῇ ἄνθρωπος ὁ θεοσεβέστατος, κράτιστον δὲ ἐν οὐρανῷ ἄγγελος, ὁ πλησιαίτερον κατὰ τόπον καὶ ἤδη καθαρώτερον τῆς [7.2.5.3] αἰωνίου καὶ μακαρίας ζωῆς μεταλαγχάνων.
 [07589]  οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.
 [07605]  ὁ δὲ ἤδη μὴ διὰ τὰς ἐντολάς, δι' αὐτὴν δὲ τὴν γνῶσιν καθαρὸς τῇ [7.3.19.3] καρδίᾳ, φίλος οὗτος τοῦ θεοῦ.
 [07622]  ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ [7.3.21.3] καὶ εἰς δύναμιν ἀμειβόμενος δι' ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος.
 [07714]  ἐνταῦθα καὶ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπὶ τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπὶ τῶν οἵων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι [7.5.29.8] ἐπιστήμην θεοῦ.
 [07715]  πᾶν γὰρ τὸ μέλλον πιστεύειν πιστὸν ἤδη τῷ θεῷ καὶ καθιδρυμένον εἰς τιμὴν ἄγαλμα ἐνάρετον, ἀνακείμενον θεῷ.
 [07751]  δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, <ἣ> εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.
 [07768]  [7.6.34.1] ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα, τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ' ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.
 [07794]  τίνα καὶ φωνὴν ἀναμείναι ὁ κατὰ πρόθεσιν τὸν ἐκλεκτὸν καὶ πρὸ τῆς γενέσεως τό <τε> ἐσόμενον ὡς [7.7.37.6] ἤδη ὑπάρχον ἐγνωκώς;
 [07816]  εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ' οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι' εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν [7.7.40.4] ἀπειληφὼς τοῦ κατὰ ἀγάπην <ἠν>δρωμένου.
 [07842]  εἰ δὲ ἡ φωνὴ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν, πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει [7.7.43.4] ὁ θεός, ὅπου γε ἤδη ψυχὴ ψυχῆς καὶ νοῦς νοὸς ἐπαΐει;
 [07854]  οὐ γὰρ ἐλλιπὴς τῶν οἰκείων ἀγαθῶν, [7.7.44.5] ἱκανὸς ὢν ἤδη ἑαυτῷ ἐκ τῆς θείας χάριτός τε καὶ γνώσεως·
 [07866]  κορυφαῖος δ' ἤδη ὁ γνωστικὸς θεωρίαν εὔχεται αὔξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ [7.7.46.5] συνεχὲς ὑγιαίνειν.
 [07878]  οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν.
 [07971]  ἣ δέ, εἰς ἀγάπην περαιουμένη, ἐνθένδε ἤδη [7.10.57.5] φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν.
 [07972]  καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ ἰσάγγελος εἶναι.
 [08015]  [7.11.63.1] Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκειν βιαζόμενος, τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ' ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ' ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα, μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη, [7.11.63.2] εἰς κατάληψιν δὲ ἐλπιζόμενα.
 [08038]  οὐ τοίνυν οὐδὲ ἡ δι' ἄγνοιαν συνισταμένη πρᾶξις ἤδη ἄγνοια, ἀλλὰ κακία μὲν δι' ἄγνοιαν, οὐ μὴν ἄγνοια·
 [08142]  πορνείας γὰρ ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφορὰς παρεστήσαμεν κατὰ τὸν ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρείαν.
 [08169]  ὃ δὲ καὶ μετ' ἀγγέλων εὔχεται, ὡς ἂν ἤδη καὶ ἰσάγγελος, οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται·
 [08176]  οὐκέτι ὑμᾶς δούλους, ἀλλὰ φίλους λέγω, καὶ πεποιθὼς ἤδη [7.12.79.2] προσίῃ ταῖς εὐχαῖς.
 [08177]  τὸ δὲ εἶδος αὐτὸ τῆς εὐχῆς εὐχαριστία ἐπί τε τοῖς προγεγονόσιν ἐπί τε τοῖς ἐνεστῶσιν ἐπί τε τοῖς μέλλουσιν, ὡς ἤδη διὰ τὴν πίστιν παροῦσιν·
 [08213]  θεῖος ἄρα ὁ γνωστικὸς καὶ [7.13.82.3] ἤδη ἅγιος, θεοφορῶν καὶ θεοφορούμενος.
 [08227]  ἐνθένδε ἤδη, δι' ἐπιστήμης τὰ ἐφόδια τῆς θεωρίας καρπούμενος μεγαλοφρόνως τε τὸ τῆς γνώσεως ἀναδεξάμενος μέγεθος, πρόεισιν ἐπὶ τὴν ἁγίαν τῆς μεταθέσεως ἀμοιβήν.
 [08256]  ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι' ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.
 [08265]  [7.14.87.1] ἀλλ' οἷον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς ἁγίῳ γεγονότι.
 [08297]  ἤδη δὲ καὶ ὡς ἐν πλάτει χρωμένοις τῇδε τῇ ἀπολογίᾳ ἔνεστι φάναι πρὸς αὐτούς, ὅτι καὶ οἱ ἰατροὶ ἐναντίας δόξας κεκτημένοι κατὰ τὰς οἰκείας αἱρέσεις ἐπ' ἴσης [7.15.90.4] ἔργῳ θεραπεύουσιν.
 [08301]  δοκίμους ἤτοι τοὺς εἰς πίστιν ἀφικνουμένους λέγει, ἐκλεκτικώτερον προσιόντας τῇ κυριακῇ διδασκαλίᾳ, καθάπερ τοὺς δοκίμους τραπεζίτας τὸ <ἀ>κίβδηλον νόμισμα τοῦ κυρίου ἀπὸ τοῦ παραχαράγματος διακρίνοντας, ἢ τοὺς ἐν αὐτῇ τῇ πίστει δοκίμους ἤδη γενομένους κατά τε τὸν βίον κατά τε τὴν γνῶσιν.
 [08367]  ἡ παρ' ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσις ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς [7.16.98.4] ἐκπορίζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται.
 [08455]  κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν, εἰς ἑνότητα πίστεως μιᾶς, τῆς κατὰ τὰς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις, ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι' ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους·
 [08533]  [8.3.7.6] ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον [8.3.7.7] εἶναι φήσομεν οὐσίαν ἀποδείξεως.
 [08558]  εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ τι τὸ κυούμενον <αὐξανόμενόν> τε καὶ [8.4.10.3] τρεφόμενον.
 [08559]  Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ τοῦ τρίτου τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά, ζῷα δ' ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ·
 [08561]  οὐ μὴν οἵ [8.4.10.5] γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν.
 [08565]  κατὰ μὲν γὰρ Πλάτωνα τὸ φυτὸν ἔμψυχόν τε καὶ ζῷον, κατὰ δὲ Ἀριστοτέλη ζῷον μὲν οὔπω, λείπει γὰρ αὐτῷ τὸ αἰσθητικόν, ἔμψυχον δὲ ἤδη·
 [08569]  εἰ τοίνυν ἔμψυχον τὸ ζῷον, ἡ ψυχὴ δὲ φύσις αἰσθητική, δῆλον ὡς αἰσθητικὸν ἤδη τὸ ἔμψυχον.
 [08571]  εἰ δὲ φάσκοι τοῦτ' εἶναι ὃ ζητεῖ, πότερον αἰσθητικὸν ἤδη τὸ κυούμενον ἢ καὶ καθ' ὁρμήν τινά ἐστι κινητικὸν ἑαυτοῦ.
 [08572]  ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος, οὐ μενούσης ἔτι τῆς περὶ [8.4.11.3] τοὔνομα ἀπάτης·
 [08577]  [8.4.12.2] Ἀλλ' εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ' ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ <μὴ> διαπεπλασμένα ἤδη καὶ τὰ ζῷα καὶ τὸ σπέρμα αὐτὸ <τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ [8.4.12.3] ἔμβρυα καλούμενα.
 [08578]  ἀποκριναμένου δὲ καὶ πρὸς τοῦτο περαίνειν ἤδη τὸ προκείμενον ἐφεξῆς καὶ διδάσκειν χρή.
 [08580]  ἐπεὶ σὺ μὴ βούλει λέγειν καθ' ὅτου σημαινομένου λέγεις ὃ προὔβαλες (οὕτω γὰρ ἂν οὐ περὶ σημαινομένων ἐγὼ ἐποιούμην τὸν λόγον, ἀλλ' ὑπὲρ αὐτῶν ἤδη τῶν πραγμάτων ἐσκοπούμην), γίνωσκε τοιοῦτόν τι [8.4.12.5] ποιήσας οἷον εἰ καὶ προὔβαλες εἰ ζῷον ὁ κύων.
 [08585]  ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτ' ἤδη [8.4.12.7] μαθεῖν περὶ ποίου ζητεῖς, σαφῶς εἰπέ.
 [08595]  τοιοῦτον γάρ τι σημαίνεται ἐκ τούτων, πρῶτον μέν, εἰ τὸ κυούμενον ἤδη αἰσθάνεσθαι ἢ καθ' ὁρμὴν κινεῖσθαι δύναται, ὅπερ πρόκειται σκοπεῖσθαι, ἕτερον δέ, εἰ τὸ κυούμενον αἰσθέσθαι ποτὲ ἢ κινηθῆναι δυνήσεται καθ' ὁρμήν, καθ' ὃ [8.4.13.6] σημαινόμενον οὐδεὶς ζητεῖ ἐναργὲς ὄν.
 [08596]  ἐζήτητο δὲ πότερον ζῷόν ἐστιν ἤδη τὸ ἔμβρυον ἢ φυτὸν ἔτι, κἄπειτα μετελήφθη τοῦ ζῴου [8.4.13.7] τοὔνομα εἰς λόγον, ἵν' ᾖ σαφές.
 [08597]  αἰσθήσει δὴ καὶ κινήσει τῇ καθ' ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου, πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον, ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον, ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ' ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον, τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν, τὸ δὲ ἐνεργεῖν μὲν [8.4.13.8] δυνάμενον, ἡσυχάζον δὲ ἢ κοιμώμενον.
 [08603]  ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων ἁπάντων σύγκειται, ἡ δ' ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδ' ἐκ [8.4.14.4] πρώτων περαίνεται προτάσεων.
 [08707]  οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει καὶ τὸ ἤδη ἐνεργοῦν καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»