Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἦθος [13]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἦθος


000-00-00 Serial Number=0374650300
Eclogae propheticae Ante [Go Back]  
 [00160]  ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ' ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως [28.2] τῶν πραγμάτων·
000-00-00 Serial Number=0306511164
Paedagogus Ante [Go Back]  
 [01312]  οὐ γὰρ κατάλληλον ζεούσῃ ἡλικίᾳ τῶν ὑγρῶν τὸ θερμότατον ἐπεγχεῖν, τὸν οἶνον, οἱονεὶ πῦρ ἐποχετεύοντας πυρί, ἐξ οὗ ὁρμαί τε ἄγριαι καὶ φλεγμαίνουσαι ἐπιθυ μίαι καὶ διάπυρον ἦθος ἐκκαίεται, προπετεῖς τε οἱ νέοι ἔνδοθεν χλιαινόμενοι ἐπὶ τὰς ὀρέξεις γίνονται, ὡς δὴ προὖπτον αὐτῶν τὴν βλάβην ἐλέγχεσθαι διὰ τοῦ σώματος, πεπαινομένων θᾶττον ἢ [2.2.20.4] προσῆκεν τῶν τῆς ἐπιθυμίας μελῶν.
 [01586]  πάντας δέ, ὡς ἔπος εἰπεῖν, τοὺς ἀνοήτους ὁ οἶνος καί θ' ἁπαλὸν γελάσαι καὶ ὀρχήσασθαι ἀνώγει, [2.5.48.2] εἰς μαλακίαν ἐκτρέπων τὸ ἀνδρόγυνον ἦθος.
 [02046]  Μυρία δὲ τούτοις αὔξεται ἀδελφὰ παθήματα, ἐξ ὧν τὸ ἀκόλαστον κορυφοῦται ἦθος·
 [02323]  ∆ιὸ καὶ μόνος ὁ σπουδαῖος καλὸς κἀγαθὸς ὄντως ἐστίν, καὶ μόνον τὸ καλὸν ἀγαθὸν δογματίζεται, ἡ δὲ ἀρετὴ μόνη καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται καὶ ἐπανθεῖ τῇ σαρκί, τὸ ὡραῖον τῆς σωφροσύνης ἀξιέραστον [2.12.121.4] δεικνύουσα, ὅταν οἱονεὶ φέγγος ἐπιλάμπῃ τῇ μορφῇ τὸ ἦθος.
 [03176]  Ἄκουε, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας τὰς καλὰς ἐντολὰς ὑποθήσομαι, δι' ὧν ἀφίξῃ πρὸς σωτηρίαν.
000-00-00 Serial Number=0044070661
Stromata Ante [Go Back]  
 [00702]  ἀλλ' εἰ καὶ μὴ καταλαμβάνει ἡ Ἑλληνικὴ φιλοσοφία τὸ μέγεθος τῆς ἀληθείας, ἔτι δὲ ἐξασθενεῖ πράττειν τὰς κυριακὰς ἐντολάς, ἀλλ' οὖν γε προκατασκευάζει τὴν ὁδὸν τῇ βασιλικωτάτῃ διδασκαλίᾳ, ἁμῇ γέ πῃ σωφρονίζουσα καὶ τὸ ἦθος προτυποῦσα καὶ προστύφουσα εἰς παραδοχὴν τῆς ἀληθείας <τὸν> τὴν πρόνοιαν δοξάζοντα.
 [01644]  ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν [2.5.22.8] λέγειν·
 [02660]  ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ' ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ' ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ' εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι [2.23.143.2] τὸν γάμον.
 [03711]  μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς [4.6.26.5] περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δι' ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεοῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν [4.6.27.1] κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.
 [04302]  καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν;
 [04340]  τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἁγνείας, φησίν, ἐνδειξάσθωσαν·
 [07663]  θεὸς δέ, ὁ τῷ ὄντι θεός, ἅγιον μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγὲς τὸ ἄδικον καὶ [7.4.26.3] μοχθηρόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»