[00053]
|
[1.1.7.1] Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται.
|
[00059]
|
καὶ τῷ ὄντι μακάριοι οἱ εἰρηνοποιοί, οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καὶ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες [1.1.7.3] τῇ τοῦ ἄρτου διανομῇ.
|
[00098]
|
[1.1.11.1] Ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία, ἀλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων, ὧν κατηξιώθην ἐπακοῦσαι, λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὄντι [1.1.11.2] ἀξιολόγων.
|
[00102]
|
Σικελικὴ τῷ ὄντι ἦν μέλιττα προφητικοῦ τε καὶ ἀποστολικοῦ λειμῶνος τὰ ἄνθη δρεπόμενος ἀκήρατόν τι γνώσεως χρῆμα ταῖς τῶν ἀκροωμένων ἐνεγέννησε ψυχαῖς.
|
[00269]
|
πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἂν πολύπειρός τε καὶ [1.5.31.5] ἀσκητικός.
|
[00379]
|
ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ' ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) καὶ ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μετὰ τὰς ἄλλας <καὶ> τὰς κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις [1.9.44.3] αὐτῆς τῆς ἀληθείας.
|
[00460]
|
[1.11.51.4] Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὄντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγος·
|
[00494]
|
ἀλλ' ἔστι τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις † ὅσα διασποράδην καὶ διερριμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους.
|
[00740]
|
ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τινα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν [1.17.85.4] ἀποστάτου διάκονοι.
|
[00745]
|
[1.17.85.6] τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ [1.17.86.1] παντοκράτορι ὄντι.
|
[01365]
|
εἰ δὲ ταῦτα περὶ τὸν Μωυσέα εὕροιμεν, ὡς ἐξ αὐτῶν δείκνυται τῶν γραφῶν, εὖ μάλα πεπεισμένως ἂν ἀγορεύοιμεν σοφὸν τῷ ὄντι τὸν [1.26.169.1] Μωυσέα.
|
[01369]
|
οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ὃς οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθά τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται.
|
[01416]
|
αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον [1.28.178.1] ἔστι φαίνεσθαι.
|
[01418]
|
[1.28.178.2] οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως τε γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, καὶ ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι νοεῖν·
|
[01460]
|
ἱκανὸν γὰρ δὴ τοῦτο ἀποδημαγωγεῖν τῆς ἀληθείας τοὺς πολλούς, τὸ δὲ τῷ ὄντι φιλοσόφημα οὐκ εἰς τὴν γλῶσσαν, ἀλλ' εἰς τὴν γνώμην ὀνήσει τοὺς [2.1.3.2] ἐπαΐοντας.
|
[01478]
|
ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής.
|
[01596]
|
[2.4.18.3] αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι.
|
[01759]
|
ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀπο φεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας·
|
[01760]
|
δειναὶ γὰρ καὶ φοβεραὶ τῷ [2.7.34.3] ὄντι κακίαι αὗται καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι·
|
[01789]
|
ἔστι μὲν οὖν ἡ μὲν ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπ' ἀπροσδοκήτῳ φαντασίᾳ, † ἅτε καὶ ἀγγελίας, φόβος δὲ [2.8.37.5] ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα.
|
[01833]
|
εἰ δ' ὁ τῷ ὄντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσιν·
|
[01891]
|
πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη.
|
[01932]
|
[2.11.52.7] φέρε οὖν εἰ ὁ κύριος ἀλήθεια καὶ σοφία καὶ δύναμις θεοῦ, ὥσπερ οὖν ἐστι, δειχθείη ὅτι τῷ ὄντι γνωστικὸς ὁ τοῦτον ἐγνωκὼς καὶ τὸν πατέρα τὸν αὐτοῦ δι' αὐτοῦ·
|
[02009]
|
τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου, ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν·
|
[02069]
|
ἔστι γὰρ τῷ ὄντι οὗ σιγὴ λόγου διαφέρει·
|
[02125]
|
καὶ τῷ ὄντι μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν.
|
[02189]
|
οἱ τοίνυν ἐμπαθοῦς φόβου περιποιητικὸν τὸν νόμον ὑπολαβόντες οὔτε ἀγαθοὶ συνιέναι οὔτε ἐνενόησαν τῷ ὄντι τὸν νόμον.
|
[02335]
|
τῷ γὰρ ὄντι εἰκὼν τοῦ θεοῦ ἄνθρωπος εὐεργετῶν, ἐν ᾧ καὶ αὐτὸς εὐεργετεῖται·
|
[02553]
|
ἀσεβεῖς γὰρ τῷ ὄντι οἱ τὸ συμφέρον [2.22.131.4] ἀπὸ τοῦ δικαίου τοῦ κατὰ νόμον χωρίζοντες.
|
[02567]
|
μία καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις.
|
[02638]
|
ἡ γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονῆς ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρεῖται, καὶ τῷ ὄντι κατὰ τὴν γραφὴν [2.23.141.1] ἀναγκαία βοηθός.
|
[02669]
|
θεοφιλὲς γὰρ τῷ ὄντι ἀπὸ τῆς γλώττης ἐπὶ τὰ ἔργα τὸ κόσμιον διαχειραγωγεῖν, ὁδὸς δὲ ἐπ' ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ [2.23.145.3] τέλος ἀμφοῖν ἡ αἰσχρουργία.
|
[02914]
|
ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, [3.4.32.1] ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται.
|
[03204]
|
τῷ ὄντι γὰρ τὰ τῆς ἐπιθυμίας κατέλυσεν ἔργα, φιλαργυρίαν, φιλονικίαν, φιλοδοξίαν, γυναικομανίαν, παιδεραστίαν, ὀψοφαγίαν, ἀσωτίαν καὶ τὰ τούτοις ὅμοια·
|
[03292]
|
εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ἐγὼ ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, ἥτις ἀντιστρατευομένη τῷ νόμῳ τοῦ θεοῦ καὶ τοῦ νοός μου, φησίν, αἰχμαλωτίζει με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.
|
[03315]
|
[3.11.78.5] τουτέστιν εἰς τοῦτο ἐλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὄντι πατέρα, τὸν τῶν ὄντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον † ἀπειλεῖ.
|
[03469]
|
οἱ γὰρ τῷ ὄντι τοῦ κυρίου ἐκλεκτοὶ οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν ὥσπερ αἱ αἱρέσεις.
|
[03500]
|
ἀλλ' ὅταν ἐπιβαίνειν ἀλλοτρίᾳ κοίτῃ ὀργήσας ὡς ἀληθῶς θελήσῃ, τότε τῷ ὄντι ὁ τοιοῦτος ἐκθηριοῦται·
|
[03523]
|
οἳ δὲ ἀφηνιάσαντες ἐξύβρισαν, ἵπποι θηλυμανεῖς τῷ ὄντι γενόμενοι καὶ ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντες, αὐτοί τε ἀκατασχέτως ἐκχεόμενοι καὶ τοὺς πλησίον ἀναπείθοντες φιληδονεῖν, ἀθλίως ἐπαΐοντες ἐκείνων τῶν γραφῶν, τὸν σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ [3.18.106.1] μαρσίππιον ἓν γενηθήτω ἡμῖν.
|
[03571]
|
[4.1.3.1] Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὄντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων.
|
[03580]
|
χαλεπὸν οὖν τῷ ὄντι ὡς ἔοικεν λανθάνον καλὸν ἐξευρεῖν, ἐπεὶ τῆς ἀρετῆς ἱδρὼς πρόκειται, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον·
|
[03582]
|
[4.2.5.3] στενὴ γὰρ τῷ ὄντι καὶ τεθλιμμένη ἡ ὁδὸς κυρίου, καὶ βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ, ὅθεν ζήτει φησὶ καὶ εὑρήσεις, τῆς [4.2.6.1] βασιλικῆς ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων.
|
[03623]
|
ὥστε ὁ νόμος ἅγιος καὶ τῷ ὄντι πνευματικός ἐστι κατὰ [4.3.11.2] τὸν ἀπόστολον.
|
[03739]
|
πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς [4.6.31.5] εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν.
|
[03760]
|
ἔρωτες γὰρ καὶ νόσοι καὶ οἱ φαῦλοι διαλογισμοὶ διορύσσουσι τὸν λογισμὸν καὶ τὸν ὅλον ἄνθρωπον, ὁ δὲ τῷ ὄντι θησαυρὸς ἡμῶν ἔνθα ἡ [4.6.33.6] συγγένεια τοῦ νοῦ.
|
[03762]
|
οὗτός ἐστι τῷ ὄντι βαλλάντιον μὴ παλαιούμενον, ἐφόδιον ζωῆς ἀιδίου, θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ, ὅτι ἐλεῶν [4.6.34.1] ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος.
|
[03809]
|
κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, <ᾗ> τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ [4.6.39.3] ἐνέργειά ἐστιν ἀγαθή.
|
[03847]
|
ἦν γὰρ <ἂν> τῷ ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις·
|
[04086]
|
ὃν μιμούμενοι οἱ ἀπόστολοι ὡς ἂν τῷ ὄντι γνωστικοὶ καὶ τέλειοι [4.9.75.2] ὑπὲρ τῶν ἐκκλησιῶν ἃς ἔπηξαν ἔπαθον.
|
[04089]
|
ἀλλ' εἰ καὶ ὑπερβαίη τις ἐπὶ τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογήσας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν, ὅλον ἑαυτὸν ἐπιδοὺς διὰ <τὴν ἀγάπην τὴν πρὸς> τὸν θεόν, οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον.
|
[04470]
|
εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, [4.20.128.1] τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.
|
[04505]
|
ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
|
[04607]
|
[4.23.147.1] Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖν καὶ παιδοποιίαν μετὰ σωφροσύνης παρειλημμένα, καλοῦ δὲ εἶναι ἄμεινον <τὸ διὰ> τὴν πρὸς τὸ [4.23.147.2] θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι.
|
[04623]
|
ὅτῳ τοίνυν <τὰ> τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ' [4.23.149.8] αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν.
|
[04670]
|
ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθ' ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ τε ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι οἶος πεπνυμένος, τοὶ δ' ὡς σκιαὶ ἀίσσουσιν·
|
[04700]
|
αὕτη ἡ τῷ ὄντι δικαιοσύνη, μὴ πλεονεκτεῖν ἐν θατέρῳ, ὅλον δὲ εἶναι ἡγιασμένον νεὼν τοῦ κυρίου.
|
[04800]
|
γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν [5.1.1.5] ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας.
|
[04845]
|
ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.
|
[05401]
|
ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν [5.10.65.5] σῴζων ἐπίκρυψιν, ἀφ' ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα·
|
[05418]
|
ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη.
|
[05440]
|
[5.11.70.1] Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες [5.11.70.2] τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου.
|
[05474]
|
εἶεν δ' ἂν καὶ αἱ τρεῖς ἡμέραι τῆς σφραγῖδος μυστήριον, δι' ἧς ὁ τῷ ὄντι πιστεύεται θεός.
|
[05688]
|
καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς [5.14.96.1] ἐμμέτροις.
|
[05731]
|
καὶ ταῦτ' οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τᾶς τε γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνώμενος.
|
[06065]
|
οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι [5.14.134.3] παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός·
|
[06115]
|
πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις.
|
[06118]
|
χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ' Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν.
|
[06124]
|
Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς ὡς ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι·
|
[06655]
|
διόπερ οὐ χρὴ τὴν εἰς ἀνθρώπους δόξαν αἱρούμενον φίλαυτον εἶναι, ἀλλὰ τὸν [6.7.57.1] θεὸν ἀγαπῶντα τῷ ὄντι ὅσιον μετὰ φρονήσεως γίνεσθαι.
|
[06669]
|
ἐπεὶ δὲ ἓν μὲν τὸ ἀγέννητον ὁ παντοκράτωρ θεός, ἓν δὲ καὶ τὸ προγεννηθέν, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν (εἷς γὰρ τῷ ὄντι ἐστὶν ὁ θεός, ὃς ἀρχὴν τῶν ἁπάντων ἐποίησεν, μηνύων τὸν πρωτόγονον υἱὸν ὁ Πέτρος γράφει, συνεὶς ἀκριβῶς τό·
|
[06745]
|
αὐτίκα γὰρ τολμῶμεν φάναι (ἐνταῦθα γὰρ ἡ πίστις ἡ γνωστική) πάντων ἐπιστήμονα εἶναι καὶ πάντων περιληπτικόν, βεβαίᾳ καταλήψει κεχρημένον καὶ ἐπὶ τῶν ἡμῖν ἀπόρων, τὸν τῷ ὄντι γνωστικόν, ὁποῖος ἦν [6.8.68.3] Ἰάκωβος, Πέτρος, Ἰωάννης, Παῦλος καὶ οἱ λοιποὶ ἀπόστολοι.
|
[06753]
|
[6.8.69.3] τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσίς ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τίς ἐστι τῆς ψυχῆς τῶν ὄντων [6.8.70.1] ἤτοι τινὸς ἢ τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων.
|
[06841]
|
μερικῆς οὖν τυγχανούσης τῆς κατὰ τὴν Ἑλληνικὴν φιλοσοφίαν ἐμφαινομένης ἀληθείας, ἡ τῷ ὄντι ἀλήθεια, ὥσπερ ἥλιος ἐπιλάμψας τὰ χρώματα καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὁποῖον ἕκαστον αὐτῶν, διαδείκνυσιν, οὕτως δὲ καὶ αὐτὴ πᾶσαν ἐλέγχει σοφιστικὴν [6.10.83.3] πιθανολογίαν.
|
[06969]
|
ἀδελφὴ δὲ τούτῳ ἡ γυνὴ μετὰ τὴν παιδοποιίαν, ὡς καὶ ὁμοπατρία, κρίνεται, τότε μόνον τοῦ ἀνδρὸς ἀναμιμνῃσκομένη, ὁπηνίκα ἂν τοῖς τέκνοις προσβλέπῃ, ὡς ἂν ἀδελφὴ τῷ ὄντι ἐσομένη καὶ μετὰ τὴν ἀπόθεσιν τῆς σαρκὸς τῆς διαχωριζούσης καὶ διοριζούσης τὴν γνῶσιν τῶν πνευματικῶν τῇ ἰδιότητι τῶν σχημάτων.
|
[07003]
|
οὗτος πρεσβύτερός ἐστι τῷ ὄντι τῆς ἐκκλησίας καὶ διάκονος ἀληθὴς τῆς τοῦ θεοῦ βουλήσεως, ἐὰν ποιῇ καὶ διδάσκῃ τὰ τοῦ κυρίου, οὐχ ὑπ' ἀνθρώπων χειροτονούμενος οὐδ', ὅτι πρεσβύτερος, δίκαιος νομιζόμενος, ἀλλ', ὅτι δίκαιος, ἐν πρεσβυτερίῳ καταλεγόμενος·
|
[07005]
|
μία μὲν γὰρ τῷ ὄντι διαθήκη ἡ σωτήριος ἀπὸ καταβολῆς κόσμου εἰς ἡμᾶς διήκουσα, κατὰ διαφόρους γενεάς τε καὶ χρόνους [6.13.106.4] διάφορος εἶναι τὴν δόσιν ὑποληφθεῖσα.
|
[07011]
|
[6.14.108.1] οἱ τοιοῦτοι κατὰ τὸν ∆αβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ' ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ καθαροὶ τὴν καρδίαν, ἐν οἷς δόλος οὐδείς, οἱ μὴ καταμείναντες ἐν ἑβδομάδι ἀναπαύσεως, ἀγαθοεργίᾳ δὲ θείας ἐξομοιώσεως εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομίαν ὑπερκύψαντες, ἀκορέστου θεωρίας [6.14.108.2] εἰλικρινεῖ ἐποπτείᾳ προσανέχοντες.
|
[07067]
|
δυνατὰ γὰρ ἐνετείλατο, καὶ δεῖ τῷ ὄντι ἀρχικὸν εἶναι καὶ ἡγεμονικὸν τὸν βασιλικόν τε καὶ Χριστιανόν, ἐπεὶ μὴ τῶν ἔξω μόνον θηρίων κατακυριεύειν ἐτάγημεν, [6.15.115.3] ἀλλὰ καὶ τῶν ἐν ἡμῖν αὐτοῖς ἀγρίων παθῶν.
|
[07124]
|
ἀλλ' ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ' ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ [6.15.122.4] δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν.
|
[07137]
|
ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δι' οἰκονομίαν σωτηρίας οὐδ' οἱ περί τινα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ' οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ' αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν, οἱ μὴ κατ' ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς [6.15.124.4] λαλοῦντές τε καὶ παραδιδόντες·
|
[07230]
|
ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἑτοιμάζουσα τὴν ἀρχέ γονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα [6.16.138.2] κληρονομεῖται.
|
[07372]
|
ἴδιον <δέ> ἐστιν ἐκεῖνο καὶ τῷ ὄντι κύριον καὶ ἡγεμονικόν, ὃ ἐπὶ πᾶσι προσλαμβάνει μετὰ τὴν βεβαίαν πίστιν ἅγιον κατ' ἐπισκοπὴν ὁ πιστεύσας πνεῦμα.
|
[07421]
|
ἔκκειται δ' ὅμως καὶ πρὸς μίμησίν τε καὶ ἐξομοίωσιν ἡμῖν θαυμαστὰ τῷ ὄντι καὶ ἅγια τὰ τῆς ἀρετῆς [6.17.161.5] ὑποδείγματα διὰ τῶν ἀναγεγραμμένων πράξεων.
|
[07429]
|
ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν [6.18.162.5] αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει.
|
[07474]
|
Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι, εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοὔνομα, μάτην δὲ ἀθέους [7.1.1.2] ἀποκαλοῦντας <τοὺς> τὸν τῷ ὄντι θεὸν ἐγνωκότας.
|
[07482]
|
[7.1.2.1] Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωστικὸν ὅσιόν τε καὶ εὐσεβῆ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρῃσκεύοντα·
|
[07559]
|
[7.2.12.1] Πάντ' οὖν ὅσα μηδὲν ἐκώλυεν ἑκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, συνεργὰ πρὸς ἀρετὴν ἐποίησέν τε καὶ ἔδειξεν, ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις ὁ τῷ ὄντι μόνος εἷς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεός, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ [7.2.12.2] υἱοῦ, κακίας δ' αὖ πάντῃ πάντως ἀναίτιος.
|
[07589]
|
οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.
|
[07599]
|
καὶ δι' ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικός, οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν [7.3.18.2] γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις·
|
[07629]
|
διὸ εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας, καὶ διὰ τοῦτο ὁ τῷ ὄντι βασιλικὸς τὴν ψυχὴν καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων ὤν, τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον [7.4.22.3] μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος.
|
[07663]
|
θεὸς δέ, ὁ τῷ ὄντι θεός, ἅγιον μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγὲς τὸ ἄδικον καὶ [7.4.26.3] μοχθηρόν.
|
[07680]
|
[7.4.27.4] τῷ γὰρ ὄντι ἡ ἁγνεία οὐκ ἄλλη τίς ἐστιν πλὴν ἡ τῶν ἁμαρτημάτων ἀποχή.
|
[07727]
|
εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ' Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον [7.6.31.3] τῇ κνίσῃ τῇ πολυτιμήτῳ.
|
[07820]
|
ἀντιρρήσεως δ' ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν [7.7.41.4] ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι.
|
[07838]
|
[7.7.43.1] Πᾶς οὖν καὶ τόπος ἱερὸς τῷ ὄντι, ἐν ᾧ τὴν ἐπίνοιαν τοῦ θεοῦ λαμβάνομεν, καὶ χρόνος.
|
[07933]
|
ὡς δὲ οἱ τὰ ἐπίγεια θρῃσκεύοντες τοῖς ἀγάλμασι καθάπερ ἐπαΐουσι προσ εύχονται, τὰς βεβαίας ἐπὶ τούτων τιθέμενοι συνθήκας, οὕτως ἐπὶ τῶν ἐμψύχων ἀγαλμάτων, τῶν ἀνθρώπων, ἡ μεγαλοπρέπεια τοῦ λόγου ἡ ἀληθὴς πρὸς τοῦ ἀξιοπίστου παραλαμβάνεται διδασκάλου, καὶ ἡ εἰς τούτους εὐεργεσία εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον, οὗ κατ' εἰκόνα παιδεύων ὁ τῷ ὄντι ἄνθρωπος δημιουργεῖ καὶ μεταρρυθμίζει [7.9.52.3] καινίζων εἰς σωτηρίαν τὸν κατηχούμενον ἄνθρωπον.
|
[07947]
|
εἰ δὲ ταῦτα οὕτως ἔχει, μόνος ἂν εἴη τῷ ὄντι [7.9.54.3] εὐσεβής τε καὶ δίκαιος καὶ θεοσεβὴς ὁ γνωστικός.
|
[07949]
|
ἀκολούθως τοίνυν οὐδὲ ἀσεβεῖ, ἀλλ' ἢ μόνος τῷ ὄντι θεοσεβεῖ ὁσίως καὶ προσηκόντως, τὸν ὄντως ὄντα θεὸν πανηγεμόνα καὶ <παμ>βασιλέα καὶ παντοκράτορα κατὰ τὴν ἀληθῆ θεοσέβειαν ὁσίως προστρεπόμενος.
|
[08021]
|
ἀπροσπαθῆ τὸν γάμον ἀξιῶν εἶναι καὶ ἀπερίσπαστον τῆς πρὸς τὸν κύριον ἀγάπης, ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ [7.11.64.3] γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν.
|
[08029]
|
εὖ γὰρ οἶδεν τὰ ποιητέα καὶ μή, ἐγνωκὼς κατὰ [7.11.65.3] κράτος τά τε τῷ ὄντι δεινὰ καὶ τὰ μή.
|
[08030]
|
ὅθεν ἐπιστημόνως ὑφίσταται ἃ δεῖν καὶ προσήκειν αὐτῷ ὁ λόγος ὑπαγορεύει, διακρίνων ἐπιστημόνως τὰ τῷ ὄντι θαρραλέα (τουτέστι τὰ ἀγαθὰ) ἀπὸ τῶν φαινομένων καὶ τὰ φοβερὰ ἀπὸ τῶν δοκούντων, οἷον θανάτου καὶ νόσου καὶ [7.11.65.4] πενίας, ἅπερ δόξης μᾶλλον ἢ ἀληθείας ἔχεται.
|
[08031]
|
οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰς ὅλον τὸν ἐμπαθῆ βίον.
|
[08033]
|
τὰ μὲν γὰρ λεγόμενα τυχηρὰ δεινά, ταῦτα τῷ σπουδαίῳ οὐ φοβερά, ὅτι μὴ κακά, τὰ δὲ τῷ ὄντι δεινὰ ἀλλότρια Χριστιανοῦ τοῦ γνωστικοῦ ἐκ διαμέτρου χωροῦντα τοῖς ἀγαθοῖς, ἐπειδὴ κακά, καὶ ἀμήχανον ἅμα τῷ αὐτῷ [7.11.65.6] τὰ ἐναντία κατὰ ταὐτὸν καὶ πρὸς τὸν αὐτὸν ἀπαντᾶν χρόνον.
|
[08035]
|
[7.11.66.1] Μή τι οὖν, εἰ δι' ἄγνοιαν τῶν δεινῶν καὶ μὴ δεινῶν συνίσταται ἡ δειλία, μόνος θαρραλέος ὁ γνωστικός, τά τε ὄντα ἀγαθὰ καὶ τὰ ἐσόμενα γνωρίζων, συνεπιστάμενος δὲ τούτοις, ὥσπερ ἔφην, καὶ τὰ μὴ τῷ ὄντι δεινά, ἐπεὶ μόνην κακίαν ἐχθρὰν οὖσαν εἰδὼς καὶ καθαιρετικὴν τῶν ἐπὶ τὴν γνῶσιν προκοπτόντων, τοῖς ὅπλοις τοῦ κυρίου [7.11.66.2] πεφραγμένος καταπολεμεῖ ταύτης.
|
[08043]
|
ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται, ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορ μὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ' ὅπως (εὐστομεῖν γὰρ δίκαιον), οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν, ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες, καὶ τὴν κλῆσιν ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι βεβαιοῦσιν καὶ τὸν ἄνδρα ἐν τῇ κατὰ ἀλήθειαν [7.11.67.1] λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.
|
[08085]
|
καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρη ἐπανελέσθαι δείκνυται βίον, ἀλλ' ἐκεῖνος ἄνδρας νικᾷ ὁ γάμῳ καὶ παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος, μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ [7.12.70.8] γυναικὸς οἰκετῶν τε καὶ κτημάτων προσφερομένης.
|
[08098]
|
τῷ ὄντι οὐχ οἷόν τε τὸν θεὸν ἐγνωκότα μεγαλοφρόνως καὶ ἀληθῶς ταῖς ἀντικειμέναις δουλεύειν ἡδοναῖς.
|
[08151]
|
[7.12.77.1] Ἀδελφοὶ δ' εἰσὶ τῷ ὄντι κατὰ τὴν κτίσιν τὴν ἐξειλεγμένην καὶ κατὰ τὴν ὁμοήθειαν καὶ κατὰ τὴν τῶν ἔργων ὑπόστασιν, τὰ αὐτὰ ποιοῦντες καὶ νοοῦντες καὶ λαλοῦντες ἐνεργήματα ἅγια καὶ καλά, ἃ [7.12.77.2] ὁ κύριος αὐτοὺς ἠθέλησεν ἐκλεκτοὺς ὄντας φρονεῖν.
|
[08305]
|
διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον τὴν τῷ ὄντι ἀλήθειαν, ἣ μόνη περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται.
|
[08318]
|
ἀποδείξεως δ' οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι' αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε [7.15.92.4] ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις.
|
[08452]
|
ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται.
|
[08779]
|
τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ' εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατ' εἶδος [8.9.31.5] δὲ τοῦ πυρετοῦ.
|