Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὅμοιον [26]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὅμοιον


000-00-00 Serial Number=0506416619
Eclogae propheticae Ante [Go Back]  
 [00125]  τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ ἐξυπηρετεῖν κατάλληλον πρὸς τὴν ὁμοίαν σωτηρίαν.
000-00-00 Serial Number=0386798143
Excerpta ex Theodoto Ante [Go Back]  
 [00087]  Ὅλως γὰρ τὸ γενητὸν οὐκ ἀνούσιον μέν, οὐχ ὅμοιον δὲ μορφὴν καὶ σῶμα ἔχουσι τοῖς ἐν τῷδε [1.10.3] τῷ κόσμῳ σώμασιν.
 [00307]  [3.44.1] Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν Φωτί, ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλι άσατο καὶ προσεκύνησεν·
000-00-00 Serial Number=0376451910
Paedagogus Ante [Go Back]  
 [00116]  Νεοττούς τε ἔτι δύο περιστερῶν ἢ τρυγόνων ζεῦγος ὑπὲρ ἁμαρτίας κελεύει διὰ Μωσέως προσφέρεσθαι, τὸ ἀναμάρτητον τῶν ἁπαλῶν καὶ ἄκακον καὶ ἀμνησίκακον τῶν νεοττῶν εὐπρόσδεκτον εἶναι λέγων τῷ θεῷ καὶ τὸ ὅμοιον τοῦ ὁμοίου καθάρσιον ὑφηγούμενος·
 [00270]  ἐπεὶ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον, φίλον δὲ τὸ ἅγιον τῷ ἐξ οὗ τὸ ἅγιον, ὃ δὴ κυρίως κέκληται φῶς·
 [01975]  [2.10.84.4] ἡ φωνὴ δὲ καὶ αὐτὴ τὸν ὅμοιον τρόπον τῷ κρύει πεπονημένη μαραίνεται·
 [03052]  Τὸ δὲ μὴ ἐπαγανακτεῖν τοῖς ἀκολασταίνουσιν σαφὲς γίνεται τεκμήριον γνώμης εἰς τὸ ὅμοιον ἐκτρεπομένης.
000-00-00 Serial Number=0452595592
Protrepticus Ante [Go Back]  
 [00568]  [4.50.1] ∆ιδάσκαλον δὲ ὑμῖν παραθήσομαι τὴν προφῆτιν Σίβυλλαν οὐ ψευδοῦς Φοίβου χρησμηγόρον, ὅν τε μάταιοι ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν, ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν εἰδώλοις ἀλάλοις λιθοξέστοισιν ὅμοιον.
 [01392]  Ὥρα οὖν ἡμῖν μόνον θεοσεβῆ τὸν Χριστιανὸν εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ' ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύειν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ.
000-00-00 Serial Number=0276349604
Stromata Ante [Go Back]  
 [02213]  ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαὶ βασιλικαί, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος καὶ ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται, ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.
 [02567]  μία καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις.
 [02635]  τέλειος γὰρ ὁ πεποιηκὼς ἐξ αὑτοῦ τὸν ὅμοιον, μᾶλλον δὲ ἐπειδὰν κἀκεῖνον τὸ αὐτὸ πεποιηκότα ἐπίδῃ, τουτέστιν ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθὲν τῷ τεκνώσαντι.
 [02965]  ὅμοιον τούτῳ τὸ παρὰ τῷ Μαλαχίᾳ, τὸ προειρημένον, [3.4.38.5] ἀντέστησαν θεῷ καὶ ἐσώθησαν·
 [02985]  εἰ δὲ τὸ ἀδεὲς ἑκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον.
 [04110]  διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδίκους εἶναι καταλαβόντες, ἀλλ' αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἶναι τὸν βίον ἀδικεῖν ὑπολαμβάνοντες αὐτούς τε οὕτω πολιτευομένους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.
 [04924]  καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ [5.1.13.2] δι' ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν [5.1.13.3] πειθομένων ἡμῖν παίδων.
 [04987]  τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα.
 [05082]  τὸ δὲ σκᾶνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον [5.5.29.3] λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῷ.
 [05688]  καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς [5.14.96.1] ἐμμέτροις.
 [06040]  [5.14.131.2] χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι.
 [06888]  παρακολουθητικὴν δ' ὡς ἔνι μάλιστα τὴν ψυχὴν καὶ τοῦτο παρασκευάζει τὸ μάθημα τοῦ τε ἀληθοῦς διορατικὴν καὶ τοῦ ψεύδους διελεγκτικήν, ὁμολογιῶν τε καὶ ἀναλογιῶν εὑρετικήν, ὥστε ἐν τοῖς ἀνομοίοις τὸ ὅμοιον θηρᾶν, ἐνάγει τε ἡμᾶς ἐπὶ τὸ εὑρεῖν ἀπλατὲς μῆκος καὶ ἐπιφάνειαν ἀβαθῆ καὶ σημεῖον ἀμερὲς καὶ ἐπὶ τὰ νοητὰ μετατίθησιν ἀπὸ τῶν αἰσθητῶν.
 [07578]  οὔτ' οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον, πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ' αὖ δόξῃ καὶ τιμῇ κηλεῖται τὸ θεῖον ἢ παράγεται τοιούτοις τισίν, ἀλλ' ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει [7.3.15.2] μειζόνων.
 [07583]  καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος, καὶ [7.3.16.2] ἄρχοντι ὁ ἀρχόμενος·
 [07688]  ἐπεὶ τὸ γινόμενον ταὐτὸν καὶ ὅμοιον τῷ ἐξ οὗ γίνεται, ὡς τὸ ἐξ ἐλέφαντος ἐλεφάντινον καὶ [7.5.28.4] τὸ ἐκ χρυσοῦ χρυσοῦν·
 [07731]  ὅμοιον οὖν αὐτὸν φυτῷ ποιήσουσιν [7.6.31.5] ἀνορέκτως τρεφόμενον καὶ τοῖς φωλεύουσι θηρίοις.
 [08457]  ἀλλὰ καὶ ἡ ἐξοχὴ τῆς ἐκκλησίας, καθάπερ ἡ ἀρχὴ τῆς συστάσεως, κατὰ τὴν μονάδα ἐστίν, πάντα τὰ ἄλλα ὑπερβάλλουσα καὶ μηδὲν ἔχουσα ὅμοιον ἢ ἴσον ἑαυτῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»