Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὑπόδειγμα [15]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὑπόδειγμα


000-00-00 Serial Number=0514062285
Paedagogus Ante [Go Back]  
 [01057]  ἐνθένδε ἤδη τὴν ἐπουράνιον μελετῶντες πολιτείαν, καθ' ἣν ἐκθεούμεθα, τὸ ἀειθαλὲς εὐφροσύνης καὶ ἀκήρατον εὐωδίας ἐπαλειφώμεθα χρῖσμα, ἐναργὲς ὑπόδειγμα ἀφθαρσίας τὴν πολιτείαν ἔχοντες τοῦ κυρίου καὶ τὰ ἴχνη τοῦ θεοῦ διώκοντες·
 [01199]  Εἰ δὲ καὶ προτρεποίμεθα ἐπ' ἀρετὴν τῶν συνεστιωμένων τινάς, ταύτῃ πλέον ἀφεκτέον τῶν λίχνων τούτων βρωμάτων, ἐναργὲς ὑπόδειγμα ἀρετῆς σφᾶς αὐτοὺς παριστάντας, ὡς Χριστὸν ἐσχήκαμεν αὐτοί.
 [01230]  Καὶ εἴτε ἐσθίετε, φησίν, εἴτε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε, στοχαζόμενοι τῆς ἀληθοῦς εὐτελείας, ἥν μοι δοκεῖ καὶ ὁ κύριος αἰνίξασθαι τοὺς ἄρτους εὐλογήσας καὶ τοὺς ἰχθύας τοὺς ὀπτούς, οἷς κατευώχησε τοὺς μαθητάς, τῆς ἀπεριέργου τροφῆς καλὸν εἰσηγούμενος ὑπόδειγμα.
 [02139]  Καὶ τῆς διδασκαλίας ἐναργὲς ὑπόδειγμα ἐπιφέρει.
 [02725]  [3.5.33.2] Χρὴ τοίνυν τοὺς ἄνδρας γενναῖον ἀληθείας ὑπόδειγμα ταῖς γυναιξὶ γινομένους αἰσχύνεσθαι τὰς μετ' αὐτῶν ἀποδύσεις καὶ φυλάττεσθαι τὰς ὄψεις τὰς ὀλισθηράς·
 [02778]  [3.7.38.1] Ἰδοὺ γοῦν καὶ τὸν Θεσβίτην Ἠλίαν καλὸν ὑπόδειγμα τῆς εὐτελείας ἔχομεν, ὅτε ἐκάθισεν ὑπὸ τὴν ῥάμνον καὶ ὁ ἄγγελος αὐτῷ κομίζει τροφάς·
000-00-00 Serial Number=0260406554
Stromata Ante [Go Back]  
 [01386]  ὅτι δὲ τὸ ὑπόδειγμα σωφρονίζει, αὐτίκα φησί·
 [03419]  ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθ' οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ' οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι [3.12.90.5] σωθήσονται.
 [04233]  ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησίν, ἀλλὰ πάντα στέγομεν, ἵνα [4.15.97.5] μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, μὴ οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί·
 [04234]  μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν [4.15.98.1] ἄχραντον ἐκκεῖσθαι προσήκει.
 [06388]  [6.2.25.1] Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν.
 [06844]  [6.11.84.1] Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν [6.11.84.2] Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ.
 [06874]  ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν ∆ώριον ὑμνοῦντι τὸν ∆ία ὧδέ πως·
 [07066]  [6.15.115.1] Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων [6.15.115.2] ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας·
 [07941]  οὗτος ἑαυτὸν ἐπιδίδωσιν ὑπὲρ τῆς ἐκκλησίας, ὑπὲρ τῶν γνωρίμων οὓς αὐτὸς ἐγέννησεν ἐν πίστει, εἰς ὑπόδειγμα τοῖς διαδέξασθαι τὴν ἄκραν οἰκονομίαν τοῦ φιλανθρώπου καὶ φιλοθέου παιδευτοῦ δυναμένοις, εἰς παράστασιν τῆς ἀληθείας τῶν λόγων, εἰς ἐνέργειαν τῆς [7.9.53.6] ἀγάπης τῆς πρὸς τὸν κύριον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»