Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Αἰγύπτιοι [16]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Αἰγύπτιοι


000-00-00 Serial Number=0174484074
Paedagogus Ante [Go Back]  
 [01529]  Χρῶνται γοῦν παρὰ τοὺς πολέμους αὐτῶν Τυρρηνοὶ μὲν τῇ σάλπιγγι, σύριγγι δὲ Ἀρκάδες, Σικελοὶ δὲ πηκτίσιν καὶ Κρῆτες λύρᾳ καὶ Λακεδαιμόνιοι αὐλῷ καὶ κέρατι [2.4.42.3] Θρᾷκες καὶ Αἰγύπτιοι τυμπάνῳ καὶ Ἄραβες κυμβάλῳ·
000-00-00 Serial Number=0694607496
Protrepticus Ante [Go Back]  
 [00430]  Καὶ πόσῳ βελτίους Αἰγύπτιοι κωμηδὸν καὶ κατὰ πόλεις τὰ ἄλογα τῶν ζῴων ἐκτετιμηκότες ἤπερ Ἕλληνες τοιούτους προσκυνοῦντες θεούς;
 [00433]  Ἀλλ' οὖν γε Αἰγύπτιοι, ὧν νῦν δὴ ἐμνήσθην, κατὰ τὰς θρῃσκείας τὰς σφῶν ἐσκέ δανται·
 [00751]  ἀγάλματα μὲν θεῶν οὐ ξύλα καὶ λίθους ὑπειλήφασιν ὥσπερ Ἕλληνες οὐδὲ μὴν ἴβιδας καὶ ἰχνεύμονας καθάπερ Αἰγύπτιοι, ἀλλὰ πῦρ τε καὶ ὕδωρ ὡς φιλόσοφοι.
000-00-00 Serial Number=0016988695
Stromata Ante [Go Back]  
 [00644]  [1.16.74.2] Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι.
 [00645]  Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν μηδ' εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς [1.16.74.3] ἀλούτους ἐνομοθέτησαν γεωμετρίας τε αὖ εὑρεταὶ <οἱ αὐτοὶ> γεγόνασιν.
 [00931]  τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον [1.21.106.6] εἶναι ὃν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν [1.21.107.1] ἐγχωρίων ὕστερον.
 [01241]  εἶτα τίθεται τῷ παιδίῳ ὄνομα ἡ βασιλὶς Μωυσῆν ἐτύμως διὰ τὸ ἐξ ὕδατος ἀνελέσθαι αὐτό (τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι), εἰς ὃ ἐκτέθειται τεθνηξόμενος.
 [01280]  ἔπειτα νουθετοῦνται μὲν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοι, θεαταὶ δὲ Ἑβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν [1.23.157.2] τοῦ θεοῦ.
 [01281]  ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, δι' ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε ὡς εἴρηται, ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς [1.23.157.3] ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους [1.23.157.4] τῇ καταδουλώσει.
 [01311]  ἐπεδίωξαν γὰρ οἱ Αἰγύπτιοι ἐφ' ἵππων καὶ ὀχημάτων, ἀλλ' ἀπώλοντο θᾶττον ῥαγείσης τῆς θαλάσσης καὶ σὺν ἵπποις καὶ ἅρμασιν αὐτοὺς κατακλυσάσης, ὡς [1.24.161.3] μηδὲλείψανον αὐτῶν ἀπολειφθῆναι.
 [04999]  διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν <διὰ τὸν> ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ' αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπε [5.4.19.4] τάσματος ᾐνίξαντο, <δι' οὗ> μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην·
 [05104]  [5.5.31.5] ∆ιὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις.
 [05178]  [5.7.41.1] Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπό τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους.
 [06477]  μετίασι γὰρ οἰκείαν τινὰ φιλοσοφίαν Αἰγύπτιοι·
 [07767]  [7.6.33.8] διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ' αὐτοὺς ἁγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἅπτονται καὶ δι' ἄλλους μέν τινας μύθους, μάλιστα δὲ ὡς πλαδαρὰν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»