Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Πλάτων [98]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Πλάτων


000-00-00 Serial Number=0044339776
Paedagogus Ante [Go Back]  
 [00684]  Ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν πάντες μὲν γὰρ φησὶν ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες·
 [00883]  Ταύτῃ τοι καὶ Πλάτων τὴν μεγίστην τῆς ἐπανορθώσεως δύναμιν καὶ τὴν κυριωτάτην κάθαρσιν τὸν ἔλεγχον εἰδὼς ἀκολούθως τῷ λόγῳ τὸν τὰ μέγιστα ἀκάθαρτον ὄντα ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι διὰ τὸ ἀνέλεγκτον εἶναι βούλεται, ᾗ καθαρώτατον καὶ κάλλιστον ἔπρεπεν τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.
 [01289]  [2.1.18.1] Ὅθεν κατηγορῶν τοῦ τρυφῶντος βίου ὁ τὴν ἀλήθειαν ἐζηλωκὼς τῶν φιλοσόφων Πλάτων τὸ ἔναυσμα τῆς Ἑβραϊκῆς φιλοσοφίας ζωπυρῶν·
 [01292]  [2.1.18.2] Οὐ γὰρ ἄπυστος ἦν ὁ Πλάτων τοῦ ∆αβίδ, ὃς ἐν τῇ πόλει τῇ ἑαυτοῦ τὴν ἁγίαν ἱδρύων κιβωτὸν ἐν μέσῃ τῇ σκηνῇ, παντὶ τῷ ὑπηκόῳ εὐφροσύνην ποιήσας λαῷ, ἐναντίον τοῦ κυρίου διεμέρισεν εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου.
 [01988]  Ταύτῃ μοι δοκεῖ καὶ ὁ Πλάτων ἐν Φαίδρῳ τὴν παιδεραστίαν ἀποκρουόμενος θηρίον αὐτὴν προσειπεῖν, ὅτι τὸν χαλινὸν ἐνδακόντες οἱ ταῖς ἡδοναῖς ἔκδοτοι λάγνοι τετραπόδων νόμῳ βαίνουσι καὶ παιδοσπορεῖν ἐπιχειροῦσιν·
 [02015]  ἐπιθυμίᾳ γὰρ κακῇ ὄνομα ὕβρις, καὶ τὸν τῆς ἐπιθυμίας ἵππον ὑβριστὴν ὁ Πλάτων προσεῖπεν, ἵπποι θηλυμανεῖς ἐγενήθητέ μοι ἀναγνούς.
 [02028]  Πρὸς δὲ καὶ ἀρούρας θηλείας ἀπέχεσθαι πάσης, ὅτι μὴ τῆς ἰδίας, ὁ καλὸς ἐκ τῶν θείων ἀναλεγόμενος γραφῶν συνεβούλευσεν Πλάτων ἐκεῖθεν τὸ νόμιμον ἐκλαβών·
 [02126]  Ταύτῃ τοι καὶ Πλάτων ἐν Φιλήβῳ ὁ τῆς βαρβάρου μαθητὴς φιλοσοφίας ἀθέους κέκληκε μυστικῶς τοὺς τὸν θεὸν τὸν ἔνοικον αὐτοῖς, τὸν λόγον, διαφθείροντας καὶ μιαίνοντας τὸ ὅσον ἐφ' ἑαυτοῖς ἐν τῇ τῶν παθῶν οἰκειώσει.
 [02919]  Ὁ δὲ καὶ ἐν τούτῳ ἄρα ζηλωτὴς Μωυσέως, ὁ πάντα ἄριστος Πλάτων, ὑφὴν ἐκείνην ἀποδέχεται, ᾗ μὴ πλέον ἔργον πρόσεστι γυναικὸς σώφρονος·
000-00-00 Serial Number=0943255723
Protrepticus Ante [Go Back]  
 [00778]  Πῇ δὴ οὖν ἐξιχνευτέον τὸν θεόν, ὦ Πλάτων;
 [00782]  Εὖ γε, ὦ Πλάτων, ἐπαφᾶσαι τῆς ἀληθείας·
 [00792]  Ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεται περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων καλῶν.
 [00801]  [6.70.1] Πόθεν, ὦ Πλάτων, ἀλήθειαν αἰνίττῃ;
000-00-00 Serial Number=0508898020
Stromata Ante [Go Back]  
 [00091]  ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρ' ἑτέρων.
 [00338]  ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν.
 [00364]  ταύτῃ τοι ὁ φιλαλήθης Πλάτων οἷον θεοφορούμενος ὡς ἐγὼ τοιοῦτος φησίν, ὁποῖος οὐδενὶ ἄλλῳ ἢ τῷ λόγῳ πείθεσθαι, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος [1.8.42.2] φαίνοιτο.
 [00455]  ἀρετὴ δὲ οὐ φιλομειράκιον, ὁ φιλόσοφος λέγει [1.11.51.3] Πλάτων·
 [00529]  Πλάτων δὲ ἀντὶ Περιάνδρου ὡς ἀναξίου σοφίας διὰ τὸ τετυραννηκέναι ἀντικατατάττει Μύσωνα τὸν Χηνέα.
 [00533]  αὐτίκα Πλάτων πάλαι τὸ διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις.
 [00557]  Σωκράτους δὲ ἀκούσας Ἀντισθένης μὲν ἐκύνισε, [1.14.63.5] Πλάτων δὲ εἰς τὴν Ἀκαδημίαν ἀνεχώρησε.
 [00584]  Πλάτων δὲ οὐκ ἀρνεῖται τὰ κάλλιστα εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων ἐμπορεύεσθαι εἴς τε Αἴγυπτον ἀφικέσθαι ὁμολογεῖ·
 [00588]  οὕτως οἴεται ὁ Πλάτων καὶ βαρβάρων φιλοσόφους τινὰς εἶναι, ὁ δὲ Ἐπίκουρος ἔμπαλιν [1.15.67.2] ὑπολαμβάνει μόνους φιλοσοφῆσαι Ἕλληνας δύνασθαι.
 [00589]  ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας † μόνους ἀληθῶς φησι καὶ <ἄλλοι> ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας.
 [00593]  ὁ δὲ Πλάτων δῆλον ὡς σεμνύνων αἰεὶ τοὺς βαρβάρους εὑρίσκεται, μεμνημένος αὑτοῦ τε καὶ Πυθαγόρου τὰ πλεῖστα καὶ γενναιότατα τῶν δογμάτων ἐν βαρβάροις μαθόντος.
 [00596]  [1.15.69.1] Ἱστορεῖται δὲ Πυθαγόρας μὲν Σώγχιδι τῷ Αἰγυπτίῳ ἀρχιπροφήτῃ μαθητεῦσαι, Πλάτων δὲ Σεχνούφιδι τῷ Ἡλιοπολίτῃ, Εὔδοξος [1.15.69.2] δὲ ὁ Κνίδιος Κονούφιδι τῷ καὶ αὐτῷ Αἰγυπτίῳ.
 [00597]  ἐν δὲ τῷ περὶ ψυχῆς Πλάτων ** πάλιν προφητείαν γνωρίζων φαίνεται, προφήτην εἰσάγων τὸν τῆς Λαχέσεως λόγον ἐξαγγέλλοντα πρὸς τὰς [1.15.69.3] κληρουμένας ψυχὰς <καὶ> προθεσπίζοντα.
 [00905]  ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει·
 [01168]  ὁ Πλάτων δὲ καὶ τοῖς θεοῖς διάλεκτον ἀπονέμει τινά, μάλιστα μὲν ἀπὸ τῶν ὀνειράτων τεκμαιρόμενος καὶ τῶν χρησμῶν, ἄλλως δὲ καὶ ἀπὸ τῶν δαιμονώντων, οἳ τὴν αὑτῶν οὐ φθέγγονται φωνὴν οὐδὲ διάλεκτον, ἀλλὰ τὴν τῶν ὑπεισιόντων [1.21.143.2] δαιμόνων.
 [01174]  καὶ Πλάτων δὲ ἐν Κρατύλῳ τὸ πῦρ ἑρμηνεῦσαι βουλόμενος βαρβαρικόν φησιν εἶναι τὸ ὄνομα.
 [01227]  κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ [1.22.150.2] λεγομένων.
 [01231]  τί γάρ ἐστι Πλάτων ἢ Μωυσῆς ἀττικίζων;
 [01333]  [1.25.165.1] Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναις, ἐπῄνεσε δὲ ὡς σεμνοτέραν τὴν ἕν τι λέγουσαν καὶ πρὸς δόγμα ἓν νεύουσαν αἰεί·
 [01337]  ἔτι τὸ μὲν νομικὸν πρὸς γενέσεως εἶναι, τὸ πολιτικὸν δὲ πρὸς φιλίας καὶ ὁμονοίας ὁ Πλάτων ὠφεληθείς, τοῖς μὲν Νόμοις τὸν φιλόσοφον τὸν ἐν τῇ Ἐπινομίδι συνέταξεν, τὸν τὴν διέξοδον πάσης γενέσεως τῆς διὰ τῶν πλανωμένων εἰδότα.
 [01375]  τόν τε Μίνω παρὰ ∆ιὸς δι' ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ ∆ιὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς ∆ελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν.
 [01411]  καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος, ἡ ἐποπτεία, ἥν φησιν ὁ Πλάτων τῶν μεγάλων ὄντως εἶναι μυστηρίων, Ἀριστοτέλης δὲ τὸ εἶδος τοῦτο μετὰ τὰ φυσικὰ [1.28.176.3] καλεῖ.
 [01443]  [1.29.182.1] εἴτ' οὖν τὸν ἅμα τῇ γενέσει φησὶ νόμον εἴτε καὶ τὸν αὖθις δοθέντα, πλὴν ἐκ θεοῦ ὅ τε τῆς φύσεως ὅ τε τῆς μαθήσεως νόμος, εἷς <ὤν>, ὡς καὶ Πλάτων ἐν τῷ Πολιτικῷ ἕνα τὸν νομοθέτην φησίν, ἐν δὲ τοῖς Νόμοις ἕνα τὸν συνήσοντα τῶν μουσικῶν, διὰ τούτων [1.29.182.2] διδάσκων τὸν λόγον εἶναι ἕνα καὶ τὸν θεὸν ἕνα.
 [01587]  ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵν' ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη·
 [01634]  μακαρίζει δ' ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων·
 [01646]  Πλάτων δὲ βασιλέα τὸν σοφὸν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.
 [01648]  ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πως παρίστησιν, ἐξυμνῶν ἅμα τὴν [2.5.23.2] εἰρήνην·
 [01868]  ταύτης δὲ ἀρχὴ τὸ θαυμάσαι τὰ πράγματα, ὡς Πλάτων ἐν Θεαιτήτῳ λέγει, καὶ Ματθίας ἐν ταῖς Παραδόσεσι παραινῶν θαύμασον τὰ παρόντα, βαθμὸν τοῦτον πρῶτον [2.9.45.5] τῆς ἐπέκεινα γνώσεως ὑποτιθέμενος·
 [02314]  [2.19.100.3] Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε καὶ συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων [2.19.100.4] ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν.
 [02551]  [2.22.131.2] Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου καὶ τὴν ἀπ' αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς [2.22.131.3] μεταποιουμένους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας.
 [02554]  αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν, δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον [2.22.131.5] ἀγαθὸν καὶ πληρέστατον λέγει.
 [02557]  αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει·
 [02623]  Πλάτων μὲν οὖν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων [2.23.138.3] μεταλαμπαδευομένην.
 [02648]  ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἄρχουσιν·
 [02767]  [3.3.12.1] Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλ' οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου [3.3.12.2] γενομένην δημιουργοῦ·
 [02798]  Πλάτων δὲ ἐν Κρατύλῳ Ὀρφεῖ τὸν λόγον ἀνατίθησι τὸν περὶ τοῦ κολάζεσθαι τὴν ψυχὴν ἐν τῷ σώματι, λέγει δὲ ὧδε·
 [02808]  [3.3.17.3] Πλάτων τε ἀκολούθως ἐν Φαίδωνι οὐκ ὀκνεῖ γράφειν ὧδέ πως·
 [02820]  τήν τε συνουσίαν γενέσεως οὖσαν ἀρχὴν καὶ πρὸ τοῦ Μαρκίωνος [3.3.18.4] ἀποστρεφόμενος φαίνεται ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὁ Πλάτων.
 [03655]  [4.4.16.1] Εἶτα Ἡράκλειτος μέν φησιν ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι, καὶ Πλάτων ἐν τῷ πέμπτῳ τῆς Πολιτείας γράφει·
 [03667]  δι' ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα·
 [03717]  τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωϊκοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, [4.6.28.2] Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ [4.6.28.3] μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας.
 [03792]  οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προσκεκλῆσθαι, φησὶν ὁ Πλάτων, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν [4.6.37.3] ἀφικνούμενοι·
 [03848]  ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν [4.7.44.3] ἀθάνατος ἡ ψυχή, ἕρμαιον ὁ θάνατος καὶ Πλάτων ἐν Φαίδωνι εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, <ἕρμαιον ἂν ἦν> καὶ τὰ ἑξῆς.
 [04667]  [4.25.155.2] εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι·
 [04856]  λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι·
 [04891]  ὁ δὲ Πλάτων τὴν γῆν χρόνοις τισὶ διὰ πυρὸς καθαίρεσθαι καὶ ὕδατος ὧδέ πώς φησι·
 [04944]  ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει **.
 [05118]  ἄθρει δὴ περισκοπῶν, φησὶν ὁ Πλάτων, μή τις τῶν ἀμυήτων ἐπακούῃ.
 [05291]  οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν,) καταπίπτειν φησίν.
 [05334]  [5.9.58.1] Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ' αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν.
 [05395]  [5.10.65.1] Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ δι' αἰνιγμάτων, ἵν' ἤν τι <ἡ> δέλτος [5.10.65.2] ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ.
 [05397]  [5.10.65.3] ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων·
 [05414]  διὸ καί φησιν ἐν δευτέρῳ Πολιτείας ὁ Πλάτων·
 [05476]  δυσάλωτος γὰρ ἡ χώρα τοῦ θεοῦ, ὃν χώραν ἰδεῶν ὁ Πλάτων κέκληκεν, παρὰ Μωυσέως λαβὼν τόπον εἶναι αὐτόν, ὡς τῶν ἁπάντων καὶ τῶν ὅλων [5.11.73.4] περιεκτικόν.
 [05494]  [5.11.75.3] οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμον, ἵνα τιμὰς πρός τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων, φησὶν ὁ Πλάτων, καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς [5.11.75.4] οἰκείας λειτουργίας.
 [05501]  εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδώς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἔμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ [5.11.76.3] εἴδωλα, ἰδίᾳ δὲ ἀπεῖπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα.
 [05511]  ῥητὸν γὰρ [5.12.78.2] οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλαλήθης λέγει Πλάτων.
 [05570]  λέγει δὲ καὶ ὁ Πλάτων ἐν τῷ Μένωνι θεόσδοτον τὴν ἀρετήν, ὡς δηλοῦσιν αἱ λέξεις αἵδε·
 [05613]  ἐντεῦθεν οἱ ἀμφὶ τὸν Πυθαγόραν θείᾳ μοίρᾳ τὸν νοῦν εἰς ἀνθρώπους ἥκειν φασί, καθάπερ Πλάτων καὶ Ἀριστοτέλης [5.13.88.2] ὁμολογοῦσιν.
 [05626]  ναί, φασίν, ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ [5.14.89.6] Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν.
 [05637]  Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν·
 [05644]  οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά [5.14.91.3] τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια;
 [05649]  καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκεν·
 [05655]  [5.14.92.5] Τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ [5.14.92.6] τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσιν·
 [05677]  ἆρ' οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ [5.14.94.3] νοητά;
 [05678]  εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν [5.14.94.4] ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον.
 [05685]  ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ [5.14.95.2] ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)·
 [05719]  ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ <ὄντας> καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων [5.14.98.2] καλῶν ὧδέ πως·
 [05736]  καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι γὰρ τοῦ Μωυσέως λέγοντος [7εἶπεν,] καὶ [7,] ἐγένετοτὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.
 [05775]  τὸν δὴ Ζωροάστρην τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει·
 [05789]  πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ [5.14.105.3] Ἡρακλείτῳ.
 [05796]  τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται·
 [05823]  οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ' ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας [5.14.108.3] ὧδέ φησιν·
 [05861]  [5.14.112.2] Παρμενίδης δὲ ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει·
 [06056]  [5.14.133.4] εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν [5.14.133.5] τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν.
 [06092]  τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε·
 [06273]  [6.2.13.7] καὶ κατάλληλά σοί φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου <ὡς> εὐμεταβόλου ζῴου.
 [06338]  γηροτροφία γὰρ προσέοικεν παιδοτροφίᾳ, [6.2.19.8] ἀλλὰ καὶ ὁ φιλόσοφος Πλάτων·
 [06398]  Πλάτων δὲ ὁ κωμικὸς καὶ Ἀριστοφάνης ἐν τῷ ∆αιδάλῳ τὰ ἀλλήλων ὑφαιροῦνται.
 [06403]  παρὰ Πυθαγόρου δὲ καὶ τὴν ψυχὴν ἀθάνατον εἶναι Πλάτων ἔσπακεν, ὃ δὲ παρ' [6.2.27.3] Αἰγυπτίων.
 [06661]  Κλεάνθης μὲν γὰρ Ζήνωνα ἐπιγράφεται καὶ Θεόφραστος Ἀριστοτέλη Μητρόδωρός τε Ἐπίκουρον καὶ Πλάτων Σωκράτην·
 [07461]  *** μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ἤρεσαν, ἀλλὰ Πλάτωνι μὲν Σωκράτης καὶ Ξενοκράτει Πλάτων, Ἀριστοτέλης δὲ Θεοφράστῳ καὶ Κλεάνθει Ζήνων, οἳ τοὺς ἰδίους μόνον [6.18.167.3] αἱρετιστὰς ἔπεισαν·
 [07466]  εἶτα περὶ μὲν ποιητικῆς Πλάτων κοῦφον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς γράφει καὶ οὐχ οἷός τε ποιεῖν, [6.18.168.2] πρὶν ἂν ἔνθεός τε καὶ ἔκφρων γένηται.
 [07754]  διόπερ οὐ κακῶς ὁ κωμικὸς Πλάτων ἐν ταῖς Ἑορταῖς τῷ δράματί φησιν·
 [08559]  Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ τοῦ τρίτου τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά, ζῷα δ' ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»