Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Πλάτωνα [22]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Πλάτωνα


000-00-00 Serial Number=0937660754
Paedagogus Ante [Go Back]  
 [00686]  Εἰ δὲ ἀγαθὰ πάσχουσιν ὑπὸ τοῦ δικαίου οἱ ἐπανορθούμενοι καὶ κατὰ Πλάτωνα, ὁμολογεῖται ἀγαθὸν εἶναι τὸν δίκαιον.
 [01470]  Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ [2.3.36.4] ἡ πολυκτημοσύνη.
000-00-00 Serial Number=0144091129
Protrepticus Ante [Go Back]  
 [00807]  [6.71.1] Καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ' ἐπίπνοιαν [6.71.2] αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο.
000-00-00 Serial Number=0201496780
Stromata Ante [Go Back]  
 [00560]  Σπεύσιππος δὲ Πλάτωνα διαδέχεται, τοῦτον δὲ Ξενοκράτης, ὃν Πολέμων.
 [00591]  ψυχὰς γὰρ ἀγαθὰς κατὰ Πλάτωνα καταλιπούσας τὸν ὑπερουράνιον τόπον ὑπομεῖναι ἐλθεῖν εἰς τόνδε τὸν τάρταρον καὶ σῶμα ἀναλαβούσας τῶν ἐν γενέσει κακῶν ἁπάντων μετασχεῖν ὑπολαμβάνουσι, κηδομένας τοῦ τῶν ἀνθρώπων γένους, αἳ νόμους τε ἔθεσαν καὶ φιλοσοφίαν ἐκήρυξαν, οὗ μεῖζον ἀγαθὸν τῷ τῶν ἀνθρώπων γένει οὔτ' ἦλθέν ποτε ἐκ θεῶν [1.15.68.1] οὔτ' ἀφίξεται.
 [01412]  καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολι τικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ <τοῦ> τῷ θεῷ κεχαρισμένα μὲν λέγειν [1.28.177.1] δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.
 [01559]  οἱ δὲ ἄπιστοι, ὡς ἔοικεν, ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσιν εἰς γῆν, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες κατὰ τὸν Πλάτωνα·
 [01625]  φέρε δὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἐπιβάλλοντα παραστησώμεθα δόγμασιν·
 [01656]  ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη [2.5.24.1] δὲ ἀρετῶν μήτηρ ἡ πίστις.
 [02386]  [2.20.108.2] καὶ γὰρ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ἡ ἡδονὴ κηρίνους ποιεῖ κατὰ Πλάτωνα, ὅτι ἑκάστη ἡδονή τε καὶ λύπη προσπασσαλοῖ τῷ σώματι τὴν ψυχὴν τοῦ γε μὴ ἀφορίζοντος καὶ ἀποσταυροῦντος [2.20.108.3] ἑαυτὸν τῶν παθῶν.
 [04968]  ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε [5.3.17.5] παῦροι κατὰ τὸν Πλάτωνα.
 [05412]  οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνευματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχὴ αὐτὴ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθη Πλάτωνα·
 [05480]  ἐπ' αὐτῷ γινόμενος τῷ τοῦ νοητοῦ [5.11.74.3] τέλει κατὰ Πλάτωνα.
 [05576]  καὶ δὴ αὐτόν σοι Πλάτωνα παραστήσω ἄντικρυς ἤδη θεοῦ παισὶ πιστεύειν ἀξιοῦντα·
 [05584]  πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται.
 [05614]  ἀλλ' ἡμεῖς μὲν τῷ πεπιστευκότι προσεπιπνεῖσθαι τὸ ἅγιον πνεῦμά φαμεν, οἳ δὲ ἀμφὶ τὸν Πλάτωνα νοῦν μὲν ἐν ψυχῇ θείας μοίρας ἀπόρροιαν ὑπάρχοντα, ψυχὴν δὲ ἐν σώματι κατοικίζουσιν·
 [05716]  Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν, ἀποδείκνυσιν ὅτι καὶ κατ' αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα [5.14.97.7] τοῖς Στωϊκοῖς.
 [05765]  σιωπῶ γὰρ Πλάτωνα.
 [05878]  [5.14.115.1] οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι·
 [06107]  ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν, ἑπόμενοι μετὰ μὲν ∆ιὸς ἡμεῖς, ἄλλοι δὲ μετ' ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.
 [07126]  [6.15.123.1] Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἢ παρὰ τοῦ θεοῦ ἢ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων·
 [08565]  κατὰ μὲν γὰρ Πλάτωνα τὸ φυτὸν ἔμψυχόν τε καὶ ζῷον, κατὰ δὲ Ἀριστοτέλη ζῷον μὲν οὔπω, λείπει γὰρ αὐτῷ τὸ αἰσθητικόν, ἔμψυχον δὲ ἤδη·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»