Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Χριστοῦ [123]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Χριστοῦ


000-00-00 Serial Number=0093530297
Excerpta ex Theodoto Ante [Go Back]  
 [00256]  [2.33.3] Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος καὶ συστα λέντος εἰς τὸ Πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ Μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγά γετο Ἄρχοντα, εἰς τύπον τοῦ φυγόντος αὐτήν, κατ' ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος [2.33.4] τοῦ Πατρὸς τῶν ὅλων.
 [00299]  [2.43.1] Λέγουσιν οὖν ὅτι αἱ δεξιαὶ ᾔδεσαν τοῦ Ἰησοῦ καὶ τοῦ Χριστοῦ τὰ ὀνόματα καὶ πρὸ τῆς παρουσίας·
 [00426]  [3.62.3] Αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ, πάσχοντος τοῦ σώματος, ἑαυτὴν εἰς τὰς χεῖρας τοῦ Πατρὸς παρακα τέθετο·
 [00518]  ἐπιγραφὴν μὲν ἔχει διὰ Χριστοῦ τὸ Ὄνομα τοῦ Θεοῦ, τὸ δὲ Πνεῦμα ὡς εἰκόνα.
 [00521]  Οὕτως καὶ ἡ ψυχὴ ἡ πιστή, τὸ τῆς ἀληθείας λαβοῦσα σφράγισμα, τὰ στίγματα τοῦ Χριστοῦ περιφέρει.
000-00-00 Serial Number=0854277909
Fragmenta Ante [Go Back]  
 [00013]  οὕτω καὶ τοῦ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι, τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα·
 [00036]  Οἳ δὲ τοῦ Χριστοῦ τὴν σάρκα.
 [00039]  οὗτοί εἰσιν οἱ ταῦτα ποιοῦντες, οἵτινες τὴν σάρκα τοῦ Χριστοῦ, τουτέστι τὸ οἰκεῖον σῶμα (σὰρξ γὰρ Χριστοῦ τὸ ἡμέτερον σῶμα) ἐσταύρωσαν καὶ οἷον ἐνέκρωσαν ἀπὸ τῶν σωμα τικῶν παθῶν, καὶ οὐ μόνον τὸ σῶμα, ὅσον ἧκεν εἰς τὰ πάθη, ἐσταύ ρωσαν, ἀλλὰ καὶ αὐτὰ τὰ πάθη, ὅσον ἧκεν εἰς τὸ ἐπιτελεῖσθαι, παρ' αὐτῶν ἐσταύρωνται.
 [00047]  οἱ δὲ τοῦ Χριστοῦ, τουτέστιν ὄντες, τὴν ἑαυτῶν σάρκα ἐσταύ ρωσαν.
 [00197]  καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικός, ἱερά τευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας τὰς προσδεκτὰς τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
 [00267]  κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως.
 [00271]  μέτοχος Χριστοῦ ἀεὶ καθίστασο τοῦ τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ·
 [00343]  Εἰς τοσαύτην δὲ αὔξην ἡ φυὴ τοῦ λόγου προῆλθεν, ὡς τὸ ἐξ αὐτοῦ φύον δένδρον (τοῦτο δ' ἂν εἴη ἡ πανταχοῦ γῆς ἱδρυμένη τοῦ Χριστοῦ ἐκκλησία) τὰ πάντα πληρῶσαι, ὥστε ἐν τοῖς κλάδοις αὐτῆς κατασκηνῶσαι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀγγέλους δηλαδὴ θείους καὶ μετεωροπόρους ψυχάς.
 [00452]  δι' ὅ φημι τοὺς βουλομένους Χριστιανοὺς εἶναι δεῖν μόνους τοὺς τοῦ Χριστοῦ λόγους ἀναλαμβάνειν καὶ μὴ δι' ἑτέρων ζητεῖν τοῦτό γε αὐτοῖς περιγενέσθαι.
 [00454]  Μετὰ δὲ ἔτη τέσσαρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος, μετὰ τὸ ἐξελθεῖν τὸν ἅγιον Παῦλον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης, κηρύξαντα ἐκεῖ πρῶτον τὸν λόγον ἐν τῇ ῥύμῃ τῇ πλησίον τοῦ Πανθέου τῇ καλουμένῃ τῶν Σίγγωνος ἅμα Βαρνάβᾳ.
000-00-00 Serial Number=0600050211
Hymnus Christi servatoris Ante [Go Back]  
 [00006]  ἴχνια Χριστοῦ ὁδὸς οὐρανία.
000-00-00 Serial Number=0966187894
Paedagogus Ante [Go Back]  
 [00152]  Σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν [1.5.18.4] εἰς αὐτὸν τὰ πάντα·
 [00153]  ταῦτα λέγων εἰς οἰκοδομὴν τοῦ σώματος Χριστοῦ, ὅς ἐστι κεφαλή καὶ ἀνὴρ ὁ μόνος ἐν δικαιοσύνῃ τέλειος.
 [00158]  Τοῦτό τοι σαφέστατα ὁ μακάριος Παῦλος ὑπεσημήνατο εἰπὼν δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, [1.5.19.3] ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα.
 [00171]  Ἔναγχος γοῦν ἔγνωσται ὁ θεὸς κατὰ τὴν Χριστοῦ παρουσίαν.
 [00194]  ᾗ ὑπομονὴ ὄνομα πάγιον τέθειται, ἤτοι ἐπεὶ μόνη αὕτη εἰς τοὺς αἰῶνας μένει χαίρουσα ἀεὶ ἢ ἐξ ὑπομονῆς τῶν πιστευόντων συνέστηκεν, οἵ ἐσμεν μέλη Χριστοῦ·
 [00327]  Νήπιοι ἄρα εἰκότως οἱ παῖδες τοῦ θεοῦ οἱ τὸν μὲν παλαιὸν ἀποθέμενοι ἄνθρωπον καὶ τῆς κακίας ἐκδυσάμενοι τὸν χιτῶνα, ἐπενδυσά μενοι δὲ τὴν ἀφθαρσίαν τοῦ Χριστοῦ, ἵνα καινοὶ γενόμενοι, λαὸς ἅγιος, ἀναγεννηθέντες ἀμίαντον φυλάξωμεν τὸν ἄνθρωπον καὶ νήπιοι ὦμεν ὡς βρέφος τοῦ θεοῦ κεκαθαρμένον πορνείας καὶ πονηρίας.
 [00344]  ἐπὶ δὲ γέγονα ἀνήρ, οὐκέτι τὰ τοῦ νηπίου, τουτέστι τὰ τοῦ νόμου, ἀλλὰ τὰ τοῦ ἀνδρὸς φρονῶ, τουτέστι τὰ τοῦ Χριστοῦ, ὃν μόνον ἄνδρα ἡ γραφή, καθὼς προειρήκαμεν, καλεῖ, κατήργηκα τὰ τοῦ νηπίου.
 [00359]  ὥσπερ τῷ γάλακτι αἱ τίτθαι τοὺς παῖδας τοὺς νεογνοὺς ἐκτρέφουσιν, κἀγὼ δὲ οὕτω τῷ Χριστοῦ γάλακτι λόγῳ [1.6.36.1] πνευματικὴν ὑμῖν ἐνστάζων τροφήν.
 [00383]  Ἡμεῖς δὲ [1.6.37.3] θεοδίδακτοι καὶ τῷ Χριστοῦ ὀνόματι καυχώμενοι.
 [00407]  Πάντῃ δὲ ἔοικεν τούτῳ ἡ πνευματικὴ τροφή, γλυκεῖα μὲν διὰ τὴν χάριν ὑπάρχουσα, τρόφιμος δὲ ὡς ζωή, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ, καὶ τὸ αἷμα [1.6.41.1] τοῦ λόγου πεφανέρωται ὡς γάλα.
 [00418]  [1.6.42.2] ∆ιὸ οὐκ ἔσχε γάλα, ὅτι γάλα ἦν τὸ παιδίον τοῦτο καλὸν καὶ οἰκεῖον, τὸ σῶμα τοῦ Χριστοῦ, τὴν νεολαίαν ὑποτροφοῦσα τῷ λόγῳ, ἣν αὐτὸς ἐκύησεν ὁ κύριος ὠδῖνι σαρκικῇ, ἣν αὐτὸς [1.6.42.3] ἐσπαργάνωσεν ὁ κύριος αἵματι τιμίῳ.
 [00425]  ἀποδύσασθαι ἡμῖν τὴν παλαιὰν καὶ σαρκικὴν ἐγκελεύεται φθοράν, ὥσπερ καὶ τὴν παλαιὰν τροφήν, καινῆς δὲ ἄλλης τῆς Χριστοῦ διαίτης μεταλαμβάνοντας, ἐκεῖνον, εἰ δυνατόν, ἀναλαμβάνοντας ἐν ἑαυτοῖς ἀποτίθεσθαι καὶ τὸν σωτῆρα ἐνστερνίσασθαι, ἵνα καταργήσωμεν τῆς σαρκὸς [1.6.43.2] ἡμῶν τὰ πάθη.
 [00515]  οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ.
 [00607]  διὸ καὶ πρόσκαιρος ἐγένετο, ἡ δὲ ἀίδιος [1.7.60.2] χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
 [00756]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ πάλιν, ἵνα μᾶλλον ὑπολάβῃς θεόν δίκαιον, δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας·
 [01067]  Ὡς δὲ ἔστι τις ἄλλη μὲν φιλοσόφων ἀγωγή, ἄλλη δὲ ῥητόρων, παλαιστῶν δὲ ἄλλη, οὕτως ἐστὶν γενναία διάθεσις φιλοκάλῳ προαιρέσει κατάλληλος ἐκ τῆς Χριστοῦ παιδαγωγίας περιγινομένη, καὶ τὰ τῆς ἐνεργείας πεπαιδευμέναι σεμναὶ διαπρέπουσιν πορεία καὶ κατάκλισις καὶ τροφὴ καὶ ὕπνος καὶ κοίτη καὶ δίαιτα καὶ ἡ λοιπὴ παιδεία·
 [01187]  ταύτην γὰρ τὴν ἀγάπην ἐκδέχεσθαι δεῖν ἐμφαίνει [2.1.9.4] ἡ βρῶσις ἡ Χριστοῦ·
 [01772]  Χρὴ δὲ καὶ μάλα τοὺς μὲν ἄνδρας τοὺς παρ' ἡμῖν μὴ μύρων, ἀλλὰ καλοκαγαθίας ὄζειν, γυνὴ δὲ ἀποπνείτω Χριστοῦ, τοῦ ἀλείμματος τοῦ βασιλικοῦ, μὴ διαπασμάτων καὶ μύρων, ἀεὶ δὲ τῷ σωφροσύνης ἀμβροσίῳ χρίσματι συναλειφέσθω, ἁγίῳ [2.8.65.3] τερπομένη μύρῳ τῷ πνεύματι.
 [02127]  [2.10.101.1] Οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ [2.10.101.2] ποιητέον.
 [02365]  Ταῖς δὲ ὑπὸ Χριστοῦ παιδαγωγουμέναις οὐ χρυσίῳ κοσμεῖσθαι προσήκει, ἀλλὰ τῷ λόγῳ, δι' οὗ μόνου κατα [2.12.126.2] φαίνεται τὸ χρυσίον.
 [02690]  εὖ γὰρ τοῦτο ἴστε, φησὶν ὁ ἀπόστολος, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν [3.4.29.2] ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
 [03160]  [3.12.85.1] Ἐγνωκότες οὖν τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς [3.12.85.2] ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.
 [03294]  Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0994911075
Protrepticus Ante [Go Back]  
 [00072]  [1.7.2] Κατὰ γὰρ τὸν θεσπέσιον ἐκεῖνον τοῦ κυρίου ἀπόστολον ἡ χάρις ἡ τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ἐπεφάνη, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ [1.7.3] σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [00118]  [1.10.1] Ὁ μὲν Ἰωάννης, ὁ κῆρυξ τοῦ λόγου, ταύτῃ πῃ παρεκάλει ἑτοίμους γίνεσθαι εἰς θεοῦ τοῦ Χριστοῦ παρουσίαν, καὶ τοῦτο ἦν ὃ ᾐνίσσετο ἡ Ζαχαρίου σιωπή, ἀναμένουσα τὸν πρόδρομον τοῦ Χριστοῦ καρπόν, ἵνα τῆς ἀληθείας τὸ φῶς, ὁ λόγος, τῶν προφητικῶν αἰνιγμάτων τὴν μυστικὴν ἀπολύ σηται σιωπήν, εὐαγγέλιον γενόμενος.
 [00124]  Θύραν δὲ εὖ οἶδ' ὅτι τὴν ἀποκεκλεισμένην τέως ὁ ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσιν ἃ μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δι' οὗ μόνου θεὸς ἐποπτεύεται.
 [00697]  ἀνάθημα γεγόναμεν τῷ θεῷ ὑπὲρ Χριστοῦ·
 [01017]  Ὑμεῖς δὲ ἐς τοσοῦτον ἀδεεῖς, μᾶλλον δὲ ἄπιστοι, μήτε αὐτῷ πειθόμενοι τῷ κυρίῳ μήτε τῷ Παύλῳ, καὶ ταῦτα ὑπὲρ Χριστοῦ δεομένῳ.
 [01267]  Οὐ γὰρ δὴ μύθῳ μὲν ἐπιστεύετε ποιητικῷ τὸν Μίνω τὸν Κρῆτα τοῦ ∆ιὸς ὀαριστὴν ἀναγράφοντι, ἡμᾶς δὲ ἀπιστή σετε μαθητὰς θεοῦ γεγονότας, τὴν ὄντως ἀληθῆ σοφίαν ἐπανῃρημένους, ἣν φιλοσοφίας ἄκροι μόνον ᾐνίξαντο, οἱ δὲ [11.112.3] τοῦ Χριστοῦ μαθηταὶ καὶ κατειλήφασι καὶ ἀνεκήρυξαν.
 [01306]  Λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρω πον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασ μιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ [11.115.5] ἐγκελευομένου τὰ σωτήρια.
 [01316]  [11.116.3] Σάλπιγξ ἐστὶ Χριστοῦ τὸ εὐαγγέλιον αὐτοῦ, ὃ μὲν ἐσάλπισεν, ἡμεῖς δὲ ἠκούσαμεν.
 [01337]  πρέπει δὲ ἄμφω τῷ Χριστοῦ γνωρίμῳ, καὶ βασιλείας ἄξιον φανῆναι καὶ βασιλείας κατηξιῶσθαι.
 [01392]  Ὥρα οὖν ἡμῖν μόνον θεοσεβῆ τὸν Χριστιανὸν εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ' ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύειν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ.
 [01395]  Καὶ γὰρ οὖν ὧδέ πως ἔχει τὰ ἡμέτερα τῶν Χριστοῦ ὀπαδῶν·
000-00-00 Serial Number=0714832842
Quis dives salvetur Ante [Go Back]  
 [00077]  [8.1] Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετ' ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ·
 [00241]  ἀλλ' οὐδ' ἀναιροῦσιν οὐδ' ἐγγύς, ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν καὶ ἐχθρὸν ἀγαπώῃ ὁ μήτε ἐχθρὸν ἀμυνόμενος μήτε πατέρα [22.6] Χριστοῦ πλέον αἰδούμενος.
 [00246]  ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συνα δίκει καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳ καὶ ὁπόσα ἂν εἴποι βλά [23.2] σφημος ἄνθρωπος καὶ νεκρὸς τῇ φύσει.
 [00267]  ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ἐκεῖ σωθήσεται.
 [00477]  καὶ τὰ ἄλλα ἀναπαύσας τοὺς ἀδελφούς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τὴν ὄψιν ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν ἰδών, τοῦτον ἔφη σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς ἐπὶ τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος.
 [00520]  ᾧ διὰ τοῦ παιδὸς Ἰησοῦ Χριστοῦ, τοῦ κυρίου ζώντων καὶ νεκρῶν, καὶ διὰ τοῦ ἁγίου πνεύματος εἴη δόξα, τιμή, κράτος, αἰώνιος μεγαλειότης καὶ νῦν καὶ εἰς γενεὰς γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0574293613
Stromata Ante [Go Back]  
 [00040]  διαμαρτύρομαι δέ, τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
 [00048]  δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι·
 [00121]  δέδωκεν δὲ ὁ θεὸς τῇ ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.
 [00220]  προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ [1.5.28.4] τεκειούμενον.
 [00267]  διὸ καὶ Χριστοῦ τύπος εὑρίσκεται.
 [00472]  νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθῶσιν.
 [00755]  ἐπὶ μὲν γὰρ τῶν προφητῶν πάντες φησὶν ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν, δηλονότι τοῦ Χριστοῦ.
 [01114]  ** ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών·
 [01219]  γίνονται γάρ, φησίν, ἀπὸ Ἀβραὰμ ἕως ∆αβὶδ γενεαὶ ιδʹ, καὶ ἀπὸ ∆αβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ ιδʹ, [1.21.147.6] καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ ὁμοίως ἄλλαι γενεαὶ ιδʹ, τρία διαστήματα μυστικὰ ἓξ ἑβδομάσι τελειούμενα.
 [01420]  εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ [1.28.179.2] Χριστοῦ.
 [01597]  ὡς γὰρ οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι, οὕτως οἱ Χριστῷ [2.4.18.4] βασιλεῖ βασιλεῖς καὶ οἱ Χριστοῦ Χριστιανοί.
 [01768]  πῶς δ' οὐκ ἀγαθὸς ὁ παιδεύων νόμος, ὁ παιδαγωγὸς εἰς Χριστὸν δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικῶς [2.7.35.3] κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν;
 [02041]  μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ [7] δόλος·οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ [2.15.65.3] Χριστοῦ τοῦ κυρίου ἡμῶν.
 [02390]  ἐνδύσασθαι οὖν δεῖ τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἐπεὶ τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν [2.20.109.3] ὑπακοὴν τοῦ Χριστοῦ, ὁ θεῖός φησιν ἀπόστολος.
 [02608]  μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ, ἵνα γένηται ἐκεῖνο·
 [02609]  εἰ ὑμεῖς ἐμοῦ, ἐγὼ δὲ Χριστοῦ, ὑμεῖς οὖν μιμηταὶ Χριστοῦ γίνεσθε, [2.22.136.6] Χριστὸς δὲ θεοῦ.
 [02714]  μὴ τοίνυν ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστό τερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν·
 [02945]  ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμένῳ, ἢ φίλοι [3.4.36.3] γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν.
 [03003]  ἐν Χριστῷ δὲ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, [3.5.43.4] ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.
 [03049]  πῶς οὖν καὶ πεινῶσι καὶ διψῶσι καὶ <τὰ κατὰ> τὴν σάρκα πάσχουσι καὶ τὰ ἄλλα ὅσα ὁ διὰ Χριστοῦ τελείαν τὴν προσδοκωμένην ἀνάστασιν λαβὼν οὐ πείσεται;
 [03185]  οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν, ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις [3.8.62.2] ἀπολάβῃ.
 [03191]  τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ;
 [03233]  [3.10.68.1] Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἷς μέσος ἐστὶν ὁ κύριος;
 [03248]  νόμος τε ὁμοῦ καὶ προφῆται σὺν καὶ τῷ εὐαγγελίῳ ἐν [3.10.70.4] ὀνόματι Χριστοῦ εἰς μίαν συνάγονται γνῶσιν.
 [03306]  εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
 [03364]  ἡμεῖς δ' ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου [3.12.84.1] προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
 [03373]  καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι·
 [03605]  εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ), ἑαυτὸν δὲ διὰ φιλίαν τὴν πρὸς τὸν θεὸν φιλόσοφον.
 [03860]  λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, ὡς [4.7.46.1] συγκληρονόμοι Χριστοῦ.
 [03881]  μὴ ξενίζεσθε τοίνυν, ὁ Πέτρος λέγει, τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
 [03882]  εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ' ὑμᾶς ἀναπαύεται·
 [03949]  καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι·
 [04025]  καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι·
 [04191]  ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν·
 [04196]  οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ.
 [04214]  οὐχ οἷόν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῖς τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις·
 [04233]  ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησίν, ἀλλὰ πάντα στέγομεν, ἵνα [4.15.97.5] μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, μὴ οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί·
 [04286]  μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ·
 [04310]  δι' ὑπομονὴν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισσαῖον, [4.17.106.1] Ἰεζεκιήλ τε καὶ Ἰωάννην, τοὺς προφήτας.
 [04360]  διὰ Ἰησοῦ Χριστοῦ ἡ ἀσύνετος καὶ ἐσκοτισμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς.
 [04382]  οἳ φανερωθήσονται ἐν [4.18.113.1] τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.
 [04477]  ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένον εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
 [04505]  ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
 [04784]  [4.26.172.2] ἐγὼ δὲ ἂν εὐξαίμην τὸ πνεῦμα τοῦ Χριστοῦ πτερῶσαί με εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐμήν·
 [05041]  πνευματικὸν γὰρ καὶ γνωστικὸν οἶδεν τὸν τοῦ ἁγίου πνεύματος μαθητὴν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ.
 [05132]  ἔχει δέ τι καὶ ἄλλο αἴνιγμα ἡ λυχνία ἡ χρυσῆ τοῦ σημείου τοῦ Χριστοῦ, οὐ τῷ σχήματι μόνῳ, ἀλλὰ καὶ τῷ φωτεμβολεῖν πολυτρόπως καὶ πολυμερῶς τοὺς εἰς αὐτὸν πιστεύοντας ἐλπίζοντάς τε καὶ βλέποντας διὰ τῆς τῶν πρωτοκτίστων διακονίας.
 [05158]  καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [05329]  τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ;
 [05348]  [5.10.60.1] Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ στηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ [5.10.60.2] καὶ προφήταις.
 [05360]  προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι' ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
 [05365]  διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα.
 [05393]  [5.10.64.5] οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὐ γὰρ δι' ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, [5.10.64.6] κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν·
 [05453]  εἰ τοίνυν, ἀφελόντες πάντα ὅσα πρόσεστι τοῖς σώμασιν καὶ τοῖς λεγομένοις ἀσωμάτοις, ἐπιρρίψαιμεν ἑαυτοὺς εἰς τὸ μέγεθος τοῦ Χριστοῦ κἀκεῖθεν εἰς τὸ ἀχανὲς ἁγιότητι προΐοιμεν, τῇ νοήσει τοῦ παντοκράτορος ἁμῇ γέ πῃ προσάγοιμεν <ἄν>, οὐχ ὅ ἐστιν, [5.11.71.4] ὃ δὲ μή ἐστι γνωρίσαντες·
 [05607]  δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν·
 [05793]  οὐ γὰρ τὴν ἀνάστασιν μόνην τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ [5.14.106.1] κυρίου ὕπνον ἀλληγορεῖ.
 [06530]  εἶτα τὸν κολοφῶνα τοῦ ζητουμένου προσεπιφέρει ὥστε καὶ ὑμεῖς ὁσίως καὶ δικαίως μανθάνοντες ἃ παραδίδομεν ὑμῖν, [6.5.41.5] φυλάσσεσθε, καινῶς τὸν θεὸν διὰ τοῦ Χριστοῦ σεβόμενοι εὕρομεν γὰρ ἐν ταῖς γραφαῖς καθὼς ὁ κύριος λέγει·
 [06586]  ἐξελεξάμην ὑμᾶς δώδεκα, μαθητὰς κρίνας ἀξίους ἐμοῦ, οὓς ὁ κύριος ἠθέλησεν, καὶ ἀποστόλους πιστοὺς ἡγησάμενος εἶναι, πέμπων ἐπὶ τὸν κόσμον εὐαγγελίσασθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, γινώσκειν ὅτι εἷς θεός ἐστιν, διὰ τῆς τοῦ Χριστοῦ πίστεως ἐμῆς δηλοῦντας τὰ μέλλοντα, ὅπως οἱ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσιν, οἱ δὲ μὴ πιστεύσαντες ἀκούσαντες [6.6.48.3] μαρτυρήσωσιν, οὐκ ἔχοντες ἀπολογίαν εἰπεῖν·
 [07359]  ὥστ' οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἢν μὴ ἐπαισχύνηται γνώσει βαρβάρῳ [6.17.153.2] μαθητεύουσα φιλοσοφία προκόπτειν εἰς ἀλήθειαν.
 [08181]  οὕτως ὀξέως ἑπόμενος τῷ καλοῦντι κατὰ τὴν ἔξοδον ὡς ἐκεῖνος καλεῖ, προάγων ὡς εἰπεῖν διὰ τὴν ἀγαθὴν συνείδησιν, σπεύδων ἐπὶ τὸ εὐχαριστῆσαι κἀκεῖ, σὺν Χριστῷ γενόμενος, ἄξιον ἑαυτὸν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ τὴν διὰ τοῦ Χριστοῦ [7.12.79.5] χορηγουμένην.
 [08375]  ὥσπερ δὲ αἱ ἀμυγδάλαι κεναὶ λέγονται οὐκ ἐν αἷς μηδέν ἐστιν, ἀλλ' ἐν αἷς ἄχρηστον τὸ ἐνόν, οὕτως τοὺς αἱρετικοὺς τοὺς κενοὺς τῶν τοῦ θεοῦ βουλημάτων καὶ τῶν τοῦ Χριστοῦ παραδόσεων εἶναί φαμεν, πικριζόντων ὡς ἀληθῶς κατὰ τὴν ἀγρίαν ἀμυγδαλῆν ἐξάρχοντας δογμάτων, πλὴν ὅσα δι' ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀποκρύψαι οὐκ ἴσχυσαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»