Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἰτίαν [46]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἰτίαν


000-00-00 Serial Number=0236920357
Paedagogus Ante [Go Back]  
 [00061]  εἰ δὲ ἕνεκεν τῶν ἄλλων ὁ ἄνθρωπος αἱρετὸν γέγονεν, οὐκ ἄλλην αἰτίαν ἔσχεν τοῦ ποιεῖν αὐτὸν ὁ θεὸς ἢ ὡς οὐκ ἄνευ αὐτοῦ οἵου τε ὄντος τὸν μὲν γενέσθαι δημιουργὸν ἀγαθόν, τὸν δὲ εἰς γνῶσιν ἀφικέσθαι θεοῦ, οὐ γὰρ ἄλλως ἂν τὸ οὗ ἕνεκεν ἄνθρωπος γέγονεν ἐποίησεν ὁ θεός, εἰ μὴ ἄνθρωπος ἐγεγόνει, καὶ ἣν εἶχεν ἐναποκεκρυμμένην ἰσχύν, τὸ βούλεσθαι, ὁ θεὸς διὰ τῆς ἔξωθεν τοῦ πεποιηκέναι προσανεπλήρωσεν δυνάμεως, λαβὼν παρὰ ἀνθρώπου ὃ πεποίηκεν ἄνθρωπον καὶ ὃ εἶχεν εἶδεν [1.3.8.1] καὶ γέγονεν ὃ ἠθέλησεν·
 [00636]  οὐδὲν δὲ ἔστιν, ᾧ μὴ τὴν αἰτίαν τοῦ εἶναι ὁ θεὸς παρέχεται·
 [00927]  Λέγει γοῦν διὰ ∆αβὶδ σαφεστάτην αἰτίαν τῆς ἀπειλῆς·
 [01195]  Μικρὸν δὲ ὑποβὰς καὶ τὴν αἰτίαν τῆς παραγγελίας ἐξηγήσεται, ὁ ἐσθίων λέγων κυρίῳ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ·
 [02244]  Ἐγὼ δὲ οὐδὲ τὴν αἰτίαν τῶν τοιούτων ἐπαίνων θέλω παρέχειν τὰς σώφρονας τοῖς διὰ τῶν ἐπαίνων θηρωμένοις τὰ ἐπίψογα, καὶ οὐδ' ὅτι γε παραγυμνοῦν τὸ σφυρὸν κεκώλυται μόνον, ἐγκεκαλύφθαι δὲ καὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπεσκιάσθαι προστέτακται.
 [02370]  καὶ ἐναργέστατα ἐπαπειλῶν καὶ ἐκδικήσω λέγει ἐπ' αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυσεν αὐτῇ, καὶ περιετίθετο τὰ ἐνώτια ἑαυτῆς καὶ τὰ καθόρμια αὐτῆς, καὶ τὴν αἰτίαν τοῦ κοσμήματος ἐπήγαγεν εἰπών·
 [03146]  Οὐ γὰρ τὸ καθαρεύειν μόνον ἀπόχρη τοῖς σώφροσιν, ἀλλὰ καὶ τὸ ἐκτὸς εἶναι τοῦ ψόγου σπουδαστέον πᾶσαν ἀποκλείσαντας ὑπονοίας αἰτίαν πρὸς συγκεφαλαίωσιν ἁγνείας, ὡς μὴ μόνον εἶναι ἡμᾶς πιστούς, ἀλλὰ καὶ [3.11.83.3] ἀξιοπίστους φανῆναι.
 [03150]  Κἂν πύθῃ τὴν αἰτίαν, προσεπεξηγήσεταί σοι·
000-00-00 Serial Number=0925450504
Protrepticus Ante [Go Back]  
 [00169]  [2.17.1] Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀιδωνέως καὶ τὸ σχίσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκατα ποθείσας ταῖν θεαῖν, δι' ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσιν;
 [00189]  ∆ι' ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν ∆ιόνυσόν τινες Ἄττιν προσαγορεύεσθαι θέλουσιν, αἰδοίων ἐστερημένον.
000-00-00 Serial Number=0257504106
Quis dives salvetur Ante [Go Back]  
 [00184]  οὐδὲ ἰσχὺς καὶ μέγεθος σώματος ζωοποιεῖ οὐδὲ τῶν μελῶν οὐδενία ἀπολλύει, ἀλλ' ἡ τούτοις ψυχὴ χρωμένη [18.4] τὴν αἰτίαν ἐφ' ἑκάτερα παρέχεται.
 [00188]  καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ δια θέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν ἐντολῶν καὶ κακίας συλλογήν.
000-00-00 Serial Number=0255911171
Stromata Ante [Go Back]  
 [00449]  βλέπετε οὖν μή τις ἔσται ὑμᾶς ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα [1.11.50.6] τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειον, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων, πρόνοιαν ἀναιροῦσαν καὶ ἡδονὴν ἐκθειάζουσαν, καὶ εἰ δή τις ἄλλη τὰ στοιχεῖα ἐκτετίμηκεν μὴ ἐπιστήσασα τὴν [1.11.51.1] ποιητικὴν αἰτίαν τούτοις, μηδὲ ἐφαντάσθη τὸν δημιουργόν.
 [00475]  πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὢν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγον καθ' ὃν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ.
 [00634]  δι' ἣν αἰτίαν οἱ παρὰ τοῖς μουσικοῖς δάκτυλοι τὴν προσηγορίαν εἰλήφασι.
 [00769]  κἂν πύθῃ τὴν αἰτίαν τῆς δοξοσοφίας αὐτῶν, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν ἐρεῖ.
 [01554]  οὐ προεγινώσκετο δὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οὔτ' οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις τοῖς φυσικοῖς τοῖς ἑξῆς·
 [01555]  ἐπεὶ <εἰ> καὶ Ἀναξαγόρας πρῶτος ἐπέστησε τὸν νοῦν τοῖς πράγμασιν, ἀλλ' οὐδὲ οὗτος ἐτήρησε τὴν αἰτίαν τὴν ποιητικήν, δίνους τινὰς ἀνοήτους [2.4.14.3] ἀναζωγραφῶν σὺν τῇ τοῦ νοῦ ἀπραξίᾳ τε καὶ ἀνοίᾳ.
 [01848]  ὁρᾷς τὴν αἰτίαν τῆς ἐξ ἐθνῶν κλήσεως σαφῶς πρὸς τοῦ προφήτου ἀπείθειαν τοῦ λαοῦ καὶ ἀντιλογίαν εἰρημένην;
 [02262]  ἡ δὲ τοῦ παιδίου ἔκθεσις τίνα τὴν αἰτίαν ἔχει;
 [02371]  ταύτῃ δουλεύοντα τὸν Μενέλεων μετὰ τὴν Ἰλίου ἅλωσιν φασὶν ὁρμήσαντα τὴν Ἑλένην ἀνελεῖν ὡς κακῶν τοσούτων αἰτίαν γενομένην, ὅμως οὐ κατισχῦσαι πρᾶξαι ἡττηθέντα τῷ κάλλει, δι' [2.20.107.1] οὗ ἐπὶ τὴν ἀνάμνησιν τῆς ἡδονῆς ἀφίκετο.
 [02550]  ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρ' ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;
 [02812]  οὐχὶ αἰτίαν τῶν μεγίστων [3.3.17.5] κακῶν τὴν γένεσιν αἰνίσσεται;
 [02854]  [3.3.22.4] ἐν δὲ τοῖς αὖθις λεγομένοις καὶ τὴν αἰτίαν τῶν κακῶν ἐναργῶς ἐπὶ τὰς ἀρχὰς ἐπανάγει λέγων ὧδε·
 [03057]  εἶτ' οὐκ ἴσασι τὴν αἰτίαν τοῦ μὴ γῆμαι τὸν κύριον·
 [03175]  παρὰ φύσιν γὰρ τοῦτο καὶ παράνομον δοκοῦσι, δι' ἣν αἰτίαν σφᾶς αὐτοὺς ἁγνοὺς τηροῦσι, παρθενεύουσι δὲ καὶ αἱ Σεμναί.
 [03218]  ὡς δὲ αἰτία θανάτου διὰ τὸ τίκτειν ἡ γυνὴ νομίζεται, οὕτω καὶ ζωῆς διὰ [3.9.65.1] τὴν αὐτὴν αἰτίαν λεχθήσεται ἡγεμών.
 [03219]  αὐτίκα ἣ προκατάρξασα τῆς παραβάσεως ζωὴ προσηγορεύθη, διὰ τὴν τῆς διαδοχῆς αἰτίαν τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται ὁμοίως δικαίων ὡς καὶ ἀδίκων μήτηρ, ἑκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἢ ἔμπαλιν [3.9.65.2] ἀπειθῆ κατασκευάζοντος.
 [03642]  οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς, πρόφασιν εὔλογον λαβών, ἣν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν δι' ὑπομονῆς, δι' ἀγάπης δὲ κυρίῳ, δι' ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ [4.4.14.2] τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι.
 [04096]  ὡς δ' αὕτως κἂν αἰτίαν μάχης παράσχῃ [4.10.77.3] τινὰ ἢ ζημίας ἢ ἔχθρας ἢ δίκης, ἀφορμὴν ἐγέννησε διωγμοῦ.
 [04619]  [4.23.149.4] διόπερ ὁ ∆ημόκριτος εὖ λέγει, ὡς ἡ φύσις τε καὶ διδαχὴ παραπλήσιόν ἐστι καὶ τὴν αἰτίαν συντόμως προσαποδέδωκεν·
 [04687]  μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ' ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν.
 [05303]  ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως.
 [05326]  φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθῆναι τῆς [5.9.57.4] διατριβῆς καὶ στήλην ἐπ' αὐτῷ γενέσθαι οἷα νεκρῷ.
 [06591]  [6.6.48.4] ἦν δ' ἂν πλεονεξίας οὐ τῆς τυχούσης ἔργον τοὺς προεξεληλυθότας τῆς παρουσίας τοῦ κυρίου, μὴ εὐηγγελισμένους μηδὲ ἐξ αὐτῶν τὴν αἰτίαν παρασχομένους κατὰ τὸ πιστεῦσαι ἢ μή, ἤτοι τῆς σωτηρίας [6.6.48.5] ἢ τῆς κολάσεως μετασχεῖν.
 [06623]  εἰ τοίνυν τοὺς ἐν σαρκὶ διὰ τοῦτο εὐηγγελίσατο, ἵνα μὴ καταδικασθῶσιν ἀδίκως, πῶς οὐ καὶ τοὺς προεξεληλυθότας τῆς παρουσίας αὐτοῦ διὰ τὴν αὐτὴν εὐηγγελίσατο αἰτίαν;
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [06988]  οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δι' ἣν αἰτίαν τῶν [6.12.103.3] μὲν ἀφεκτέον, τὰ δ' ἐνεργητέον.
 [07006]  ἀκόλουθον γὰρ εἶναι μίαν ἀμετάθετον σωτηρίας δόσιν παρ' ἑνὸς θεοῦ δι' ἑνὸς κυρίου πολυτρόπως ὠφελοῦσαν, δι' ἣν αἰτίαν τὸ μεσότοιχον αἴρεται τὸ [6.13.107.1] διορίζον τοῦ Ἰουδαίου τὸν Ἕλληνα εἰς περιούσιον λαόν.
 [07563]  αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον εἰς ἀμείνους οἰκήσεις, τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως [7.2.12.5] ἔχον, ἣν αὐτοκρατορικὴν ἐκέκτητο ἡ ψυχή.
 [07575]  [7.3.14.5] δι' ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ' ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ [7.3.14.6] ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς.
 [07585]  κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς [7.3.16.3] ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι' ἀμαθίαν ἀνάγκας·
 [07599]  καὶ δι' ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικός, οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν [7.3.18.2] γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις·
 [08068]  τίς δ' ἂν καὶ ἐχθρὸς εὐλόγως γένοιτο ἀνδρὸς [7.12.69.5] οὐδεμίαν οὐδαμῶς παρέχοντος αἰτίαν ἔχθρας;
 [08636]  [8.6.18.1] Ἐπεὶ δὲ ἐπίστασθαι ἔστιν ὅταν ἴδωμεν τὴν αἰτίαν, αἰτίαι δὲ τέσσαρες, ἡ ὕλη, τὸ κινοῦν, τὸ εἶδος, τὸ τέλος, τετραχῶς ἔσται ὁ [8.6.18.2] διορισμός.
 [08710]  ἄλλοι δ' ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα, οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»