Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἱρέσεις [43]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἱρέσεις


000-00-00 Serial Number=0575873911
Fragmenta Ante [Go Back]  
 [00191]  οὕτως ὁ Εἰρηναῖος ἐν τῷ τρίτῳ κατὰ τὰς αἱρέσεις λόγῳ καὶ Ὠριγένης σαφῶς ἐν τῷ ηʹ τόμῳ τῶν εἰς τὴν πρὸς τοὺς Ῥωμαίους ἐξηγητικῶν καὶ Κλήμης ὁ Στρωματεὺς ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ.
000-00-00 Serial Number=0431600094
Paedagogus Ante [Go Back]  
 [02497]  ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, φησίν, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, τὸ ῥεῦμα τῆς ἡδυπαθείας φυλάξασθαι παραινῶν, ἵνα πολὺν ζήσωμεν χρόνον, προστεθῇ δὲ ἡμῖν ἔτη ζωῆς, εἴτε ἀλλοτρίαν ἡδονὴν μὴ θηρωμένοις [3.2.10.1] εἴτε καὶ τὰς αἱρέσεις ἐκτρεπομένοις.
000-00-00 Serial Number=0732524574
Stromata Ante [Go Back]  
 [00351]  τοιοῦτοι δὲ οἱ ἐριστικοὶ οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφή, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ [1.8.41.3] πανουργίαν, πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐπιτήδειον.
 [00379]  ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ' ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) καὶ ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μετὰ τὰς ἄλλας <καὶ> τὰς κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις [1.9.44.3] αὐτῆς τῆς ἀληθείας.
 [00496]  [1.13.57.1] Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν·
 [00846]  οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον, καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ [1.19.95.6] πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει.
 [00851]  καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς.
 [01893]  [2.11.48.1] Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον·
 [02063]  ἀκήκοα δ' ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς βουλὴν μὲν ἀσεβῶν τὰ ἔθνη λέγοντος, ὁδὸν δὲ ἁμαρτωλῶν τὴν Ἰουδαϊκὴν ὑπόληψιν καὶ καθέδραν λοιμῶν τὰς αἱρέσεις [2.15.68.1] ἐκλαμβάνοντος.
 [02977]  [3.5.40.1] Ἵν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ' αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώμεθά τε ἐπ' αὐτοῖς καὶ ἐπὶ μήκιστον τὰ ὑπομνήματα προάγωμεν, φέρε εἰς δύο διελόντες [3.5.40.2] τάγματα ἁπάσας τὰς αἱρέσεις ἀποκρινώμεθα αὐτοῖς.
 [02984]  ὥσπερ οὖν ὁ τῇ ἐξουσίᾳ εἰς τὸ κατ' ἀρετὴν βιῶσαι συγχρησάμενος ἐπαινετός, οὕτω πολὺ μᾶλλον ὁ τὴν ἐξουσίαν ἡμῖν δεδωκὼς ἐλευθέραν καὶ κυρίαν καὶ συγχωρήσας ἡμῖν βιοῦν ὡς βουλόμεθα σεμνὸς καὶ προσκυνητός, μὴ ἐάσας δουλεύειν ἡμῶν κατὰ [3.5.41.2] ἀνάγκην τὰς αἱρέσεις καὶ τὰς φυγάς.
 [03250]  [3.11.71.1] Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν [3.11.71.2] κανόνα τῆς κατὰ λόγον τηρουμένης ἐγκρατείας μηνύοντες.
 [03331]  ἀλλ' ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου [3.12.80.3] πανουργίας παραβῶμεν τὰς ἐντολάς.
 [03469]  οἱ γὰρ τῷ ὄντι τοῦ κυρίου ἐκλεκτοὶ οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν ὥσπερ αἱ αἱρέσεις.
 [03986]  φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεῖαι, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθίαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
 [04189]  ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ υἱοῦ πατήρ, ὁ δημιουργὸς τῶν συμπάντων, ὁ παντοκράτωρ κύριος, εἰς ἐκείνην ἀνεβαλόμεθα τὴν σκέψιν καθ' ἣν πρὸς τὰς αἱρέσεις ὑπεσχήμεθα διαλέξασθαι, τοῦτον εἶναι μόνον δεικνύντες [4.13.92.2] τὸν ὑπ' αὐτοῦ κεκηρυγμένον.
 [04769]  τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον [4.26.170.3] ποιεῖ;
 [06148]  καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμομένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι [6.2.5.2] τὰ κυριώτατα τῶν δογμάτων.
 [06742]  ὅθεν αἵ τε αἱρέσεις παρ' ἡμῖν συνανεφύησαν τῷ γονίμῳ πυρῷ οἵ τε τὴν Ἐπικούρου ἀθεότητα καὶ τὴν ἡδονὴν καὶ ὅσα ἄλλα παρὰ τὸν ὀρθὸν λόγον ἐπέσπαρται τῇ Ἑλληνικῇ φιλοσοφίᾳ κηρύσσοντες νόθοι τῆς [6.8.68.1] θεόθεν δωρηθείσης γεωργίας Ἕλλησιν ὑπάρχουσι καρποί.
 [06840]  οἷς γὰρ ἂν πανούργως χρήσωνται οἱ κατὰ τὰς αἱρέσεις πονούμενοι, τούτοις ὁ γνωστικὸς εἰς εὖ [6.10.83.2] καταχρήσεται.
 [07131]  διόπερ αἱ κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις, κἂν θεὸν λέγωσιν ἕνα κἂν Χριστὸν ὑμνῶσι, κατὰ περίληψιν λέγουσιν, οὐ πρὸς ἀλήθειαν·
 [08287]  [7.15.89.1] Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως τοῖς προειρημένοις καὶ αἱ περὶ τὴν ἀληθῆ διδασκαλίαν αἱρέσεις, εὖ ἂν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀποριῶν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα.
 [08290]  πρὸς οὕς φαμεν ὅτι καὶ παρ' ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς [7.15.89.4] ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων.
 [08291]  ἔπειτα δὲ ἐπισπαρήσεσθαι τὰς αἱρέσεις τῇ ἀληθείᾳ, καθάπερ τῷ πυρῷ τὰ ζιζάνια, πρὸς τοῦ κυρίου προφητικῶς εἴρητο, καὶ ἀδύνατον μὴ γενέσθαι τὸ προειρημένον ἔσεσθαι·
 [08297]  ἤδη δὲ καὶ ὡς ἐν πλάτει χρωμένοις τῇδε τῇ ἀπολογίᾳ ἔνεστι φάναι πρὸς αὐτούς, ὅτι καὶ οἱ ἰατροὶ ἐναντίας δόξας κεκτημένοι κατὰ τὰς οἰκείας αἱρέσεις ἐπ' ἴσης [7.15.90.4] ἔργῳ θεραπεύουσιν.
 [08298]  μή τι οὖν κάμνων τις τὸ σῶμα καὶ θεραπείας δεόμενος οὐ προσίεται ἰατρὸν διὰ τὰς ἐν τῇ ἰατρικῇ αἱρέσεις;
 [08299]  οὐκ ἄρα οὐδὲ ὁ τὴν ψυχὴν νοσῶν καὶ εἰδώλων ἔμπλεως, ἕνεκά γε τοῦ ὑγιᾶναι καὶ εἰς θεὸν ἐπιστρέψαι, προφασίσαιτο <ἄν> ποτε τὰς [7.15.90.5] αἱρέσεις.
 [08300]  ναὶ μὴν διὰ τοὺς δοκίμους φησὶν αἱ αἱρέσεις.
 [08304]  ἀφ' ὧν αἱ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς, [7.15.91.3] οἴησιν δὲ γνώσεως εἰληφότων.
 [08307]  ἐπαποδυτέον ἄρα τῷ πόνῳ τῆς εὑρέσεως διὰ τὰς αἱρέσεις, ἀλλ' οὐ τέλεον [7.15.91.4] ἀποστατέον.
 [08318]  ἀποδείξεως δ' οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι' αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε [7.15.92.4] ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις.
 [08329]  ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ τὸ σωτήριόν φησιν <ἰδών>, ἐν ᾗ ὥρᾳ <ἂν> ἐπιγνῷ, μὴ ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω·
 [08336]  διόπερ τοῖς γνωστικοῖς κεκυήκασιν αἱ γραφαί, αἱ δὲ αἱρέσεις οὐκ ἐκμαθοῦσαι ὡς μὴ κεκυηκυίας [7.16.94.4] παραπέμπονται.
 [08354]  κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πάσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὕφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ' ἐκλεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνάς, οὐ τὸ σημαινόμενον ἀπ' αὐτῶν σκοποῦντες, ἀλλ' αὐτῇ ψιλῇ [7.16.96.3] ἀποχρώμενοι τῇ λέξει.
 [08359]  οὕτω γὰρ κατὰ πάσας ἔστιν ἰδεῖν τὰς αἱρέσεις, ἐπιόντας αὐτῶν τὰς μοχθηρίας τῶν δογμάτων.
 [08363]  ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν, οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ' ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν), ὑπερβῆναι δὲ [7.16.97.4] σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν.
 [08384]  [7.16.100.7] Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἰήσεως, ἐπιστήμης, οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ [7.16.101.1] ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις.
 [08401]  [7.16.102.6] Ταυτὶ μέν, ἀποτρέψαι βουλόμενος τῆς εἰς τὰς αἱρέσεις εὐεμπτωσίας τοὺς φιλομαθοῦντας, παρεθέμην·
 [08439]  οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες [7.16.105.5] ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς [7.16.105.6] ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει.
 [08446]  ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου Καίσαρος ἀρξαμένη μεσούντων τῶν † Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἑρμηνέα.
 [08451]  ὧν οὕτως ἐχόντων συμφανὲς ἐκ τῆς προγενεστάτης καὶ ἀληθεστάτης ἐκκλησίας τὰς μεταγενεστέρας ταύτας καὶ τὰς ἔτι τούτων ὑποβεβηκυίας τῷ [7.17.107.3] χρόνῳ κεκαινοτομῆσθαι παραχαραχθείσας αἱρέσεις.
 [08454]  τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς [7.17.107.5] πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»