Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἴτιον [81]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἴτιον


000-00-00 Serial Number=0895970166
Fragmenta Ante [Go Back]  
 [00207]  οὐσία θεία ἐστὶν ἀίδιόν τι καὶ ἄν αρχον ἀσώματόν τε καὶ ἀπερίγραπτον καὶ τῶν ὄντων αἴτιον.
000-00-00 Serial Number=0222532034
Paedagogus Ante [Go Back]  
 [01035]  Τὸ μὲν οὖν μέλι γλυκύτατον ὂν χολῆς ἐστι γεννητικόν, ὡς τὸ ἀγαθὸν καταφρονήσεως, ὃ δὴ αἴτιον τοῦ ἐξαμαρτάνειν, τὸ δὲ νᾶπυ καὶ τῆς χολῆς μειωτικόν, τουτέστι τοῦ θυμοῦ, καὶ τοῦ φλέγματος διακοπτικόν, τουτέστι τοῦ τύφου·
000-00-00 Serial Number=0356066644
Protrepticus Ante [Go Back]  
 [00792]  Ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεται περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων καλῶν.
000-00-00 Serial Number=0553302169
Quis dives salvetur Ante [Go Back]  
 [00014]  [2.1] Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν ἢ τοῖς ἀχρημάτοις τῶν ἀνθρώ [2.2] πων, ἀλλὰ ποικίλον.
 [00141]  οὐ χρὴ τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν, ἀναί τιον ὄν, αἰτιᾶσθαι, ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφ' ὧν ἂν ἕληται, κατ' αὐτὸ τοῦτο αἴτιον ὄν.
000-00-00 Serial Number=0355577528
Stromata Ante [Go Back]  
 [00711]  [1.17.82.1] Οἶδα πολλοὺς ἀδιαλείπτως ἐπιφυομένους ἡμῖν καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας·
 [00712]  φασὶ γὰρ αἴτιον εἶναι κλοπῆς τὸν μὴ φυλάξαντα ἢ τὸν μὴ κωλύσαντα, ὡς τοῦ ἐμπρησμοῦ τὸν μὴ σβέσαντα τὸ δεινὸν ἀρχόμενον καὶ τοῦ ναυαγίου τὸν κυβερνήτην μὴ στείλαντα [1.17.82.2] τὴν ὀθόνην.
 [00715]  φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο [1.17.82.4] ἀνενέργητον εἶναι.
 [00716]  ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν·
 [00726]  εἰ δὲ χρὴ ἀκριβολογεῖσθαι πρὸς αὐτούς, ἴστωσαν τὸ μὲν μὴ κωλυτικόν, ὅπερ φαμὲν ἐπὶ τῆς κλοπῆς γεγονέναι, μηδ' ὅλως αἴτιον εἶναι, τὸ δὲ κωλυτικὸν ἐνέχεσθαι τῷ [1.17.83.4] τοῦ αἰτίου ἐγκλήματι.
 [00727]  ὁ γὰρ προασπίζων αἴτιός ἐστι τῷ προασπιζομένῳ τοῦ μὴ τιτρώσκεσθαι κωλύων τὸ τρωθῆναι αὐτόν, καὶ τῷ Σωκράτει τὸ δαιμόνιον αἴτιον ἦν οὐχὶ μὴ κωλῦον, ἀλλ' ἀποτρέπον, [1.17.83.5] εἰ καὶ μὴ προέτρεπεν.
 [00831]  βλέπομεν γὰρ νῦν ὡς δι' ἐσόπτρου, κατ' ἀνάκλασιν ἐπ' αὐτοῦ ἑαυτοὺς γινώσκοντες κἀκ τοῦ ἐν ἡμῖν θείου τὸ ποιητικὸν αἴτιον ὡς οἷόν τε [1.19.94.5] συνθεωροῦντες·
 [00857]  [1.20.97.1] Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς [1.20.97.2] ἄλλοις αἰτία καὶ συνεργός.
 [00858]  τάχα δὲ καὶ τὸ συναίτιον αἴτιον.
 [00870]  εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον <τὴν> φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ, οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ' ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν, ἐπεὶ σχεδὸν οἱ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἳ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, δυνάμει τὸν περὶ θεοῦ διὰ πίστεως [1.20.99.2] παρειλήφαμεν λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι.
 [00871]  ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
 [01795]  εἰ δὲ τῶν φαύλων, πῶς τῶν καλλίστων αἴτιον [2.8.38.2] τὸ κακόν;
 [02149]  ἀλλ' ἡ μὲν εὐσέβεια παντί που δήλη τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν καὶ [2.18.78.3] διδάσκουσα.
 [02269]  μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν <ἡ σάρξ>, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω.
 [02727]  ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας ἡ νὺξ ἐπ' ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τόν τε τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον ὁ θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς ἅπασι τοῖς βλέπειν δυναμένοις, οἳ δὲ κοινῇ πάντες βλέπουσιν, [3.2.6.2] ἐπεὶ μὴ διακρίνει πλούσιον ἢ πένητα, δῆμον ἢ ἄρχοντα, ἄφρονάς τε καὶ τοὺς φρονοῦντας, θηλείας ἄρσενας, ἐλευθέρους δούλους.
 [02834]  τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον [3.3.20.2] ἀφικέσθαι.
 [03395]  μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν, ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως.
 [03614]  ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι <μᾶλλον τὴν> κόλασιν, ὅταν ἀπῇ τὸ πεφυκὸς ἐπιθυμεῖν·
 [05456]  οὔκουν ἐν τόπῳ τὸ πρῶτον αἴτιον, ἀλλ' ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ ὀνόματος καὶ νοήσεως.
 [05767]  ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ <τῇ> τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς [5.14.102.5] φιλοσοφήσητε, εἴσεσθε.
 [05770]  ὥστε καὶ ἐπὰν εἴπῃ περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκεν τὰ πάντα κἀκεῖνο αἴτιον ἁπάντων <τῶν> καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα, οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαι·
 [06807]  οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς [6.9.78.6] ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών.
 [06833]  ἔστι γὰρ πάσης πλάνης καὶ ψευδοδοξίας αἴτιον τὸ μὴ δύνασθαι διακρίνειν, πῇ τε ἀλλήλοις τὰ [6.10.82.2] ὄντα κοινωνεῖ καὶ πῇ διενήνοχεν.
 [07061]  καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς ἄνδρα τέλειον ἀφικνουμένων κατ' εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον [6.14.114.5] (ἄθεος γὰρ ἥδε ἡ ἐπιφορά) οὐδὲ μὴν ἡ κατ' ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον·
 [07086]  τὰ οὖν ἄγρια τῶν ἡμέρων ἀπεπτότερα ὑπάρχει, καὶ τὸ αἴτιον τοῦ ἄγρια εἶναι αὐτὰ στέρησις δυνάμεως πεπτικῆς.
 [07209]  τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναί φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ [6.16.135.3] τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι.
 [07375]  κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον [6.17.156.4] αὐτῶν τυγχάνῃ.
 [07486]  παρ' οὗ ἐκμανθάνειν <ἔστιν> τὸ ἐπέκεινα αἴτιον, τὸν πατέρα τῶν ὅλων, τὸ πρέσβιστον καὶ πάντων εὐεργετικώτατον, οὐκέτι φωνῇ παραδιδόμενον, σεβάσματι δὲ καὶ σιγῇ μετὰ ἐκπλήξεως ἁγίας σεβαστὸν καὶ σεπτὸν κυριώτατα.
 [07589]  οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.
 [07591]  ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη, ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον, τί δέ, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·
 [08674]  τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως <καὶ φυγῆς>, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοσθένειαν μετοκλαζούσης τεκμήρια.
 [08705]  ὁ μὲν πατὴρ αἴτιόν ἐστι προκαταρκτικὸν τῆς μαθήσεως, ὁ διδάσκαλος δὲ συνεκτικόν, ἡ δὲ τοῦ μανθάνοντος φύσις συνεργὸν αἴτιον, ὁ δὲ χρόνος τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει.
 [08711]  [8.9.26.2] Τὸ [7τινῶν] ἐστιν [7] αἴτιονλέγεται τριχῶς, τὸ μὲν ὅ ἐστιν αἴτιον, οἷον ὁ ἀνδριαντοποιός, τὸ δὲ οὗ ἐστιν αἴτιον, <οἷον> τοῦ γίνεσθαι τὸν ἀνδριάντα, τὸ δὲ ᾧ ἐστιν αἴτιον, ὥσπερ τῇ ὕλῃ·
 [08713]  τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτιον, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν.
 [08724]  οὐκ ἔστι δὲ ἑτέρου μὲν τὸ ποιοῦν, ἑτέρου δὲ τὸ αἴτιον, ἀλλὰ ταὐτοῦ τῆς χλαμύδος καὶ τῆς οἰκίας·
 [08726]  τὸ δὲ αὐτὸ ἄρα αἴτιον καὶ ποιητικόν καὶ δι' ὅ.
 [08727]  καὶ εἰ μέν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ δι' ὅ, εἰ δέ τί ἐστι δι' ὅ, οὐ πάντως τοῦτο καὶ αἴτιον.
 [08731]  [8.9.27.6] ∆ιὸ τὸ μὴ κωλῦον ἀνενέργητόν ἐστιν, διὸ οὐκ ἔστιν αἴτιον τὸ [8.9.27.6] μὴ κωλῦον, ἀλλὰ τὸ κωλῦον.
 [08732]  ἐν γὰρ τῷ ἐνεργεῖν καὶ δρᾶν τι τὸ [8.9.28.1] αἴτιον νοεῖται.
 [08733]  ἔτι τὸ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου (διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ δυνάμενον κωλύειν οὐ πάρεστιν), τὸ δὲ αἴτιον πρὸς τὸ γινόμενον·
 [08734]  οὐκ ἂν οὖν εἴη αἴτιον τὸ μὴ κωλῦον.
 [08735]  [8.9.28.2] Τετραχῶς τὸ αἴτιον λέγεται τὸ ποιοῦν ὡς ὁ ἀνδριαντοποιός, καὶ ἡ ὕλη ὡς ὁ χαλκός, καὶ τὸ εἶδος ὡς ὁ χαρακτήρ, καὶ τὸ τέλος [8.9.28.3] ὡς ἡ τιμὴ τοῦ γυμνασιάρχου.
 [08736]  τῶν ὧν οὐκ ἄνευ λόγον ὁ χαλκὸς ἐπέχει πρὸς τὸ γενέσθαι τὸν ἀνδριάντα καὶ ὁμοίως ἐστὶν αἴτιον.
 [08737]  πᾶν γὰρ οὗ χωρὶς οὐκ ἐνδεχόμενον γενέσθαι τὸ ἀποτέλεσμα, κατὰ ἀνάγκην ἐστὶν αἴτιον, αἴτιον δὲ οὐχ ἁπλῶς.
 [08740]  διατίθησι μὲν γὰρ τὸ αἴτιον, πάσχει δὲ ἕκαστον εἰς ὃ πέφυκέν τι, παρεκτικῆς τῆς ἐπιτηδειότητος [8.9.28.5] οὔσης καὶ τῶν ὧν οὐκ ἄνευ λόγον ἐπεχούσης.
 [08741]  ἄπρακτον οὖν τὸ αἴτιον ἄνευ τῆς ἐπιτηδειότητος, οὐκ ἔστιν δὲ αἰτία, ἀλλὰ συνεργός, ἐπεὶ πᾶν αἴτιον ἐν τῷ δρᾶν νοεῖται.
 [08743]  καταγέλαστον δὲ τὸ λέγειν μὴ τὸ πῦρ αἴτιον τῆς καύσεως, ἀλλὰ τὰ ξύλα, μηδὲ τὴν μάχαιραν τῆς τομῆς, ἀλλὰ τὴν σάρκα, μηδὲ τοῦ καταπαλαισθῆναι τὸν ἀθλητὴν τὴν ἰσχὺν τοῦ ἀντιπάλου, τὴν ἑαυτοῦ δὲ ἀσθένειαν.
 [08744]  [8.9.28.7] Τὸ συνεκτικὸν αἴτιον οὐ δεῖται χρόνου·
 [08748]  [8.9.29.1] Πᾶν αἴτιον ὡς αἴτιον <διπλῇ> διανοίᾳ ληπτὸν τυγχάνει, ἐπεὶ τινὸς καὶ πρός τινι νοεῖται, τινὸς μέν, τοῦ ἀποτελέσματος, καθάπερ ἡ μάχαιρα τοῦ τέμνειν, πρός τινι δέ, καθάπερ τῷ ἐπιτηδείως ἔχοντι, [8.9.29.2] καθάπερ τὸ πῦρ τῷ ξύλῳ·
 [08750]  τὸ αἴτιον τῶν [7πρός] τι7·
 [08751]  κατὰ γὰρ τὴν πρὸς ἕτερον νοεῖται σχέσιν, ὥστε δυεῖν ἐπιβάλλομεν, ἵνα τὸ αἴτιον ὡς αἴτιον νοήσωμεν.
 [08753]  οὐκ ἔστιν αὐτό τι ἑαυτοῦ αἴτιον οὐδὲ ἑαυτοῦ τις πατήρ, ἐπεὶ τὸ πρῶτον γενήσεται δεύτερον·
 [08754]  τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, [8.9.29.4] τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται.
 [08756]  καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπ' αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς.
 [08759]  οὕτως καὶ αἴτιον μὲν τοῦ γινομένου, πατὴρ δὲ υἱοῦ.
 [08761]  οὐθὲν οὖν ἐστιν ἑαυτοῦ αἴτιον.
 [08770]  αἴτιος μὲν γὰρ αὐτῷ θανάτου ἐγένετο, οὐχ ὁ θάνατος δὲ τούτῳ πάλιν τὴν θανασίμην ἀντεπέθηκεν πληγήν, ἀλλ' αὐτὸς ὁ τρωθείς, ὥστ' ἄλλου μὲν αὐτὸς γέγονεν αἴτιος, ἄλλον δὲ ἔσχεν αἴτιον, καὶ ὁ ἀδικήσας ἄλλῳ μὲν αἴτιος καθίσταται τοῦ ἀδικηθέντος, ὁ δὲ ἀντιτιμωρεῖσθαι κελεύων νόμος οὐκ ἀδικήματος, ἀλλὰ τῷ μὲν ἐκδικίας, τῷ δὲ παιδείας.
 [08774]  <ἀλλ' οὐχ ἕκαστος κατ' ἰδίαν αἴτιος,> ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ μή τι καὶ τὸ συναίτιον αἴτιον.
 [08775]  ἄλλοι δέ φασιν, εἰ πολλὰ [8.9.31.2] αἴτια, κατ' ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται.
 [08778]  καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον [8.9.31.4] γίνεται τοῦ εὐδαιμονεῖν.
 [08783]  [8.9.32.1] Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα [8.9.32.2] τοῦ πάσχοντος.
 [08793]  [8.9.33.1] Τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα, συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ [8.9.33.2] αἰρομένου αἴρεται.
 [08795]  [8.9.33.3] εἰ δὲ τὸ <αὐτοτελὲς> αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ [8.9.33.4] συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν.
 [08796]  εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται, εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι' αὐτοῦ [8.9.33.5] γινομένου.
 [08799]  τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ' αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας·
 [08800]  δύναται γὰρ [8.9.33.8] συναίτιον ὑπάρχειν, κἂν μὴ συνεκτικὸν αἴτιον ᾖ τι.
 [08801]  νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ' αὐτῷ δυναμένῳ κατ' ἰδίαν ποιῆσαι τὸ [8.9.33.9] ἀποτέλεσμα, αἴτιον ὂν σὺν αἰτίῳ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»