Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αὐτίκα [113]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αὐτίκα


000-00-00 Serial Number=0225546956
Eclogae propheticae Ante [Go Back]  
 [00215]  αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παρα δίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, [48.2] παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.
000-00-00 Serial Number=0072974026
Fragmenta Ante [Go Back]  
 [00152]  ἐπεὶ δὲ ἐκήρυξεν αὐτὸς ὢν τὸ πάσχα, ὁ ἀμνὸς τοῦ θεοῦ, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος, αὐτίκα ἐδίδαξε μὲν τοὺς μαθητὰς τοῦ τύπου τὸ μυστήριον τῇ ιγʹ, ἐν ᾗ καὶ πυνθάνονται αὐτοῦ·
000-00-00 Serial Number=0599723577
Protrepticus Ante [Go Back]  
 [00466]  [3.42.3] Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὑτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι·
000-00-00 Serial Number=0499882638
Stromata Ante [Go Back]  
 [00010]  [1.1.1.3] αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον.
 [00032]  αὐτίκα τῶν μὲν ἐκδανεῖσαι τὸν λόγον ἔργον ἐστίν, τῶν δὲ δοκιμάσαι καὶ ἤτοι ἑλέσθαι ἢ μή, ἡ κρίσις δὲ ἐν αὐτοῖς κρί [1.1.4.2] νεται.
 [00115]  αὐτίκα οὐ πολλοῖς ἀπεκάλυψεν ἃ μὴ πολλῶν ἦν, ὀλίγοις δέ, οἷς προσήκειν ἠπίστατο, τοῖς οἵοις τε ἐκδέξασθαι καὶ τυπωθῆναι πρὸς αὐτά·
 [00136]  αὐτίκα καὶ ἡ τῆς χρηστομαθίας περιουσία οἷον ἥδυσμά τί ἐστιν παραπεπλεγμένον ἀθλητοῦ βρώματι, οὐ τρυφητιῶντος, ὄρεξιν δὲ ἀγαθὴν <διὰ> φιλοτιμίαν λαμβάνοντος.
 [00142]  αὐτίκα οὐχ ὁμοίως θεωρεῖ τὸ πρόβατον ὁ μάγειρός τε καὶ ὁ ποιμήν·
 [00221]  αὐτίκα τὴν σοφίαν ὁ Σολομὼν περιχαράκωσον φησίν, καὶ ὑπερυψώσει σε·
 [00333]  αὐτίκα ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ κατὰ λέξιν φησὶ τὰς διαφορὰς ἐκτιθέμενος τῶν κατὰ τὴν ἐκκλησίαν δοκίμων·
 [00377]  αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς πολλῶν ἀνθρώπων εἶδεν ἄστεα, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον·
 [00511]  αὐτίκα γέγραπται·
 [00533]  αὐτίκα Πλάτων πάλαι τὸ διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις.
 [00688]  τοὺς χρόνους τούτων παῖδες παραδιδόασι γραμματικῶν, μακρὸν δ' ἂν εἴη τούτους ἀκριβολογούμενον παραθέσθαι αὐτοῦ δεικνυμένου τοῦ ∆ιονύσου, δι' ὃν καὶ ∆ιονυσιακαὶ θέαι, μεταγενεστέρου [1.16.79.3] Μωυσέως ἢ αὐτίκα μάλα.
 [00713]  αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι.
 [00783]  αὐτίκα ἐξ ἑκατέρου γένους οἱ [1.18.89.4] πιστεύσαντες, οὗτοι λαὸς περιούσιος.
 [00850]  αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν διέρχεται δι' ἐρημίας ἀνύδρου, τὸν ὄντως ὄντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, [1.19.96.1] συνάγων χερσὶν ἀκαρπίαν.
 [01358]  αὐτίκα τὴν δικαστικὴν μετεχειρίζετο, ἐπιστήμην οὖσαν [1.26.168.2] διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου.
 [01386]  ὅτι δὲ τὸ ὑπόδειγμα σωφρονίζει, αὐτίκα φησί·
 [01421]  πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον [1.28.179.3] εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα.
 [01518]  αὐτίκα ἡ μελέτη [2.2.9.4] τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη.
 [01596]  [2.4.18.3] αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι.
 [01767]  αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ [2.7.35.2] ὑπόστασιν εἰληφέναι.
 [01900]  αὐτίκα φησίν·
 [01972]  ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν [2.13.56.2] πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ.
 [02003]  αὐτίκα καθ' ἓν ἕκαστον τῶν παθῶν εἴ τις ἐπεξίοι, ἀλόγους ὀρέξεις εὕροι ἂν αὐτά.
 [02017]  αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, [2.15.62.2] ἁμάρτημα, ἀτύχημα, ἀδίκημα.
 [02168]  αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων.
 [02187]  αὐτίκα οἱ περιλειφθέντες φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἀράμενοι κύριοι κατέστησαν τῶν πολεμίων.
 [02256]  αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν <λαμβάνοντας, ἀπέχεσθαι> διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον [2.18.92.2] κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων.
 [02557]  αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει·
 [02647]  αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ [2.23.141.5] κακογαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίας·
 [02686]  αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ, ᾧ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι ᾧ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται.
 [03030]  [3.6.46.4] αὐτίκα μοιχείαν ἐξ ἐνθυμήσεως κρίνει ὁ κύριος·
 [03219]  αὐτίκα ἣ προκατάρξασα τῆς παραβάσεως ζωὴ προσηγορεύθη, διὰ τὴν τῆς διαδοχῆς αἰτίαν τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται ὁμοίως δικαίων ὡς καὶ ἀδίκων μήτηρ, ἑκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἢ ἔμπαλιν [3.9.65.2] ἀπειθῆ κατασκευάζοντος.
 [03259]  αὐτίκα τοῦτον εὑρήσεις τὸν σκοπὸν καὶ τὸν τοῦ Μωυσέως πατέρα φυλάσσοντα, τριετίαν διαλιπόντα μετὰ τὴν [3.11.72.3] τοῦ Ἀαρὼν ἀποκύησιν γεννήσαντα τὸν Μωσέα.
 [03324]  αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδίου οἴκου καὶ τῆς [3.12.79.7] ἐκκλησίας ἁπάσης προΐστασθαι μελετήσαντας.
 [03371]  αὐτίκα ἅγια τὰ τέκνα, αἱ εὐαρεστήσεις, τῷ [3.12.84.4] θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν.
 [03404]  πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμον ἁρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησί·
 [03481]  αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων [3.16.100.3] ἐδιώκοντό τε καὶ ἐκινδύνευον.
 [03586]  [4.2.7.1] αὐτίκα οἱ Στρωματεῖς ἡμῶν κατὰ τὸν γεωργὸν Τιμοκλέους τοῦ κωμικοῦ σῦκα, ἔλαιον, ἰσχάδας, μέλι [4.2.7.2] προσοδεύουσι, καθάπερ ἐκ παμφόρου χωρίου.
 [03595]  αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωήν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ [4.3.8.5] ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει.
 [03608]  αὐτίκα τὴν ἀλήθειαν γεννᾷ, ὁ γνωστικὸς δὲ ἀληθείας ἐρᾷ.
 [03644]  αὐτίκα τελείωσιν τὸ μαρτύριον καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν ὡς οἱ λοιποί, [4.4.14.4] ἀλλ' ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο.
 [03650]  αὐτίκα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησίν·
 [03689]  αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δι' ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται.
 [03697]  αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κηρύττεται·
 [03718]  αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν αὐτὸν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ [4.6.28.4] ἐλπίδα τῆς πράξεως·
 [03725]  αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα·
 [03735]  αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, [4.6.31.2] ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι.
 [04081]  αὐτίκα ὁ Ποιμήν φησιν·
 [04158]  αὐτίκα ὁ θεῖος ἀπόστολος τοῦτο γάρ ἐστι τὸ θέλημα [4.12.87.3] τοῦ θεοῦ φησίν, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς [4.12.87.4] καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα.
 [04374]  αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν, ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον·
 [04414]  αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ·
 [04529]  αὐτίκα ἐκ προσώπου τοῦ θεοῦ τῷ κυρίῳ λέλεκται·
 [04643]  αὐτίκα ὁ σωτὴρ διὰ τῆς ἐπιθυμίας συνανῄρει καὶ τὸν θυμόν, τιμωρίας ὄντα ἐπιθυμίαν·
 [04736]  αὐτίκα ἡ τοῦ σοφοῦ τε καὶ γνωστικοῦ ψυχή, οἷον ἐπιξενουμένη τῷ σώματι, σεμνῶς αὐτῷ καὶ τιμητικῶς προσφέρεται, οὐ προσπαθῶς, ὅσον οὐδέπω, ἐὰν ὁ [4.26.165.3] καιρὸς τῆς ἀποδημίας καλῇ, ἀπολείπουσα τὸ σκῆνος.
 [05044]  αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον·
 [05109]  αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν [5.6.32.2] παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ' Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ' οὐρανοῦ μέχρι γῆς αἰνισσομένη [5.6.32.3] συνθήκην.
 [05193]  αὐτίκα τὰς λοιμικὰς νόσους ἡλίῳ ἀνατιθέασιν·
 [05362]  αὐτίκα τοῖς Ἑβραίοις καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον φησίν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾷ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ [5.10.62.3] γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς·
 [05462]  αὐτίκα τὴν φρόνησιν θείαν ἀλληγορῶν ὁ Μωυσῆς ξύλον ζωῆς ὠνόμασεν ἐν τῷ παραδείσῳ πεφυτευμένον, ὃς δὴ παράδεισος καὶ κόσμος εἶναι δύναται, ἐν ᾧ πέφυ [5.11.72.3] κεν τὰ ἐκ δημιουργίας ἅπαντα.
 [05794]  αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ·
 [06444]  αὐτίκα φασὶ τοὺς ἐν Κλεωναῖς μάγους φυλάττοντας τὰ μετέωρα τῶν χαλαζοβολήσειν μελλόντων νεφῶν παράγειν ᾠδαῖς τε καὶ [6.3.31.3] θύμασι τῆς ὀργῆς τὴν ἀπειλήν.
 [06448]  [6.3.31.5] αὐτίκα οἱ ἔμπειροι τοῦ λόγου κατὰ τὰς ἱδρύσεις ἐν πολλοῖς τῶν ἱερῶν καὶ σχεδὸν πᾶσι τὰς θήκας τῶν κατοιχομένων ἐνιδρύσαντο, δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες, θρῃσκεύεσθαι δὲ πρὸς ἀνθρώπων διδάσκοντες ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον·
 [06478]  αὐτίκα τοῦτο ἐμφαίνει μάλιστα ἡ ἱεροπρεπὴς αὐτῶν θρῃσκεία.
 [06557]  αὐτίκα ἀποκαλυφθείσης τῆς ἀληθείας καὶ αὐτοὶ ἐπὶ τοῖς προπεπραγμένοις μεταμέλονται·
 [06613]  αὐτίκα φησὶν ὁ προφήτης·
 [06745]  αὐτίκα γὰρ τολμῶμεν φάναι (ἐνταῦθα γὰρ ἡ πίστις ἡ γνωστική) πάντων ἐπιστήμονα εἶναι καὶ πάντων περιληπτικόν, βεβαίᾳ καταλήψει κεχρημένον καὶ ἐπὶ τῶν ἡμῖν ἀπόρων, τὸν τῷ ὄντι γνωστικόν, ὁποῖος ἦν [6.8.68.3] Ἰάκωβος, Πέτρος, Ἰωάννης, Παῦλος καὶ οἱ λοιποὶ ἀπόστολοι.
 [06797]  αὐτίκα οὐδὲ εὔξεται τυχεῖν τῶν τῇδε ὁ τεύξεσθαι πεπεισμένος τῶν ὄντως ἀγαθῶν, ἔχεσθαι δὲ ἀεὶ τῆς [6.9.77.4] ἐπηβόλου καὶ κατορθωτικῆς πίστεως.
 [06820]  αὐτίκα πορφύραν [6.10.81.2] ἐξ ἀντιπαραθέσεως ἄλλης πορφύρας ἐκλεγόμεθα.
 [06890]  αὐτίκα ἡ χλαμὺς πόκος ἦν τὸ πρῶτον, εἶτα ἐξάνθη κρόκη τε ἐγένετο καὶ στήμων, καὶ τότε ὑφάνθη.
 [06953]  [6.12.98.2] αὐτίκα ὁ μὲν κακὸς φύσει, ἁμαρτητικὸς διὰ κακίαν γενόμενος, φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο·
 [06975]  [6.12.101.4] αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ.
 [06981]  [6.12.101.7] αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.
 [06987]  αὐτίκα τῷ Ἀβραὰμ πιστῷ γενομένῳ ἐλογίσθη εἰς [6.12.103.2] δικαιοσύνην, εἰς τὸ μεῖζον καὶ τελειότερον τῆς πίστεως προβεβηκότι.
 [07016]  αὐτίκα Ἰουδαίοις μόνοις ταύτην ἔλεγε τὴν φωνὴν τοῖς νομικῶς καὶ ἀνεπιλήπτως βεβιωκόσιν, οἷς μόνον ἡ εἰς τὸν κύριον ὑπελείπετο πίστις.
 [07057]  αὐτίκα ὁ Σολομών·
 [07075]  αὐτίκα ὁ ∆αβὶδ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων γράφει ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός, ἐπικεκρυμμένους τοὺς ἁγίους λόγους εἶναι [6.15.116.2] διδάσκων.
 [07111]  αὐτίκα ἐπιφέρει·
 [07134]  αὐτίκα ὁ Παῦλος τὸν Τιμόθεον περιέτεμεν διὰ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας, ἵνα μή, καταλύοντος αὐτοῦ τὰ ἐκ τοῦ νόμου σαρκικώτερον προειλημμένα, ἀποστῶσι τῆς πίστεως οἱ ἐκ νόμου κατηχούμενοι, εἰδὼς ἀκριβῶς ὅτι περιτομὴ οὐ δικαιοῖ·
 [07147]  [6.15.125.5] αὐτίκα †, εἴπερ ἀρετή τέ ἐστιν θεία καὶ γνῶσις ἑαυτῆς·
 [07160]  αὐτίκα οἱ προφῆται πάντες οἱ προθεσπίσαντες τὴν παρουσίαν τοῦ κυρίου καὶ σὺν αὐτῇ τὰ ἅγια μυστήρια ἐδιώχθησαν, ἐφονεύθησαν, καθάπερ καὶ αὐτὸς ὁ κύριος διασαφήσας αὐτῶν τὰς γραφὰς καὶ οἱ τούτου γνώριμοι οἱ κηρύξαντες [6.15.128.1] τὸν λόγον ὡσαύτως μετ' αὐτὸν τὸ ζῆν παρεβάλοντο.
 [07183]  αὐτίκα διδάξαντος τοῦ σωτῆρος τοὺς ἀποστόλους ἡ τῆς ἐγγράφου ἄγραφος ἤδη καὶ εἰς ἡμᾶς διαδίδοται παράδοσις, καρδίαις καιναῖς κατὰ τὴν ἀνακαίνωσιν τοῦ βιβλίου τῇ δυνάμει τοῦ θεοῦ ἐγγεγραμμένη.
 [07210]  αὐτίκα τὴν μὲν ζωτικὴν δύναμιν, ᾗ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ' ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὂν καὶ πάντῃ διά τε τῶν αἰσθήσεων καὶ τοῦ λοιποῦ σώματος [6.16.135.4] πορευόμενόν τε καὶ πρωτοπαθοῦν διὰ σώματος·
 [07341]  αὐτίκα ἔνεστι θεάσασθαι καὶ ζωγραφίας ἀλήθειαν παρὰ τὴν δημώδη καὶ μουσικῆς σεμνότητα παρὰ τὴν ἀκόλαστον.
 [07349]  αὐτίκα ὁ κύριος οὐ μάτην ἠθέλησεν εὐτελεῖ χρήσασθαι σώματος μορφῇ, ἵνα μή τις τὸ ὡραῖον ἐπαινῶν καὶ τὸ κάλλος θαυμάζων ἀφιστῆται τῶν λεγομένων καὶ τοῖς [6.17.151.4] καταλειπομένοις προσανέχων ἀποτέμνηται τῶν νοητῶν.
 [07362]  αὐτίκα, φησίν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, ὡς τὸ μύρον, φησί, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), οὐκ εἰς τὸν τοῦ σώματος [6.17.154.1] κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής.
 [07381]  αὐτίκα ἡ ὑγεία διὰ τῆς ἰατρικῆς καὶ ἡ εὐεξία διὰ τῆς ἀλειπτικῆς καὶ ὁ πλοῦτος διὰ τῆς χρηματιστικῆς λαμβάνει γένεσίν τε καὶ παρουσίαν κατὰ πρόνοιαν μὲν τὴν θείαν, κατὰ [6.17.157.3] συνεργίαν δὲ τὴν ἀνθρωπίνην.
 [07383]  αὐτίκα τῇ τοῦ θεοῦ βουλήσει μάλιστα ἡ τῶν ἀγαθῶν ἀνδρῶν προαίρεσις ὑπακούει.
 [07413]  αὐτίκα τρεῖς τρόποι πάσης ὠφελείας τε καὶ μεταδόσεως ἄλλῳ παρ' ἄλλου, ὃ μὲν κατὰ παρακολούθησιν ὡς ὁ παιδοτρίβης σχηματίζων τὸν παῖδα, ὃ δὲ καθ' ὁμοίωσιν ὡς ὁ προτρεπόμενος ἕτερον εἰς ἐπίδοσιν τῷ προεπιδοῦναι, καὶ ὃ μὲν συνεργεῖ τῷ μανθάνοντι, ὃ δὲ συνωφελεῖ τὸν λαμβάνοντα.
 [07429]  ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν [6.18.162.5] αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει.
 [07563]  αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον εἰς ἀμείνους οἰκήσεις, τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως [7.2.12.5] ἔχον, ἣν αὐτοκρατορικὴν ἐκέκτητο ἡ ψυχή.
 [07628]  [7.4.22.1] Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς φησιν ὁ Ξενοφάνης, Αἰθίοπές τε μέλανας σιμούς τε Θρᾷκές τε πυρροὺς καὶ γλαυκούς, οὕτως καὶ τὰς ψυχὰς ὁμοίους ἑαυτοῖς αὐτοὺς ἀναπλάττουσιν, αὐτίκα βάρβαροι οἱ μὲν θηριώδεις καὶ ἀγρίους τὰ ἤθη, ἡμερωτέρους δὲ [7.4.22.2] Ἕλληνες, πλὴν ἐμπαθεῖς.
 [07762]  αὐτίκα καὶ συμβάλλεσθαι τὴν τῶν τραγείων [7.6.33.5] κρεῶν βρῶσιν πρὸς ἐπιληψίαν λέγουσι.
 [07826]  αὐτίκα ἥ τε εὐχαριστία ἥ τε τῶν πέλας εἰς [7.7.41.7] ἐπιστροφὴν αἴτησις ἔργον ἐστὶ τοῦ γνωστικοῦ.
 [07902]  αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἶνοι καὶ αἱ πρὸ τῆς ἑστιάσεως ἐντεύξεις τῶν γραφῶν, ψαλμοὶ δὲ καὶ ὕμνοι παρὰ τὴν ἑστίασιν πρό τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαὶ πάλιν.
 [07923]  αὐτίκα εὔορκος μέν, οὐ μὴν εὐεπίφορος ἐπὶ τὸ ὀμνύναι ὁ γνωστικός, ὅ γε [7.8.51.4] σπανίως ἐπὶ τὸ ὀμνύναι ἀφικνούμενος, οὕτως μέντοι ὡς ἔφαμεν.
 [07937]  αὐτίκα Τιμόθεον ὁ γενναῖος περιέτεμεν ἀπόστολος, κεκραγὼς καὶ γράφων περιτομὴν τὴν χειροποίητον οὐδὲν ὠφελεῖν·
 [08052]  οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ' αὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ' οὐδὲ δι' ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ' ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα [7.11.67.7] καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς).
 [08090]  αὐτίκα ὡς ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν·
 [08141]  αὐτίκα νηστεύει κατὰ τὸν βίον φιλαργυρίας τε ὁμοῦ καὶ φιληδονίας, ἐξ ὧν αἱ πᾶσαι ἐκφύονται κακίαι·
 [08150]  αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένῃ.
 [08175]  αὐτίκα ἀποχὴν κακῶν ἐργάζεται ὁ φόβος, ἀγαθοποιεῖν δὲ προτρέπει ἐποικοδομοῦσα εἰς τὸ ἑκούσιον ἡ ἀγάπη, ἵνα τις ἀκούσῃ παρὰ τοῦ κυρίου·
 [08214]  αὐτίκα τὸ ἁμαρτῆσαι ἀλλότριον παριστᾶσα ἡ γραφὴ τοὺς μὲν παραπεσόντας τοῖς ἀλλοφύλοις πιπράσκει·
 [08218]  αὐτίκα πάντα τὰ ἐμποδὼν καταλιπὼν καὶ πᾶσαν τὴν περισπῶσαν αὐτὸν ὕλην ὑπερηφανήσας τέμνει διὰ τῆς ἐπιστήμης τὸν οὐρανόν, καὶ διελθὼν τὰς πνετματικὰς οὐσίας καὶ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν ἅπτεται τῶν θρόνων τῶν ἄκρων, ἐπ' ἐκεῖνο μόνον ἱέμενος, ἐφ' ὃ ἔγνω [7.13.82.6] μόνον.
 [08366]  αὐτίκα οὐκ ἀναγκαίας ἀρχὰς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι, ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὑτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἐλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα, φασί, κάλον κινοῦσι, κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἤπερ μετατίθενται, ὑπὸ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι' ἣν κἀκείνην τὴν συμποτικὴν διὰ τῆς [7.16.98.3] ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται.
 [08429]  αὐτίκα φησὶν ὁ ἀπόστολος·
 [08465]  αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ, τοὺς Ἰουδαίους αἰνίσσεται τοὺς πολλούς, οἳ τὰ μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν, τὴν δὲ πίστιν καὶ τὴν βάσιν δι' υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ [7.18.109.4] ἔχουσιν ἐπερειδομένην τῇ ἀληθείᾳ.
 [08498]  αὐτίκα ὡς ὑποστατὸν πορίζονται τὴν ἀπόδειξιν οἱ φιλόσοφοι, ἄλλος [8.2.3.3] ἄλλως.
 [08516]  αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμεως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.
 [08527]  αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους [8.3.7.2] ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς.
 [08665]  [8.6.21.3] αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»