Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αὐτὸ [119]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αὐτὸ


000-00-00 Serial Number=0014633179
Eclogae propheticae Ante [Go Back]  
 [00039]  καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ [5.3] ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς.
 [00175]  [33.1] Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ <αὐτῷ> ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, [33.2] φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα.
 [00234]  τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στε ρέωμα ἀναγγέλλει, τοῦτ' ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ·
000-00-00 Serial Number=0454616725
Excerpta ex Theodoto Ante [Go Back]  
 [00392]  [3.59.1] Σπέρμα μὲν οὖν πρῶτον τὸ παρὰ τῆς τεκούσης ἐνεδύσατο, οὐ χωρηθεὶς, ἀλλὰ χωρήσας αὐτὸ δυνάμει, ὃ κατὰ μικρὸν μορφοῦται διὰ γνώσεως.
 [00417]  ἀποθανόντος γὰρ τοῦ σώματος καὶ κρατήσαν τος αὐτὸ τοῦ θανάτου, ἀναστείλας τὴν ἐπελθοῦσαν ἀκτῖνα τῆς δυνάμεως, ὁ Σωτὴρ ἀπώλεσε μὲν τὸν θάνατον, τὸ δὲ θνητὸν σῶμα, ἀποβαλὼν πάθη, ἀνέστησεν.
000-00-00 Serial Number=0083091378
Fragmenta Ante [Go Back]  
 [00171]  Τὰ ἐναντία ἅμα τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ συμβῆναι ἀδύνατον.
 [00416]  Οὐχ οἷόν τε ἐπὶ μιᾶς ψυχῆς δύο ἐναντίας κατὰ τὸ αὐτὸ γενέσθαι κινήσεις.
000-00-00 Serial Number=0539891541
Paedagogus Ante [Go Back]  
 [00013]  [1.1.2.2] Ἄμφω δὲ ὠφελιμώτατα, τὸ μὲν εἰς ὑπακοήν, τὸ παραινετικὸν εἶδος, τὸ δὲ ἐν εἰκόνος μέρει παραλαμβανόμενον διττὸν καὶ αὐτὸ παραπλησίως τῇ προτέρᾳ συζυγίᾳ, τὸ μὲν αὐτοῦ ἵνα μιμώμεθα αἱρούμενοι τὸ ἀγαθόν, τὸ δὲ ὅπως ἐκτρεπώμεθα [1.1.3.1] παραιτούμενοι τὸ φαῦλον τῆς εἰκόνος.
 [00245]  Τὸ δὲ αὐτὸ συμβαίνει τοῦτο καὶ περὶ ἡμᾶς, ὧν γέγονεν ὑπογραφὴ ὁ κύριος·
 [00320]  αὐτὸ γοῦν τὸ πνεῦμα ὁμολογοῦσι μετανοῆσαν ἀναδραμεῖν.
 [00361]  ∆ιὸ κἀν τῇ ἀναπαύσει τὸ αὐτὸ τοῦτο ἐπήγγελται γάλα καὶ μέλι.
 [00415]  εἷς μὲν ὁ τῶν ὅλων πατήρ, εἷς δὲ καὶ ὁ τῶν ὅλων λόγος, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἓν καὶ τὸ αὐτὸ πανταχοῦ, μία δὲ μόνη γίνεται μήτηρ παρθένος·
 [00451]  ∆υνατὸν δὲ τὸ αὐτὸ καὶ βρῶμα εἶναί πως ἔχον καὶ ποτόν, πρὸς ἄλλο καὶ ἄλλο νοούμενον, καθάπερ καὶ ὁ τυρὸς γάλακτός ἐστι πῆξις ἢ γάλα πεπηγός.
 [00493]  Τὸ αὐτὸ ἄρα καὶ αἷμα καὶ γάλα τοῦ κυρίου πάθους καὶ [1.6.50.1] διδασκαλίας σύμβολον.
 [00634]  οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι μὴ εἶναι, τὸ δὲ ἔστιν.
 [00635]  Εἴ τι ἄρα μισεῖ ὁ λόγος, βούλεται αὐτὸ μὴ εἶναι·
 [00642]  Ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν·
 [00738]  Ὁ γὰρ ἱστὰς τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ εὐωνύμων, καθὸ μὲν πατὴρ νοεῖται, ἀγαθὸς ὤν, αὐτὸ μόνον ὅ ἐστι κέκληται ἀγαθός, καθὸ δέ, υἱὸς ὤν, ὁ λόγος αὐτοῦ ἐν τῷ πατρί ἐστι, δίκαιος προσαγορεύεται ἐκ τῆς πρὸς ἄλληλα σχέσεως ἀγάπης, ἰσότητι μεμετρημένον ὄνομα δυνάμεως.
 [01011]  Ἀλλ' ἐπεὶ συκοφαντοῦσί τινες τὸ μακάριον, ὡς πράγματ' οὐκ ἔχον οὔτε αὐτὸ οὔτε ἄλλῳ τῳ παρεχόμενον, τὴν φιλανθρωπίαν ἀσυνετοῦντες αὐτοῦ, διὰ τούτους δὴ καὶ τοὺς ἔτι τὸ δίκαιον οὐ προσάπτοντας τῷ ἀγαθῷ, ὅδε ὁ λόγος ἡμῖν παρῃτήθη.
 [01106]  [2.1.1.2] Στοχαζομένοις τοίνυν τῆς συμμετρίας τοῦ συντάγματος, ὁποῖόν τινα τῷ ἑαυτοῦ σώματι ἕκαστον ἡμῶν προσφέρεσθαι, μᾶλλον δὲ ὅπως αὐτὸ κατευθύνειν χρή, λεκτέον·
 [01431]  Οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης, μέχρις ἂν πίω [2.2.32.4] αὐτὸ μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
 [01470]  Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ [2.3.36.4] ἡ πολυκτημοσύνη.
 [01779]  Καίτοι καὶ τὸ ἔλαιον αὐτὸ ταῖς μελίτταις καὶ τοῖς ἐντόμοις ἐστὶ πολέμιον ζῴοις, ἀνθρώπων δὲ τοὺς μὲν ὤνησεν, ἔστιν δὲ οὓς εἰς μάχην ἐξεκαλέσατο, καὶ τοὺς πρότερον φίλους ἀληλιμμένους τοῦτο ἐν τοῖς σταδίοις ἐκτρέπει εἰς τὸ τῆς ἀγωνίας πάμμαχον.
 [01784]  [2.8.67.2] Αὔταρκες μὲν οὖν τὸ ἔλαιον αὐτὸ λιπᾶναί τε τὴν ἐπιφάνειαν καὶ ἀνεῖναι τὸ νευρῶδες καί τινα τοῦ σώματος ὀσμὴν ἀναστεῖλαι βαρυτέραν, εἰ καὶ πρὸς τοῦτο τοῦ ἐλαίου δεοίμεθα·
 [01833]  Νάρκισσος δὲ βαρύοδμόν ἐστιν ἄνθος, ἐλέγχει δὲ αὐτὸ ἡ προσηγορία νάρκαν [2.8.71.4] ἐμποιοῦν τοῖς νεύροις.
 [01856]  μόνον δὲ αὐτὸ καρποφορεῖν ἐπίσταται οὐρανός.
 [01864]  τοῦτ' αὐτὸ γὰρ οἱ σκληροκάρδιοι προφητείαν οὖσαν σεσοφισμένην οὐ νοοῦσιν, ἣν αὐτοὶ ὕβριν καλοῦσιν κυρίου.
 [01980]  οὐδὲ γὰρ αἰδοῖα ἔχει τὸ αὐτὸ ζῷον ἅμα ἄμφω, ἄρρενος καὶ θήλεος, καθὼς ὑπειλήφασί τινες, ἑρμαφροδίτους τερατολογοῦντες καὶ τρίτην ταύτην μεταξὺ θηλείας καὶ ἄρρενος ἀνδρόγυνον καινοτομοῦντες [2.10.85.3] φύσιν.
 [01985]  Τὸ δὲ αὐτὸ τοῦτο ἄρρενί τε καὶ θηλείᾳ προσπέφυκεν ὑαίνῃ διὰ τὸν ὑπερβάλλοντα πασχητιασμόν·
 [02054]  Εἰ δὲ αὐτὸ τοῦτο, εἰ γαμητέον, ἐδέησε σκέψεως, πῶς ἂν ἐπιτραπείη ἀνέδην καθάπερ τροφῇ, οὕτω δὲ καὶ συνουσίᾳ ὡς [2.10.94.2] ἀναγκαίῳ κεχρῆσθαι ἑκάστοτε;
 [02114]  καὶ ἡ σκοτία, φησίν, αὐτὸ οὐ καταλαμβάνει, καταυγάζεται δὲ αὐτὸ ἡ νὺξ τῷ σώφρονι λογισμῷ·
 [02180]  [2.10βις.106.1] Εἴδωλον οὖν τοῦ καλοῦ τὴν φιλοκοσμίαν, οὐχὶ δὲ αὐτὸ τὸ καλὸν προστρεπομένους, δι' ὀνόματος ὡραίου πάλιν εἰδωλολατροῦντας, πόρρω τῆς ἀληθείας ἀποικιστέον, δόξῃ, οὐκ ἐπιστήμῃ, [2.10βις.106.2] ὀνειροπολοῦντας τοῦ καλοῦ τὴν φύσιν.
 [02190]  Σκώληξ φύεται τὸ πρῶτον, εἶτα ἐξ αὐτοῦ δασεῖα ἀναφαίνεται κάμπη, μεθ' ἣν εἰς τρίτην μεταμόρφωσιν νεοχμοῦται βομβύλιον οἳ δὲ νεκύδαλλον αὐτὸ καλοῦσιν , ἐξ οὗ μακρὸς τίκτεται στήμων, καθάπερ ἐκ τῆς ἀράχνης ὁ τῆς ἀράχνης μίτος·
 [02254]  ∆εῖ δὲ τὴν σκέπην, οἶμαι, αὐτὸ αὑτῆς κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον, ὡς τὸ ἄγαλμα τοῦ νεὼ καὶ τὴν ψυχὴν τοῦ σώματος καὶ τῆς ἐσθῆτος τὸ [2.10βις.115.4] σῶμα.
 [02280]  Ταύτῃ καὶ τὸ πῦρ τὰ παιδία θεασάμενα φέρεται ἐπ' αὐτὸ τῇ λαμπρότητι ἀγόμενα, τῆς δὲ ἐπαφήσεως τὸ ἐπισφαλὲς διὰ τὴν ἄνοιαν οὐ [2.12.118.3] κατανενοηκότα.
 [02462]  Τοῦτο αὐτὸ γάρ τοι καὶ Ἀντιφάνης ὁ κωμικὸς ἐν Μαλθακῇ τὸ ἑταιρικὸν τῶν γυναικῶν ἐπισκώπτει τὰ κοινὰ πάσαις ῥήματα εἰς τὴν κατατριβὴν ἐξηυρημένα λέγων·
 [02844]  Βαλανείου τοίνυν ἐντεῦθεν γὰρ ἀπετράπην λέγων τέσσαρές εἰσιν αἰτίαι, καθ' ἃς ἐπ' αὐτὸ παραγινόμεθα·
 [03131]  Καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν ἅγιον αὐτὸ κέκληκεν ὁ ἀπόστολος , † ἀποφαινομένης ἀξίως τῆς βασιλείας πολιτευώμεθα τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι' οὗ μάλιστα [3.11.81.4] δείκνυται τρόπος ἥμερος.
000-00-00 Serial Number=0580318689
Protrepticus Ante [Go Back]  
 [00561]  τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν.
 [00738]  [5.64.3] Ἄθεοι μὲν δὴ καὶ οὗτοι, σοφίᾳ τινὶ ἀσόφῳ τὴν ὕλην προσκυνήσαντες καὶ λίθους μὲν ἢ ξύλα οὐ τιμήσαντες, γῆν δὲ τὴν τούτων μητέρα ἐκθειάσαντες καὶ Ποσειδῶνα μὲν [5.64.4] οὐκ ἀναπλάττοντες, ὕδωρ δὲ αὐτὸ προστρεπόμενοι.
 [01036]  Τοῦτ' αὐτὸ γάρ τοι τὸ κάλλιστον τῶν ἐγχειρουμένων ἐστίν, ὑποδεῖξαι ὑμῖν ὡς ἀπὸ μανίας καὶ τοῦ τρισαθλίου τούτου ἔθους ἐμισήθη ἡ θεοσέβεια·
 [01112]  Μὴ οὖν ἔτι φροντίζετε μηδὲ [εἰ] ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί·
000-00-00 Serial Number=0914054334
Quis dives salvetur Ante [Go Back]  
 [00065]  ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπ' αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπ' αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων, εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα, ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπ' αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆ ρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
 [00141]  οὐ χρὴ τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν, ἀναί τιον ὄν, αἰτιᾶσθαι, ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφ' ὧν ἂν ἕληται, κατ' αὐτὸ τοῦτο αἴτιον ὄν.
000-00-00 Serial Number=0485296130
Stromata Ante [Go Back]  
 [00024]  ὁπηνίκα τοὺς μὲν αὐξήσαντας τὸ ἀργύριον αὐτοῦ, τοὺς ἐν ὀλίγῳ πιστούς, ἀποδεξάμενος καὶ ἐπαγγειλάμενος ἐπὶ πολλῶν [1.1.3.2] καταστήσειν εἰς τὴν τοῦ κυρίου χαρὰν προσέταξεν εἰσελθεῖν, τῷ δὲ ἀποκρυψαμένῳ τὸ πιστευθὲν ἀργύριον εἰς τὸ ἐκδανεῖσαι καὶ αὐτὸ ὅπερ ἔλαβεν ἀποδιδόντι ἀργόν, πονηρὲ δοῦλε εἶπεν καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμόν·
 [00129]  οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ <οὐκ> ἐκπεσεῖν καίτοι ἀνέκδοτα ὑπό γ' ἐμοῦ μεμενηκότα, κυλιόμενα δὲ ἀεὶ μόνῃ μιᾷ χρώμενα τῇ ἐγγράφῳ φωνῇ πρὸς τὸν ἐπανερόμενον οὐδὲν πλέον παρὰ τὰ γεγραμμένα ἀποκρίνεται δεῖται γὰρ ἐξ ἀνάγκης βοηθοῦ ἤτοι τοῦ συγγραψαμένου ἢ καὶ ἄλλου [1.1.15.1] του εἰς τὸ αὐτὸ ἴχνος ἐμβεβηκότος.
 [00148]  οὐκ εὐθὺς δ' εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ, ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει.
 [00325]  ἕτερον στοχασμὸς ἀληθείας, ἕτερον ἡ ἀλήθεια, ἄλλο ὁμοίωσις, ἄλλο αὐτὸ τὸ ὄν, καὶ ἣ μὲν μαθήσει καὶ ἀσκήσει περιγίνεται, ἣ δὲ δυνάμει καὶ [1.7.38.5] πίστει.
 [00539]  Στράτων δὲ ἐν τῷ περὶ εὑρημάτων Σωδάμῳ τῷ Τεγεάτῃ προσάπτει τὸ ἀπόφθεγμα, ∆ίδυμος δὲ Σόλωνι αὐτὸ ἀνατίθησιν, [1.14.61.2] ὥσπερ ἀμέλει Κλεοβούλῳ τὸ μέτρον ἄριστον.
 [00542]  οἳ δὲ περὶ Ἀριστοτέλη Χίλωνος αὐτὸ νομίζουσι, ∆ίδυμος δὲ Θαλοῦ [1.14.61.3] φησιν εἶναι τὴν παραίνεσιν.
 [00543]  ἔπειτα ἑξῆς τὸ πάντες ἄνθρωποι κακοὶ ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοὶ (διχῶς γὰρ ἐκφέρεται τὸ αὐτὸ ἀπόφθεγμα) οἱ περὶ Σωτάδαν τὸν Βυζάντιον Βίαντος λέγουσιν εἶναι καὶ τὸ μελέτη πάντα καθαιρεῖ Περιάνδρου τυγχάνειν βούλονται, ὁμοίως δὲ τὴν γνῶθι καιρὸν παραίνεσιν Πιττακοῦ [1.14.61.4] καθεστάναι.
 [00732]  οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν, τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, [1.17.84.5] ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται.
 [01069]  *** συνάγεται ἐπὶ τὸ αὐτὸ τῶν Περσικῶν ἔτη διακόσια τριάκοντα πέντε.
 [01075]  γίνονται τοίνυν ἐπὶ τὸ αὐτὸ καὶ οἱ τῶν Μακεδόνων βασιλέων χρόνοι ἔτη [1.21.129.3] τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα.
 [01800]  ὃ καὶ αὐτὸ ἀδύνατον, μαθόντας τὸ διαφέρον τὸ ἐν πληρώματι Ἀνθρώπῳ ἐπιβουλεύειν, ἔτι καὶ τὸ κατ' εἰκόνα, ἐν ᾧ καὶ τὸ ἀρχέτυπον καὶ τὸ σὺν τῇ γνώσει τῇ λοιπῇ ἄφθαρτον παρειλήφεσαν.
 [02009]  τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου, ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν·
 [02087]  τὸ δ' [2.15.70.4] αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ.
 [02635]  τέλειος γὰρ ὁ πεποιηκὼς ἐξ αὑτοῦ τὸν ὅμοιον, μᾶλλον δὲ ἐπειδὰν κἀκεῖνον τὸ αὐτὸ πεποιηκότα ἐπίδῃ, τουτέστιν ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθὲν τῷ τεκνώσαντι.
 [02640]  {Β.} ἐπαριστερῶς γὰρ αὐτὸ λαμβάνεις.
 [02799]  καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν [3.3.16.4] τῷ νῦν παρόντι·
 [02823]  εὐφήμει, ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.
 [03165]  [3.7.59.4] Ἡμεῖς μὲν οὖν δι' ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δι' αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντες·
 [03245]  οὕτως οἱ δύο καὶ οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ συνάγονται, τὸν γνωστικὸν ἄνθρωπον.
 [03348]  ἡ δὲ ἐπιφορὰ τοῦ ἀποστόλου καὶ πάλιν ἐπὶ τὸ αὐτὸ γίνεσθαι διὰ τὸν σατανᾶν ἐκεῖνο προανακόπτει <τὸ> μὴ εἰς ἐπιθυμίας ἑτέρας ἐκτραπῆναί ποτε·
 [03727]  δεῖν δ' οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δι' αὐτὸ δὲ τὸ ἀγαθὸν [4.6.30.1] προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.
 [03793]  διὰ σαφεστέρων τε αὖ τὸ αὐτὸ ὧδέ πως λέγει·
 [04039]  εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι [4.8.69.2] δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή.
 [04193]  εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν [4.13.92.4] αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες.
 [04253]  ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα τοῖς πολλοῖς ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον κατὰ τὴν πρὸς τὸν κύριον [4.16.100.3] ἐπιστροφήν.
 [04394]  τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δι' ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς [4.18.114.1] ἐνεργούμενον.
 [04502]  ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν.
 [04508]  ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
 [04509]  πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ [4.21.133.1] ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
 [04528]  οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς [4.22.135.4] τοῖς ἀγαπῶσιν αὐτόν), μόνη δ' ἡ δι' ἀγάπην εὐποιία ἡ δι' αὐτὸ [4.22.136.1] τὸ καλὸν αἱρετὴ τῷ γνωστικῷ.
 [05082]  τὸ δὲ σκᾶνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον [5.5.29.3] λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῷ.
 [05266]  [5.8.50.2] καὶ μυρία ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπό τε φιλοσόφων ὑπό τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου [5.8.50.3] περὶ φύσεως, ὃς καὶ δι' αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται.
 [05360]  προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι' ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
 [05397]  [5.10.65.3] ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων·
 [05479]  δυνατὸν δὲ κἀν τῷ διαλέγεσθαι τὸ καταμαντεύεσθαι τοῦ θεοῦ, ἐὰν ἐπιχειρῇ τις ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπ' αὐτὸ ὅ ἐστιν ἕκαστον ὁρμᾶν καὶ μὴ ἀποστατεῖν τῶν ὄντων, πρὶν <ἄν>, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ.
 [05507]  εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ' <ἐκ> πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον [5.11.77.2] αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
 [05558]  κἂν ὀνομάζωμεν αὐτό ποτε, οὐ κυρίως καλοῦντες ἤτοι ἓν ἢ τἀγαθὸν ἢ νοῦν ἢ αὐτὸ τὸ ὂν ἢ πατέρα ἢ θεὸν ἢ δημιουργὸν ἢ κύριον, οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν, ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα, ἵν' ἔχῃ ἡ διάνοια, μὴ περὶ ἄλλα πλα [5.12.82.2] νωμένη, ἐπερείδεσθαι τούτοις.
 [06074]  Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται δι' ὧν φησιν·
 [06368]  τὸ γὰρ αὐτὸ νοεῖν ἐστί<ν> τε καὶ εἶναι.
 [06468]  ἀποβαλλόμενον γοῦν τὸ εἰσφοιτῆσαν πνεῦμα πάλιν εἰς τὸ αὐτὸ χωροῦν βιαιότερον ἠχεῖ.
 [06608]  εἰκότως ἄρα βοῦν φησι καὶ ἄρκτον ἐπὶ τὸ αὐτὸ ἔσεσθαι ἡ γραφή·
 [06753]  [6.8.69.3] τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσίς ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τίς ἐστι τῆς ψυχῆς τῶν ὄντων [6.8.70.1] ἤτοι τινὸς ἢ τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων.
 [06778]  ὃ δ' ἐν οἷς ἔσται, δι' ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, [6.9.73.5] ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν.
 [07092]  θάτερον δὲ ὅταν τὸ ξύλον σχίσαντες εἰς αὐτὸ ἐμβάλωσι τὸ εὐγενὲς φυτόν, ὃ συμβαίνει ἐπὶ τῶν φιλοσοφησάντων·
 [07157]  διανοιχθεῖσαι δὲ αἱ γραφαὶ καὶ τοῖς ὦτα ἔχουσιν ἐμφήνασαι τὸ ἀληθὲς αὐτὸ ἐκεῖνο, ὃ πέπονθεν ἡ σάρξ, ἣν ἀνείληφεν ὁ κύριος, δύναμιν θεοῦ καὶ σοφίαν [6.15.127.3] καταγγέλλουσιν.
 [07336]  οὗ γάρ τις μὴ ἀντιλαμβάνεται, οὐδὲ [6.17.150.3] ποθεῖ αὐτὸ οὐδὲ ἀσπάζεται τὴν ἐξ αὐτοῦ ὠφέλειαν.
 [07429]  ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν [6.18.162.5] αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει.
 [07432]  αὐτὸ γάρ τι αὑτῷ ἀκολουθεῖ·
 [07700]  καὶ πῶς αὐτὸ ἑαυτό τι γεννήσει;
 [07701]  ἢ πῶς αὐτὸ τὸ ὂν ἑαυτὸ <τῷ> εἶναι ἐνιδρύσει;
 [07861]  οὗτος ἡμῖν <ὁ> αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε [7.7.45.3] καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν), δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος μηδ' ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ' ἂν ἐπ' αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, ἐπὶ προθύροις ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.
 [07989]  ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ [7.10.59.4] αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ' οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ' ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν·
 [08177]  τὸ δὲ εἶδος αὐτὸ τῆς εὐχῆς εὐχαριστία ἐπί τε τοῖς προγεγονόσιν ἐπί τε τοῖς ἐνεστῶσιν ἐπί τε τοῖς μέλλουσιν, ὡς ἤδη διὰ τὴν πίστιν παροῦσιν·
 [08208]  ὁ τοιοῦτος τὸν ἐπικουφισμὸν τούτοις αἰτούμενος, ἅτε τὸ ἐξαίρετον τῆς γνώσεως ἔχων, οὐ διὰ κενοδοξίαν, ἀλλὰ δι' αὐτὸ τὸ εἶναι γνωστικός, αὐτὸς ἐργάζεται τὴν εὐποιίαν, ὄργανον γενόμενος τῆς τοῦ θεοῦ ἀγαθότητος.
 [08288]  [7.15.89.2] Πρῶτον μὲν οὖν αὐτὸ τοῦτο προσάγουσιν ἡμῖν λέγοντες, μὴ δεῖν πιστεύειν διὰ τὴν διαφωνίαν τῶν αἱρέσεων·
 [08541]  [8.3.8.4] Περὶ παντὸς τοῦ ζητουμένου καθ' ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ <τὸ> προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον, τόν τε λόγον [8.3.8.5] τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει·
 [08577]  [8.4.12.2] Ἀλλ' εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ' ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ <μὴ> διαπεπλασμένα ἤδη καὶ τὰ ζῷα καὶ τὸ σπέρμα αὐτὸ <τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ [8.4.12.3] ἔμβρυα καλούμενα.
 [08586]  εἰ δὲ περὶ ὀνόματα στρέφῃ, τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα παντὶ δῆλον ὅτι μήτε ζῷόν ἐστι μήτε φυτόν.
 [08597]  αἰσθήσει δὴ καὶ κινήσει τῇ καθ' ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου, πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον, ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον, ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ' ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον, τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν, τὸ δὲ ἐνεργεῖν μὲν [8.4.13.8] δυνάμενον, ἡσυχάζον δὲ ἢ κοιμώμενον.
 [08685]  καὶ εἰ μὲν φαίνοιτο ὑφ' ἕν τι ὑποδεδυκὸς τῶν στοιχείων ἢ καὶ πλείω, ἀποφανούμεθα αὐτὸ εἶναι, εἰ δὲ πάντα [8.8.23.5] διαφύγοι, μηδαμῇ εἶναι.
 [08692]  ἑτερώνυμα δὲ ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν διαφόροις ἐστὶν ὀνόμασιν, οἷον ἀνάβασις καὶ κατάβασις·
 [08726]  τὸ δὲ αὐτὸ ἄρα αἴτιον καὶ ποιητικόν καὶ δι' ὅ.
 [08747]  μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν, ὡς καὶ τὸ ἐξαίφνης, μηδὲ αὐτὸ χωρὶς χρόνου γενόμενον.
 [08755]  οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτῷ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι, [8.9.29.5] οὐδὲ υἱὸς εἶναι καὶ πατήρ.
 [08757]  οὐ δύναται δὲ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ προχρονεῖν τῇ ὕλῃ, καθὸ αἴτιόν ἐστιν, ἅμα καὶ ὑστερεῖν καὶ ὑστεροχρονεῖν, καθὸ τῆς αἰτίας [8.9.29.6] ἐστὶν ἔργον.
 [08760]  οὐκ ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ εἶναι ἅμα καὶ γίνεσθαι.
 [08783]  [8.9.32.1] Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα [8.9.32.2] τοῦ πάσχοντος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»