Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βίου [100]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βίου


000-00-00 Serial Number=0815678716
Excerpta ex Theodoto Ante [Go Back]  
 [00473]  [4.77.1] Ταύτῃ θάνατος καὶ τέλος λέγεται τοῦ παλαιοῦ βίου τὸ βάπτισμα, ἀποτασσομένων ἡμῶν ταῖς πονηραῖς Ἀρχαῖς, ζωὴ δὲ κατὰ Χριστόν, ἧς μόνος αὐτὸς [4.77.2] κυριεύει.
000-00-00 Serial Number=0691250622
Paedagogus Ante [Go Back]  
 [00010]  Κεκλήσθω δ' ἡμῖν ἑνὶ προσφυῶς οὗτος ὀνόματι παιδαγωγός, προακτικός, οὐ μεθοδικὸς ὢν ὁ παιδαγωγός, ᾗ καὶ τὸ τέλος αὐτοῦ βελτιῶσαι τὴν ψυχήν ἐστιν, οὐ διδάξαι, σώφρονός τε, [1.1.2.1] οὐκ ἐπιστημονικοῦ καθηγήσασθαι βίου.
 [00070]  Καθήκει δ' ἡμῖν ἀνταγαπᾶν μὲν τὸν καθηγούμενον ἀγαπητικῶς ἀρίστου βίου, βιοῦν δὲ πρὸς τὰ διατάγματα τῆς αὐτοῦ προαιρέσεως, οὐ μόνον ἐπιτελοῦντας τὰ προσταττόμενα ἢ παραφυλάττοντας τὰ ἀπαγορευόμενα, ἀλλὰ καὶ τῶν εἰκόνων τὰς μὲν ἐκτρεπομένους, τὰς δὲ ὡς ἔνι μάλιστα μιμουμένους ἐπιτελεῖν καθ' ὁμοίωσιν τὰ ἔργα τοῦ παιδαγωγοῦ, ἵνα [1.3.9.2] δὴ τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν πληρωθῇ.
 [00081]  Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, φησίν, γαμοῦσι καὶ γαμίσκονται, ἐν ᾧ δὴ μόνῳ τὸ θῆλυ τοῦ ἄρρενος διακρίνεται, ἐν ἐκείνῳ δὲ οὐκέτι, ἔνθα τοῦ κοινωνικοῦ καὶ ἁγίου τούτου βίου τοῦ ἐκ συζυγίας τὰ ἔπαθλα οὐκ ἄρρενι καὶ θηλείᾳ, ἀνθρώπῳ δὲ ἀπόκειται ἐπιθυμίας διχαζούσης αὐτὸν κεχωρισμένῳ.
 [00144]  Οὕτως ἀποθεμένους τὰς τοῦ βίου φροντίδας ἐξέχεσθαι μόνου τοῦ πατρὸς [1.5.17.3] παραγγέλλει.
 [00518]  Καὶ τέλειον μὲν ἑαυτὸν ἡγεῖται, ὅτι ἀπήλλακται τοῦ προτέρου βίου, ἔχεται δὲ τοῦ κρείττονος, οὐχ ὡς ἐν γνώσει τέλειος, ἀλλ' ὡς τοῦ τελείου ἐφιέμενος·
 [00663]  Φαρμακείᾳ δὲ ἔοικεν ὁ ὀνειδισμὸς τὰ τετυλωμένα ἀναλύων τῶν παθῶν καὶ τὰ ῥυπαρὰ τοῦ βίου, τὰς λαγνείας, ἀνακαθαίρων, πρὸς δὲ καὶ τὰς ὑπερσαρκώσεις τοῦ τύφου ἐξομαλίζων, εἰς τὸν ὑγιῆ καὶ ἀληθινὸν ἀνασκευάζων τὸν ἄνθρωπον.
 [01059]  Ἀλλὰ καὶ πρὸς αὐτάρκειαν τοῦ βίου καὶ ἀπεριττότητα ἔτι τε εὔζωνόν τε καὶ εὔλυτον ὁδοιπορικὴν ἑτοιμότητα εἰς ἀιδιότητα εὐζωίας παρασκευάζει, αὐτὸν αὑτοῦ ἕκαστον ἡμῶν ταμιεῖον εἶναι διδάσκων.
 [01125]  ταῦτα γὰρ ἔχεται βίου ψευδοῦς τε καὶ αἰσχροῦ.
 [01289]  [2.1.18.1] Ὅθεν κατηγορῶν τοῦ τρυφῶντος βίου ὁ τὴν ἀλήθειαν ἐζηλωκὼς τῶν φιλοσόφων Πλάτων τὸ ἔναυσμα τῆς Ἑβραϊκῆς φιλοσοφίας ζωπυρῶν·
 [01493]  Ἑνὸς γὰρ ὄντας θεράποντας θεοῦ χρὴ καὶ τὰ κτήματα καὶ τὰ ἐπ' αὐτοῖς ἔπιπλα ἑνὸς ἐπιδείκνυσθαι σύμβολα βίου καλοῦ, καὶ τὸν καθ' ἕνα τῶν ἀνθρώπων ἀδιακρίτῳ πίστει, τῇ μονοπροσώπῳ ταύτῃ ἐνστάσει, τὰ ἑξῆς ἀκόλουθα καὶ σύμφωνα τῇ διαθέσει τῇ [2.3.38.4] μιᾷ φαίνεσθαι ποιοῦντα.
 [01946]  καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὑτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον , πολλοῦ γε δεῖ μεθ' ἡμέραν ἐπιτρέπειν καθεύδειν τοῖς καὶ τῆς νυκτὸς τὸ πλεῖστον εἰς ἐγρήγορσιν ἀποτεμνομένοις.
 [02226]  [2.10βις.112.1] Ὁ δὲ μακάριος Ἰωάννης καὶ τῶν προβάτων ὑπεριδὼν τὰς τρίχας ὀζούσας τρυφῆς τὰς τῶν καμήλων εἵλατο τρίχας καὶ ταύτας ἠμπίσχετο, τὸ εὐτελὲς καὶ ἄδολον τοῦ βίου ὑποτυπούμενος.
 [02700]  ναὶ μὴν καὶ εἰς τὰς ἐξιτήλους βαφὰς καὶ εἰς τὰ ἀργυρώνητα ἀνδράποδα σπαθῶσι καὶ διαρρίπτουσι τὰ χρήματα, δίκην ὀρνίθων κεκορεσμένων τὰ τοῦ βίου σκαλεύουσαι κόπρια.
 [02909]  [3.11.t.1] Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου.
 [03037]  ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου, ἐμφανῶς προσκαλουμένη τοὺς παριόντας ὁδόν, τοὺς εὐθύνοντας τὰς ἑαυτῶν τροχιάς, διὰ τοῦ σχήματος αὐτῆς καὶ τοῦ βίου παντὸς δηλονότι λέγουσα·
 [03072]  τῆς δὲ ἑκάστου τῶν ἀνθρώπων διανοίας [3.11.75.3] μίμησίς ἐστιν ἡ τοῦ βίου προαίρεσις.
 [03152]  [3.12.t.1] Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον.
000-00-00 Serial Number=0578878164
Protrepticus Ante [Go Back]  
 [00133]  οὐκ ἐξορχή σομαι μέν, ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς τῆς ἀληθείας ἐγκυκλήσω θεαταῖς.
 [01035]  [10.89.2] Εἶτα ἐπὶ τῶν πάτων αἱ παρεκβάσεις καίτοι ἐπιζήμιοι καὶ ἐπισφαλεῖς οὖσαι, ὅμως γλυκεῖαί πως προσπίπτουσιν, ἐπὶ δὲ τοῦ βίου οὐχὶ τὸ ἔθος καταλιπόντες τὸ πονηρὸν καὶ ἐμπαθὲς καὶ ἄθεον, κἂν οἱ πατέρες χαλεπαίνωσιν, ἐπὶ τὴν ἀλήθειαν ἐκκλινοῦμεν καὶ τὸν ὄντως ὄντα πατέρα ἐπιζη τήσομεν, οἷον δηλητήριον φάρμακον τὴν συνήθειαν ἀπωσά [10.89.3] μενοι;
 [01037]  οὐ γὰρ ἂν ἐμισήθη ποτὲ ἢ ἀπηγορεύθη ἀγαθὸν τοσοῦτον, οὗ μεῖζον οὐδὲν ἐκ θεοῦ δεδώρηταί πω τῇ τῶν ἀνθρώπων γενέσει, εἰ μὴ συναρπα ζόμενοι τῷ ἔθει, εἶτα μέντοι ἀποβύσαντες τὰ ὦτα ἡμῖν, οἷον ἵπποι σκληραύχενες ἀφηνιάζοντες, τοὺς χαλινοὺς ἐνδακόντες, ἀποφεύγετε τοὺς λόγους, ἀποσείσασθαι μὲν τοὺς ἡνιόχους ὑμῶν τοῦ βίου ἡμᾶς ἐπιποθοῦντες, ἐπὶ δὲ τοὺς κρημνοὺς τῆς ἀπωλείας ὑπὸ τῆς ἀνοίας φερόμενοι ἐναγῆ τὸν ἅγιον ὑπολαμβάνετε τοῦ θεοῦ λόγον.
 [01233]  Ταύτας, οἶμαι, τὰς θείας γραφὰς ἐναποσφραγισαμένους χρὴ τῇ ψυχῇ καλὸν ἀφετήριον σοφίαν ἡγεῖσθαι τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν·
 [01240]  Κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας.
000-00-00 Serial Number=0060465753
Quis dives salvetur Ante [Go Back]  
 [00013]  δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία δια θέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.
 [00026]  ἐλπίς, γνῶσις ἀληθείας, ·····, πραότης, εὐσπλαγχνία, σεμ νότης, ἵν', ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ' ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.
 [00110]  οὐχ ὃ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀπορ ρῖψαι προστάσσει καὶ ἀποστῆναι τῶν χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν.
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
000-00-00 Serial Number=0119792342
Stromata Ante [Go Back]  
 [00225]  ἄκουε, υἱέ μου, καὶ δέξαι ἐμοὺς λόγους, φησίν, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·
 [00229]  εἶεν δ' ἂν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ [1.5.29.4] καὶ ἀφορμαὶ τοῦ βίου.
 [00299]  [1.6.35.4] ἀλλ' ὡς ἐν πενίᾳ βίου ὀρθῶς ἔστι βιοῦν, οὕτω δὲ καὶ ἐν περιουσίᾳ ἔξεστιν, καὶ ῥᾷον ἅμα καὶ θᾶττον σὺν τῇ προπαιδείᾳ θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν, πλὴν καὶ τότε τοῖς μεμαθηκόσι καὶ τὰ αἰσθητήρια [1.6.35.5] συγγεγυμνασμένοις.
 [00322]  οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοῦ βίου, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν [1.7.38.3] ἔχοιεν.
 [00400]  [1.10.46.2] καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (εἰ γὰρ διαβολὴ ξίφους διάκονος καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί, ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἱ λόγῳ·
 [00856]  οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, τὸ βάπτισμα τὸ [1.19.96.4] αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη, καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον τὸν παραφέροντα καὶ κατασύροντα εἰς θάλασσαν, εἰς ἣν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατ' ἀλήθειαν ἑδραιότητος, συνεκρυεὶς αὖθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοῦ βίου κύματα.
 [00947]  [1.21.109.2] Μετὰ τὴν Μωυσέως τοῦ βίου τελευτὴν διαδέχεται τὴν ἡγεμονίαν τοῦ λαοῦ Ἰησοῦς πολεμῶν μὲν ἔτη † ξεʹ, ἐν δὲ τῇ γῇ τῇ ἀγαθῇ ἄλλα [1.21.109.3] πέντε καὶ εἴκοσι ἀναπαυσάμενος.
 [01019]  τούτῳ δι' ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ διὰ Ἡσαΐου δωρεῖται ὁ θεὸς ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα δι' [1.21.119.3] ἀναποδισμοῦ ἡλίου.
 [01454]  διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ [2.1.2.3] μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους.
 [01823]  ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων.
 [01941]  θεοσέβεια δὲ προστίθησι μῆκος βίου καὶ [2.12.53.3] φόβος κυρίου προστίθησιν ἡμέρας.
 [01942]  ὡς οὖν αἱ ἡμέραι μόριον βίου τοῦ κατ' ἐπανάβασιν, οὕτω καὶ ὁ φόβος τῆς ἀγάπης ἀρχή, κατὰ [2.12.53.4] παραύξησιν πίστις γινόμενος, εἶτα ἀγάπη·
 [01984]  δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἐν πνεύματι δὲ [2.13.58.3] ἀναγεννώμενον·
 [02164]  [2.18.80.1] Φυλακὴ δὲ τῶν ἐντολῶν, τήρησις οὖσα αὐτῶν ἀβλαβής, περιποίησίς ἐστιν ἀσφαλείας βίου.
 [02212]  πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἃ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ [2.18.86.7] ὑποσχόντας δίκην μὴ διὰ βίου κολάζεσθαι ἐθέλων.
 [02538]  Κριτόλαος δέ, ὁ καὶ αὐτὸς Περιπατητικός, τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου, τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην τριγενικὴν τελειότητα μηνύων.
 [02540]  Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν [2.21.130.3] λέγουσιν Ἡρακλειτόν τε τὸν Ἐφέσιον τὴν εὐαρέστησιν.
 [02546]  πάλιν Ἀντισθένης μὲν τὴν ἀτυφίαν, οἱ δὲ Ἀννικέρειοι καλούμενοι ἐκ τῆς Κυρηναϊκῆς διαδοχῆς τοῦ μὲν ὅλου βίου τέλος οὐδὲν ὡρισμένον ἔταξαν, ἑκάστης δὲ πράξεως ἴδιον ὑπάρχειν τέλος [2.21.130.8] τὴν ἐκ τῆς πράξεως κεριγινομένην ἡδονήν.
 [02596]  ὅ τε Ἡσαΐας τὸν μὲν πιστεύσαντα εἰς σεμνότητα βίου, τὸν γνωστικὸν δὲ εἰς ἐπίστασιν παρακαλῶν, μὴ τὴν [2.22.135.4] αὐτὴν εἶναι ἀρετὴν ἀνθρώπου καὶ θεοῦ παριστὰς ὧδέ φησι·
 [02660]  ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ' ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ' ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ' εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι [2.23.143.2] τὸν γάμον.
 [02683]  ἡ γάρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἷον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἔχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιᾶς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς [2.23.147.3] κατὰ τὴν μετάνοιαν γεννηθείσης.
 [02807]  οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν.
 [02855]  ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδ' αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς·
 [02887]  καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται οἱ τῆς ἀσελγείας κοινωνοί, οἱ τῆς λαγνείας ἀδελφοί, ὄνειδος οὐ φιλοσοφίας μόνον, ἀλλὰ καὶ παντὸς τοῦ βίου, οἱ παραχαράσσοντες τὴν ἀλήθειαν, μᾶλλον δὲ κατασκάπτοντες ὡς [3.4.27.5] οἷόν τε αὐτοῖς·
 [03000]  καὶ τοῦ μὲν ἀποτυγχάνοντος τοῦδε τοῦ τέλους ἡ τοῦ θεοῦ ἄγνοια κατηγορεῖν ἔοικε, τὸ δὲ ἀγνοεῖν τὸν θεὸν ἡ τοῦ βίου [3.5.43.2] πολιτεία παρίστησιν.
 [03023]  οὐχ ὡς κακοῦ τοῦ βίου ὄντος καὶ τῆς κτίσεως πονηρᾶς, μέχρις ἂν εἶπεν ὑμεῖς αἱ γυναῖκες τίκτητε, ἀλλ' ὡς τὴν ἀκολουθίαν τὴν φυσικὴν [3.6.46.1] διδάσκων·
 [03115]  Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τίς μιμήσεται;
 [03393]  τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ' ἐπ' ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις <εἰς> τόνδε τὸν βίον παρελεύσεται, ἀλλ' ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν [3.12.87.4] ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον.
 [03642]  οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς, πρόφασιν εὔλογον λαβών, ἣν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν δι' ὑπομονῆς, δι' ἀγάπης δὲ κυρίῳ, δι' ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ [4.4.14.2] τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι.
 [03643]  εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχήν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, φίλε κασίγνητε ποιητικῶς τε ἀκούσας πρὸς τοῦ σωτῆρος [4.4.14.3] ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα.
 [03644]  αὐτίκα τελείωσιν τὸ μαρτύριον καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν ὡς οἱ λοιποί, [4.4.14.4] ἀλλ' ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο.
 [04073]  ἔστι γὰρ ὡς ἔπος εἰπεῖν ἐπὶ τέλει τοῦ βίου ἀθρόα κατὰ τὴν πρᾶξιν μετάνοια καὶ [4.9.73.4] ἀληθὴς εἰς Χριστὸν ὁμολογία ἐπιμαρτυρούσης τῆς φωνῆς.
 [04113]  τί γὰρ καὶ ἀδικούμεθα ὡς πρὸς ἡμᾶς αὐτούς, θανάτῳ ἀπολυόμενοι πρὸς τὸν κύριον καὶ καθάπερ ἡλικίας μεταβολήν, οὕτω δὲ καὶ βίου ἐναλλαγὴν ὑπομένοντες;
 [04218]  τοιαῦται γὰρ αἱ κατ' αὐτὸν ἀρχαί τε καὶ ἐξουσίαι τοῦ σκότους), οὔτε τὰ ἐνεστῶτα, ἐν οἷς ἐσμεν κατὰ τὸν τοῦ βίου χρόνον, ὡς [4.14.96.2] τοῦ μὲν στρατιώτου ἡ ἐλπίς, τοῦ ἐμπόρου δὲ τὸ κέρδος, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα (κατ' ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει τοῦ προαιρουμένου·
 [04254]  διὰ τοῦτο καὶ ἀνάστασιν ἔδειξε τοῖς διορᾶν δυναμένοις τὴν ἔτι ἐν σαρκὶ τοῦ βίου <τοῦ> ἕρποντος ἐπὶ κοιλίαν.
 [04489]  οὐδ' οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως δι' ἀγάπης γνωστικῆς εὐχαριστηθέντος [4.21.131.1] αἵματος παραπεμπομένου τὸ πνεῦμα.
 [04701]  δικαιοσύνη οὖν ἐστιν εἰρήνη βίου καὶ εὐστάθεια, ἐφ' ἣν [4.25.161.3] ὁ κύριος ἀπέλυε λέγων·
 [04741]  [4.26.166.1] Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ' ὁδὸν οἰκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατ' οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ [4.26.166.2] ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ.
 [04931]  ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου [5.2.14.2] μετὰ τὴν τελευτὴν ἔχειν οἴεται.
 [04932]  καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ' αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου [5.2.15.1] ἀιδίου ἀρχὴν λαμβάνειν.
 [04953]  οἱ γὰρ ἁρπάζοντες τὴν βασιλείαν βιασταὶ οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπαλείφοντες κηλῖδας.
 [05016]  ὡσαύτως καὶ τὸ γνῶθι σαυτὸν πολλὰ ἐνδείκνυται, καὶ ὅτι θνητὸς εἶ καὶ ὅτι ἄνθρωπος ἐγένου, καὶ ἤδη πρὸς τὰς ἄλλας τοῦ βίου ὑπεροχὰς κατὰ σύγκρισιν ὅτι οὐδενὸς λόγου ὑπάρχεις, ἔνδοξον λέγων ἢ πλούσιον, ἢ τοὐναντίον, ὅτι πλούσιος ὢν καὶ ἔνδοξος οὐ παραμόνῳ σεμνύνῃ πλεονεκτήματι·
 [05646]  ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, κείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.
 [05693]  ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα [5.14.96.3] χρόνον.
 [05915]  <ὃ μὲν ἐν> ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς·
 [06035]  ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός·
 [06134]  ἡ γνῶσις δὲ ἡμῶν καὶ ὁ παράδεισος ὁ πνευματικὸς αὐτὸς ἡμῶν ὁ σωτὴρ ὑπάρχει, εἰς ὃν καταφυτευόμεθα, μετατεθέντες καὶ μεταμοσχευθέντες εἰς τὴν γῆν τὴν ἀγαθὴν ἐκ βίου τοῦ παλαιοῦ·
 [06365]  πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.
 [06448]  [6.3.31.5] αὐτίκα οἱ ἔμπειροι τοῦ λόγου κατὰ τὰς ἱδρύσεις ἐν πολλοῖς τῶν ἱερῶν καὶ σχεδὸν πᾶσι τὰς θήκας τῶν κατοιχομένων ἐνιδρύσαντο, δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες, θρῃσκεύεσθαι δὲ πρὸς ἀνθρώπων διδάσκοντες ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον·
 [06480]  τοῦτόν φασι δύο βίβλους ἀνειληφέναι δεῖν ἐκ τῶν Ἑρμοῦ, ὧν θάτερον μὲν ὕμνους περιέχει θεῶν, ἐκλογισμὸν δὲ βασιλικοῦ βίου τὸ δεύτερον.
 [06612]  λόγῳ γὰρ τυποῦται εἰς τὸ ἡμερῶσθαι ἐκ τοῦ θηριώδους βίου ὁ ἐξ ἐθνῶν [6.6.50.4] ἐπιστρέφων, τιθασευθείς τε ἤδη καὶ αὐτὸς ὡς βοῦς ἁγνίζεται.
 [06644]  [6.7.55.1] Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα [6.7.55.2] πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς.
 [06646]  εἴη δ' ἂν φιλοσοφία τὰ παρ' ἑκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα [6.7.55.4] μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν.
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [07068]  κατ' ἐπίστασιν οὖν, ὡς ἔοικεν, τοῦ κακοῦ καὶ ἀγαθοῦ βίου σῴζεται ὁ γνωστικός, πλέον [6.15.115.4] τῶν γραμματέων καὶ Φαρισαίων συνιείς τε καὶ ἐνεργῶν.
 [07110]  τρίβοι δὲ ἡ τοῦ βίου διεξαγωγὴ καὶ ἡ κατὰ τὰς διαθήκας [6.15.121.1] πολυειδία.
 [07128]  ἡ γοῦν φιλο σοφία, πρόνοιαν καταγγέλλουσα καὶ τοῦ μὲν εὐδαίμονος βίου τὴν ἀμοιβήν, τοῦ δ' αὖ κακοδαίμονος τὴν κόλασιν, περιληπτικῶς θεολογεῖ, τὰ πρὸς ἀκρίβειαν δὲ καὶ τὰ ἐπὶ μέρους οὐκέτι σῴζει.
 [07233]  ἀκολουθοῦντες οὖν αὐτῷ δι' ὅλου τοῦ βίου ἀπαθεῖς καθιστάμεθα, τὸ δέ [6.16.138.4] ἐστιν ἀναπαύσασθαι.
 [07579]  ὅσοι δ' οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις [7.3.15.3] πρὸς τῆς ἀπαιδεύτου ἀδικίας, οὐ νομίζουσιν εἶναι θεόν.
 [07627]  ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.
 [07751]  δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, <ἣ> εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.
 [07775]  [7.7.35.4] εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ' ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν [7.7.35.5] διάθεσιν;
 [07961]  ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον [7.10.56.3] δικαιοσύνης κατ' ἐπίστασιν προεληλυθέναι.
 [08010]  σέβει μὲν γὰρ τὸν ποιητήν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος [7.11.62.4] αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ.
 [08021]  ἀπροσπαθῆ τὸν γάμον ἀξιῶν εἶναι καὶ ἀπερίσπαστον τῆς πρὸς τὸν κύριον ἀγάπης, ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ [7.11.64.3] γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν.
 [08034]  ἀμεμφῶς τοίνυν ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου, ὅπερ ἂν ὁ θεὸς ἀγωνίσασθαι παράσχῃ, τά τε πρακτέα τά τε ὑπομενετέα γνωρίζει.
 [08047]  σχεδὸν οὖν τῷ γνωστικῷ μετὰ γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αὔξεται, μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.
 [08048]  [7.11.67.4] Ἄφοβον οὖν καὶ ἀδεᾶ καὶ πεποιθότα ἐπὶ κύριον ἡ ἀγάπη ἀλείφουσα καὶ γυμνάσασα κατασκευάζει τὸν ἴδιον ἀθλητήν, ὥσπερ δικαιοσύνη τὸ [7.11.67.5] διὰ παντὸς ἀληθεύειν αὐτῷ τοῦ βίου περιποιεῖ.
 [08137]  [7.12.75.1] Οὗτος ἐργάτης εὔθετος, χαίρων μὲν ἐφ' οἷς ἔγνω, συστελλόμενος δὲ ἐφ' οἷς ἐπεγκυλίεται τῇ τοῦ βίου ἀνάγκῃ, μηδέπω καταξιούμενος τῆς ὧν ἔγνω ἐνεργούσης μεταλήψεως.
 [08153]  κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, [7.12.77.3] χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος.
 [08376]  [7.16.100.1] Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἔταξεν τῷ στρατιώτῃ, οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, <ὃν> [7.16.100.2] ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»