Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γίνεται [188]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γίνεται


000-00-00 Serial Number=0387919962
Eclogae propheticae Ante [Go Back]  
 [00022]  αἱ τοίνυν οὐσίαι ὑλικαί, ἀφ' ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται, ἄβυσσοι εἴρην ται·
 [00050]  ἐπεὶ τὸ βάπτισμα γίνεται δι' ὕδατος καὶ πνεύματος, ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀορά των ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ [8.2] πυρός·
 [00095]  [16.3] οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ' οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ' αὐτοῦ, τὰ δὲ ὑφ' ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι' ἀνθρώπων καὶ ἐπαίδευσεν δι' ἀνθρώπων.
 [00161]  ὁ δὲ ἀθλητής, γνωρίσας τὸ στάδιον τὸ Ὀλυμπιακόν, ἐπαποδύεται τῇ διδασκαλίᾳ καὶ ἀγωνίζεται καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσά [28.3] μενος καὶ καταγωνισάμενος.
000-00-00 Serial Number=0343118191
Excerpta ex Theodoto Ante [Go Back]  
 [00257]  ∆ιὸ καὶ ἥττων γίνεται, ὡς ἂν ἐκ πάθους τῆς ἐπιθυμίας συνεστώς.
 [00302]  Καὶ γίνεται Κεφαλὴ τῶν [3.43.3] ὅλων μετὰ τὸν Πατέρα·
 [00313]  Οὕτως διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἡ Σοφία ἀπαθὴς γίνεται, καὶ τὰ ἔξω κτίζεται·
 [00318]  [3.47.1] Πρῶτος μὲν οὖν ∆ημιουργὸς ὁ Σωτὴρ γίνεται καθολικός·
 [00321]  [3.47.3] Οὗτος ὡς εἰκὼν Πατρὸς πατὴρ γίνεται καὶ προβάλλει πρῶτον τὸν ψυχικὸν Χριστόν, Υἱοῦ εἰκόνα·
 [00451]  ἕκαστον δὲ δι' αὐτῶν γίνεται κατὰ καιρὸν τὸν ἴδιον, τοῦ δυναστεύοντος τὰ κατὰ φύσιν ἀποτελοῦντος, τὸ μὲν ἐν ἀρχῇ, τὸ δὲ ἐπὶ τέλει.
 [00484]  μορφωθὲν δὲ μετετέθη εἰς ἄνδρα καὶ υἱὸς Νυμφίου γίνεται·
 [00485]  οὐκέτι ἀσθενὴς καὶ τοῖς κοσμικοῖς ὑποκείμενος ὁρατοῖς τε καὶ ἀοράτοις, ἀλλ' ἀνδρωθεὶς ἄρρην γίνεται καρπός.
 [00497]  [4.81.3] Καὶ τὸ σωματικὸν πνεῦμα τοῦ αἰσθητοῦ πυρὸς τροφὴ καὶ ὑπέκκαυμα γίνεται, ὀλίγον ὄν·
 [00503]  [4.83.1] Ἐπὶ τὸ βάπτισμα χαίροντας ἔρχεσθαι προσῆκεν ἀλλ' ἐπεὶ πολλάκις συγκαταβαίνει τισὶ καὶ ἀκάθαρτα Πνεύματα, ἅ, παρακολουθοῦντα καὶ τυχόντα μετὰ τοῦ ἀνθρώπου τῆς σφραγῖδος, ἀνίατα τοῦ λοιποῦ γίνεται, ἃ τῇ χαρᾷ συμπλέκεται φόβος, ἵνα τις μόνος καθαρὸς αὐτὸς κατέλθῃ.
 [00507]  Αὐτίκα ὁ Κύριος μετὰ τὸ βάπτισμα σαλεύεται, εἰς ἡμέτερον τύπον, καὶ γίνεται πρῶτον μετὰ θηρίων ἐν τῇ ἐρήμῳ·
000-00-00 Serial Number=0955001533
Fragmenta Ante [Go Back]  
 [00194]  εἰ ἀληθῶς ἄρα κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, κατοικεῖ δὲ ἐπὶ τῆς γῆς, σάρκα περιβαλλόμενος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῆ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένω τε καὶ ἀνιστάντι.
000-00-00 Serial Number=0624417424
Paedagogus Ante [Go Back]  
 [00239]  ἅμα τοίνυν τῷ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου γίνεται τέλειος;
 [00253]  ὡς δὲ ἅμα τῷ κελεῦσαι αὐτὸν πάντα γίνεται, οὕτως ἕπεται τῷ χαρίσασθαι μόνον βουληθῆναι αὐτὸν τὸ πεπληρῶσθαι τὴν χάριν.
 [00400]  Ἐπὰν οὖν κατὰ τοὺς τόκους ἀποκοπὴν λάβῃ τὸ ἀγγεῖον, δι' οὗ πρὸς τὸ ἔμβρυον τὸ αἷμα ἐφέρετο, μύσις μὲν γίνεται τοῦ πόρου, τὴν δὲ ὁρμὴν ἐπὶ τοὺς μαστοὺς τὸ αἷμα λαμβάνει καὶ πολλῆς τῆς ἐπιφορᾶς γενομένης διατείνονται καὶ μεταβάλλει τὸ αἷμα εἰς γάλα, ἀναλόγως τῇ ἐπὶ τῆς [1.6.39.5] ἑλκώσεως εἰς πῦον τοῦ αἵματος μεταβολῇ·
 [00415]  εἷς μὲν ὁ τῶν ὅλων πατήρ, εἷς δὲ καὶ ὁ τῶν ὅλων λόγος, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἓν καὶ τὸ αὐτὸ πανταχοῦ, μία δὲ μόνη γίνεται μήτηρ παρθένος·
 [00445]  Εἰ τοίνυν ἡ μὲν κατεργασία τῆς τροφῆς ἐξαιματοῦται, τὸ δὲ αἷμα ἐκγαλακτοῦται, παρασκευὴ γίνεται τὸ αἷμα τοῦ γάλακτος ὡς σπέρμα ἀνθρώπου καὶ γίγαρτον ἀμπέλου.
 [00477]  Καὶ δὴ καὶ ἡ διαμόρφωσις τοῦ συλληφθέντος τῷ τῆς ἐπὶ μῆνα καθάρσεως ὑπολελειμμένῳ καθαρῷ περιττώματι κιρναμένου τοῦ σπέρματος γίνεται·
 [00495]  Ὡς δ' ἐξ αἵματος γάλα κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφές, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ποιμνίων ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν.
 [00634]  οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι μὴ εἶναι, τὸ δὲ ἔστιν.
 [00716]  Οὗ γὰρ τὸ πρόσωπον κυρίου ἐπιβλέπει, εἰρήνη καὶ ἀγαλλίασις, οὗ δὲ ἀπέστραπται, παρείσδυσις γίνεται [1.8.70.2] πονηρίας.
 [00932]  ∆ιττὸν δὲ τὸ εἶδος τοῦ φόβου, ὧν τὸ μὲν ἕτερον γίνεται μετὰ αἰδοῦς, ᾧ χρῶνται πολῖται μὲν πρὸς ἡγεμόνας ἀγαθοὺς καὶ ἡμεῖς πρὸς τὸν θεόν, καθάπερ οἱ παῖδες οἱ σώφρονες πρὸς τοὺς πατέρας·
 [00934]  τὸ δὲ ἕτερον εἶδος τοῦ φόβου μετὰ μίσους γίνεται, ᾧ δοῦλοι πρὸς δεσπότας κέχρηνται χαλεποὺς καὶ Ἑβραῖοι δεσπότην ποιήσαντες, οὐ [1.9.87.2] πατέρα, τὸν θεόν.
 [00962]  καὶ γὰρ οὖν τοῦ μὲν συμβουλευτικοῦ σχέσις τὸ προτρεπτικὸν καὶ ἀποτρεπτικόν, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ ἐπαινετικόν τε καὶ ψεκτικὸν γίνεται.
 [00963]  Πῶς γὰρ ἔχουσα ἡ διάνοια ἡ συμβουλευτικὴ προτρεπτικὴ γίνεται καὶ πῶς ἔχουσα [1.10.89.3] ἀποτρεπτική.
 [00964]  Ὡσαύτως δὲ καὶ τὸ ἐγκωμιαστικὸν πῶς μὲν ἔχον ψεκτικὸν γίνεται, πῶς δὲ ἔχον ἐπαινετικόν·
 [01076]  [1.13.t.1] Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον.
 [01227]  ἀπρεπὴς γὰρ καὶ ἄσημος ἡ φωνὴ γίνεται, πλήρεσι ταῖς γνάθοις στενοχωρουμένη, καὶ ἡ γλῶσσα τῇ τροφῇ πιεζομένη, τῆς κατὰ φύσιν ἐνεργείας παραποδισθεῖσα τὴν προφορὰν ἐκδίδωσι [2.1.13.2] τεθλιμμένην.
 [01354]  Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [2.2.25.4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν.
 [01513]  ἀτεχνῶς γάρ, ὡς ἐμοὶ δοκεῖ, θέατρον μέθης τὸ τοιοῦτον [2.4.40.3] γίνεται συμπόσιον.
 [01545]  Καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ᾠδαῖς χειλέων, φησίν, ὅτι ἐν προστάγματι αὐτοῦ πᾶσα εὐδοκία γίνεται, καὶ οὐκ ἔστιν ἐλάττωσις εἰς τὸ [2.4.44.3] σωτήριον αὐτοῦ.
 [01957]  καὶ κατὰ τοῦτο εἰκὼν ὁ ἄνθρωπος γίνεται τοῦ θεοῦ, καθὸ εἰς γένεσιν ἀνθρώπου ἄνθρωπος συνεργεῖ.
 [01978]  οὐ μινυρίζει δὲ ἔτι τὸ μέλος τὸ μεμαραμμένον, ἀνθεῖ δὲ ἤδη λιγυρὸν καὶ χεῖται πλατύτερον τὸ φθέγμα αὐτῶν, καὶ ἤδη γίνεται τῆς φωνῆς τῶν ὀρνέων ἔαρ ἡ ᾠδή.
 [02008]  Καὶ οὐχὶ τὸ κένωμα μόνον τῆς ὑστέρας ἱκανὸν αὐτῇ γίνεται συνουσίας ὁρμητήριον·
 [02212]  Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
 [02222]  ἐξίτηλος μὲν γὰρ ἡ γραφὴ τῷ χρόνῳ γίνεται, αἱ δὲ ῥύψεις καὶ αἱ στύψεις τοῖς φαρμακώδεσι τῆς βαφῆς χυμοῖς ἐκτήκουσαι τὰ ἔρια τῶν ἀμπεχονῶν τὰς ὑφάνσεις ἀσθενεῖς ἀποτελοῦσι, τὸ δὲ οὐδ' εἰς [2.10βις.111.2] οἰκονομίαν εὔθετον.
 [02283]  γίνεται δὲ οὗτος ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, [2.12.118.5] μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.
 [02367]  [2.12.126.3] Τὸ γοῦν ἐκπορνεῦσαν τῆς ἐπιθυμίας εἰς χρυσίον εἴδωλον γίνεται βασανιζόμενον πυρί, ᾧ μόνῳ τηρεῖται τρυφὴ καθάπερ εἴδωλον, οὐκ ἀλήθεια.
 [02413]  θεὸς δὲ ἐκεῖνος ὁ ἄνθρωπος [3.1.2.1] γίνεται, ὅτι βούλεται ὁ θεός.
 [02654]  κάμνων δὲ ἄρα λιμῷ αἰτεῖ τὸν ἵππον τροφάς, ὃ δὲ ὑπέχει τὰς φλέβας, καὶ ὃ κέκτηται μόνον, τῷ κυρίῳ τὸ αἷμα χορηγεῖ, καὶ τῷ νομάδι ὁ ἵππος ὄχημα γίνεται καὶ τροφή.
 [02718]  ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν, ὥσπερ [3.5.32.3] ἀποκλυζομένης τῆς αἰδοῦς αὐτοῖς κατὰ τὰ λουτρά.
 [02762]  Εἰ μηδὲν ἀρνεῖται ὁ θεός, τὰ πάντα τοῦ θεοσεβοῦς γίνεται.
 [02764]  Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται·
 [02873]  Τὸ δὲ τοῦ σώματος τὸ σαρκικὸν καὶ διὰ μόνου ὕδατος ἀποπληροῦται, καθάπερ ἐν ἀγροῖς γίνεται πολλάκις, ὅπου βαλανεῖον οὐκ ἔστιν.
 [03052]  Τὸ δὲ μὴ ἐπαγανακτεῖν τοῖς ἀκολασταίνουσιν σαφὲς γίνεται τεκμήριον γνώμης εἰς τὸ ὅμοιον ἐκτρεπομένης.
 [03241]  Κτῆσις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται.
000-00-00 Serial Number=0288471997
Protrepticus Ante [Go Back]  
 [00037]  ἀλλὰ καὶ τούτων εἴ τις τῶν ὄφεων μετανοήσαι ἑκών, ἑπόμενος δὴ τῷ λόγῳ ἄνθρωπος γίνεται θεοῦ.
 [00094]  Ἦ γὰρ οὐχὶ καὶ Ἰωάννης ἐπὶ σωτηρίαν παρακαλεῖ καὶ τὸ πᾶν γίνεται φωνὴ προτρεπτική;
 [00150]  Ἡ μὲν οὖν ἀφρογενής τε καὶ κυπρογενής, ἡ Κινύρᾳ φίλη (τὴν Ἀφροδίτην λέγω, τὴν φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη, μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων), ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος [Ἀφροδίτη] γίνεται καρπός, ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται·
 [00477]  [3.42.9] Οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος, οὐδ' εἰ Ἀρτέμιδί τις καὶ ∆ιὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν, ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, [ἱερὸν] ἱερεῖον ἐπιφη μίσας, ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία.
 [00661]  Προῆλθεν ἡ τέχνη, περιβέβληται τὸ σχῆμα ἡ ὕλη, καὶ τὸ πλούσιον τῆς οὐσίας πρὸς μὲν τὸ κέρδος ἀγώγιμον, μόνῳ δὲ τῷ σχήματι γίνεται σεβάσμιον.
 [00733]  ἐντεῦθεν ὥσπερ ἐξ ἱεροῦ τινος ἀσύλου οὐδενὶ οὐκέτι ἀγώγιμος τῶν δαιμόνων ὁ ἄνθρωπος γίνεται σπεύδων εἰς σωτηρίαν.
 [01016]  Ταύτῃ καὶ ὁ ἀπόστολος τοῦ κυρίου παρακαλῶν τοὺς Μακεδόνας ἑρμηνεὺς γίνεται τῆς θείας φωνῆς, ὁ κύριος ἤγγικεν λέγων, εὐλαβεῖσθε μὴ καταληφθῶμεν κενοί.
 [01029]  Ἡ δὲ ἐκ πολλῶν ἕνωσις ἐκ πολυφωνίας καὶ διασπορᾶς ἁρμονίαν λαβοῦσα θεϊκὴν μία γίνεται συμφωνία, ἑνὶ χορηγῷ καὶ διδασκάλῳ τῷ λόγῳ ἑπομένη, ἐπ' αὐτὴν τὴν ἀλήθειαν ἀναπαυομένη, Ἀββᾶ λέγουσα ὁ πατήρ·
 [01391]  Εἰ δὲ κοινὰ τὰ φίλων, θεοφιλὴς δὲ ὁ ἄνθρωπος (καὶ γὰρ οὖν φίλος τῷ θεῷ, μεσιτεύοντος τοῦ λόγου), γίνεται δὴ οὖν τὰ πάντα τοῦ ἀνθρώπου, ὅτι τὰ πάντα τοῦ θεοῦ, καὶ κοινὰ ἀμφοῖν τοῖν φίλοιν τὰ [12.122.4] πάντα, τοῦ θεοῦ καὶ ἀνθρώπου.
000-00-00 Serial Number=0716901541
Quis dives salvetur Ante [Go Back]  
 [00015]  οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκ δύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε [2.3] ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται.
 [00146]  ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς, πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρ χοντα πρότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα [15.2] γίνεται;
 [00160]  ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ ἀκάθαρτον ψυχὴν θεοῦ χάρις οὐ παραδύεται·
 [00370]  ὁ δὲ φίλος οὐκ ἐκ μιᾶς δόσεως γίνεται, ἀλλ' ἐξ ὅλης ἀναπαύσεως καὶ συνουσίας μακρᾶς·
000-00-00 Serial Number=0857333124
Stromata Ante [Go Back]  
 [00216]  [1.5.28.1] Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι' ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ [1.5.28.2] καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα.
 [00343]  εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ [1.8.40.2] διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας.
 [00391]  οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστὶ καὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται;
 [00564]  Κράτητος δὲ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς Στωϊκῆς ἄρξας αἱρέσεως γίνεται μαθητής.
 [00567]  Παρμενίδης τοίνυν Ξενοφάνους ἀκουστὴς γίνεται, τούτου [1.14.64.4] δὲ Ζήνων, εἶτα Λεύκιππος, εἶτα ∆ημόκριτος.
 [00692]  οὗτος μετὰ ∆αναὸν γίνεται ἑνδεκάτῃ ἄνωθεν ἀπὸ Ἰνάχου καὶ Μωσέως γενεᾷ, [1.16.79.6] ὡς ὀλίγον ὑποβάντες δείξομεν.
 [00699]  [1.16.80.5] Ἡ μὲν οὖν Ἑλληνικὴ φιλοσοφία, ὡς μέν τινες, κατὰ περίπτωσιν ἐπήβολος τῆς ἀληθείας ἁμῇ γέ πῃ, ἀμυδρῶς δὲ καὶ οὐ πάσης, γίνεται·
 [00865]  κατὰ σύγχρησιν δὲ τούτων γίνεται τὸ εὐδαιμόνως ζῆν (μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα), ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον [1.20.98.3] τὴν ψυχὴν ἐναρέτως.
 [00927]  [1.21.106.1] Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται, Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου (Ἶσιν δὲ τὴν καὶ Ἰώ φασιν διὰ τοἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην), ταύτην δὲ Ἴστρος ἐν [1.21.106.2] τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί.
 [00929]  [1.21.106.3] Λέων δὲ ὁ τὰ περὶ τῶν κατ' Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων ∆ήμητρα καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται [1.21.106.4] ἑνδεκάτῃ ὕστερον Μωυσέως γενεᾷ.
 [00933]  ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται, Λητὼ γὰρ ἥλκησε, ∆ιὸς κυδρὴν παράκοιτιν, [1.21.107.2] Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ.
 [00961]  καὶ μετὰ τοῦτον ἐξαμαρτὼν πάλιν ὁ λαὸς ὑπὸ ἀλλοφύλοις γίνεται τοῖς Φυλιστιεὶμ ἔτη τεσσαράκοντα.
 [00968]  οὗτος τὸν Σαοὺλ εἰς βασιλέα ἔχρισεν, ὃς πρῶτος ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ μετὰ τοὺς κριτάς, ὧν ὁ πᾶς ἀριθμὸς ἕως τοῦ Σαμουὴλ γίνεται ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά.
 [00996]  ἐπὶ τῆς Γοθολίας ταύτης ἔτι ὁ Ἐλισσαῖος προφητεύει, μεθ' ἣν βασιλεύει, ὡς προεῖπον, Ἰωὰς ὁ περισωθεὶς ὑπὸ Ἰωσαβαίας τῆς Ἰωδαὲ τοῦ ἀρχιερέως γυναικός, καὶ τὰ πάντα γίνεται [1.21.116.3] ἔτη τεσσαράκοντα.
 [00998]  [1.21.117.1] Ἀπὸ δὲ τῶν Τρωϊκῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται ὕστερον τῆς Ἰωνικῆς ἀποικίας·
 [01039]  ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλῶνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη [1.21.122.4] ἑβδομήκοντα) πλὴν ὀλίγων, οἳ εἰς Αἴγυπτον κατέφυγον.
 [01042]  ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται βιβλίον [1.21.123.3] ὡς καὶ τὸ τῶν Μακκαβαϊκῶν.
 [01047]  δι' ὃν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογίων καὶ [1.21.124.3] τὸ σωτήριον ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας.
 [01049]  καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νεʹ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς ∆αβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.
 [01065]  [1.21.127.1] Τοῦ ἑνδεκάτου τοίνυν ἔτους πληρουμένου κατὰ τὴν ἀρχὴν τοῦ ἑπομένου βασιλεύοντος Ἰωακεὶμ ἡ αἰχμαλωσία εἰς Βαβυλῶνα γίνεται ὑπὸ βασιλέως Ναβουχοδονόσορ τῷ ἑβδόμῳ ἔτει βασιλεύοντος αὐτοῦ Ἀσσυρίων, Αἰγυπτίων δὲ Οὐαφρηοῦς βασιλεύοντος τῷ δευτέρῳ ἔτει, Φιλίππου δὲ Ἀθήνησιν ἄρχοντος τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ [1.21.127.2] τεσσαρακοστῆς ὀλυμπιάδος, καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα καταλήξασα εἰς τὸ δεύτερον ἔτος τῆς ∆αρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως, ἐφ' οὗ, ὡς προεῖπον, Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα [1.21.127.3] Ἄγγελος προφητεύουσι, καὶ ἦν ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ.
 [01118]  γίνεται ἡ ἔξοδος κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ' Αἰγύπτου Μωυσέως ἔτεσι [1.21.136.4] πρότερον τριακοσίοις τεσσαράκοντα εʹ.
 [01148]  ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοῦ Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφ' οὗ χρόνου δῆλα γίνεται καὶ τὰ ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη·
 [01179]  γίνεται τὰ πάντα ἀπὸ Αὐγούστου ἕως Κομόδου <τελευτῆς> ἔτη σκβʹ, καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως Κομόδου [1.21.144.4] τελευτῆς ἔτη #22εψπδʹ μῆνες δύο ἡμέραι δώδεκα.
 [01203]  τὰ γὰρ δύο ἔτη προσλαμβάνεται [1.21.146.6] τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζʹ ἡμέραις ηʹ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μῆνες ʹ, ὅ ἐστι τὸ ἥμισυ τῆς [1.21.146.7] ἑβδομάδος, καθὼς εἴρηκε ∆ανιὴλ ὁ προφήτης.
 [01319]  [1.24.163.1] Ἀλλὰ καὶ Θρασυβούλῳ τοὺς ἐκπεσόντας ἀπὸ Φυλῆς καταγαγόντι καὶ βουλομένῳ λαθεῖν στῦλος ὁδηγὸς γίνεται διὰ τῶν ἀτριβῶν ἰόντι.
 [01518]  αὐτίκα ἡ μελέτη [2.2.9.4] τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη.
 [01525]  οὐκέτ' οὖν πίστις γίνεται δι' ἀποδείξεως ὠχυρωμένη.
 [01570]  ἐπειδὴ δὲ ὁρῶμεν <ὅτι> ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον [2.4.16.2] μαθεῖν·
 [01573]  πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ [2.4.16.3] πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται.
 [01946]  μακάριος οὖν ὃς πιστὸς γίνεται, ἀγάπῃ καὶ φόβῳ κεκραμένος·
 [02087]  τὸ δ' [2.15.70.4] αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ.
 [02116]  κοινωνικὸς μὲν γὰρ ἄνθρωπος ὑπὸ δικαιοσύνης γίνεται καὶ μεταδίδωσιν ὧν ἔλαβεν παρὰ τοῦ θεοῦ διά τε φυσικὴν εὔνοιαν καὶ σχέσιν διά τε τὰς [2.16.74.1] ἐντολὰς αἷς πείθεται·
 [02126]  [2.17.76.1] Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφ' ἧς τὸ [2.17.76.1] ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία ἐστὶν εἴκουσα, μεταπτωτικὴ ὑπὸ λόγου, τὸ δὲ μεταπῖπτον ὡς καὶ τὸ συνασκούμενον ἐκ [2.17.76.2] λόγου ἐφ' ἡμῖν.
 [02170]  σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ ** θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθ' ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν [2.18.81.1] ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.
 [02258]  εἰ γὰρ μηδὲν ἀναιτίως γίνεται, γάλα δὲ ἐπομβρεῖται ταῖς τετοκυίαις εἰς διατροφὴν τῶν ἐκγόνων, <ὁ> ἀποσπῶν τῆς τοῦ γάλακτος οἰκονομίας τὸ τεχθὲν [2.18.92.3] ἀτιμάζει τὴν φύσιν.
 [02295]  μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται, ἀποκατασταθεὶς ἐξ οὗ ἦν, καλεῖται δὲ καὶ ἐκ μέρους [2.19.98.3] τὸ πᾶν.
 [02408]  ἐὰν γάρ τινι πεῖσμα δῷς, ὅτι μὴ ἔστιν ἡ ψυχὴ μονομερής, τῇ δὲ τῶν προσαρτημάτων βίᾳ τὰ τῶν χειρόνων γίνεται πάθη, πρόφασιν οὐ τὴν τυχοῦσαν ἕξουσιν οἱ μοχθηροὶ τῶν ἀνθρώπων λέγειν·
 [02507]  γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.
 [02551]  [2.22.131.2] Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου καὶ τὴν ἀπ' αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς [2.22.131.3] μεταποιουμένους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας.
 [02578]  εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχήν·
 [02675]  οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τούτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτήν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικί·
 [02729]  ἥλιος κοινὰς τροφὰς ζῴοις ἅπασιν ἀνατέλλει, δικαιοσύνης τε τῆς κοινῆς ἅπασιν ἐπ' ἴσης δοθείσης, καὶ εἰς τὰ τοιαῦτα βοῶν γένος ὁμοίως γίνεται ὡς αἱ βόες καὶ συῶν ὡς οἱ σύες καὶ προβάτων ὡς τὰ [3.2.6.4] πρόβατα καὶ τὰ λοιπὰ πάντα·
 [02832]  παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς [3.3.20.1] ζῴοις ἐναπεργάζεται.
 [02869]  γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν [3.4.25.3] ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος.
 [02956]  [3.4.37.5] πῶς δὲ οὐκ αἰσθάνεσθε μείζονα ποιοῦντες ὃν ὡς ἀσθενῆ νομίζετε, εἴπερ ὃ βούλεται, τοῦτο γίνεται, ἀλλ' οὐχὶ ἐκεῖνο ὅπερ ἠθέλησεν ὁ ἀγαθός;
 [03131]  ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεται·
 [03139]  κτῆσις γὰρ ἐπισπευδομένη μετὰ ἀνομίας ἐλάττων γίνεται.
 [03219]  αὐτίκα ἣ προκατάρξασα τῆς παραβάσεως ζωὴ προσηγορεύθη, διὰ τὴν τῆς διαδοχῆς αἰτίαν τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται ὁμοίως δικαίων ὡς καὶ ἀδίκων μήτηρ, ἑκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἢ ἔμπαλιν [3.9.65.2] ἀπειθῆ κατασκευάζοντος.
 [03323]  πρόφασις γάρ, ὡς ἔοικεν, τῷ κατὰ γάμον τελείῳ ἡ τῆς συζυγίας οἰκειότης γίνεται τὴν [3.12.79.6] πρόνοιαν πάντων ἀναδεδεγμένῳ κατὰ τὸν οἶκον τὸν κοινόν·
 [03509]  δένδρον γὰρ ζωῆς, φησὶν ὁ προφήτης, ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται, διδάσκων ἐπιθυμίας [3.17.104.1] ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ.
 [03683]  τούτων οὖν ἀνθεκτέον οὐ δι' αὐτά, ἀλλὰ διὰ τὸ σῶμα, ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, [4.5.22.2] ἐφ' ἣν ἡ ἀναφορά.
 [03687]  ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀλγηδόνων ὁ αὐτὸς λόγος, ὧν τὰς μὲν ὑπομένομεν, τὰς δὲ φεύγομεν, ἡ δὲ αἵρεσις καὶ φυγὴ κατ' [4.5.22.5] ἐπιστήμην γίνεται·
 [03690]  εἰ δὲ κατὰ μὲν δίψαν ἡ ἀλγηδὼν νοεῖται, κατὰ τὴν πόσιν δὲ ἡ ἡδονή, ποιητικὴ τῆς ἡδονῆς ἡ ἀλγηδὼν ἡ προϋπάρξασα γίνεται·
 [03813]  ὅταν τοίνυν ἐνδιατρίψῃ τῇ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἕξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν.
 [04053]  ἡ μὲν οὖν ἐν φωνῇ ὁμολογία καὶ ἐπὶ τῶν ἐξουσιῶν γίνεται, ἣν μόνην, φησίν, ὁμολογίαν ἡγοῦνται εἶναι οἱ πολλοὶ οὐχ ὑγιῶς, δύνανται δὲ ταύτην τὴν ὁμολογίαν καὶ [4.9.71.3] οἱ ὑποκριταὶ ὁμολογεῖν.
 [04143]  εἰ δὲ τὸν ἁμαρτητικὸν οὐκ εἴασεν ἡ πρόνοια ἐπὶ τὸ ἁμαρτεῖν ἐλθεῖν, ἄδικος γίνεται κατ' ἄμφω, καὶ τὸν διὰ δικαιοσύνην εἰς κόλασιν ἑλκόμενον μὴ ῥυομένη, καὶ τὸν ἀδικεῖν ἐθελήσαντα ῥυσαμένη, τοῦ μὲν ποιήσαντος δι' ὧν ἐβουλήθη, τῆς δὲ κωλυσάσης τὸ ἔργον καὶ μὴ δικαίως περιεπούσης [4.12.85.1] τὸν ἁμαρτητικόν.
 [04162]  εἰ τοίνυν ἀπολογούμενός τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα αὐτοῦ, [4.12.88.2] εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσις·
 [04333]  [7] [4.17.107.6] καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον [4.17.107.7] τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν.
 [04558]  αὕτη δὲ νοῦ σχέσις ὡς νοῦ, ἡ δὲ ποικίλη διάθεσις γίνεται τῇ [4.22.140.1] πρὸς τὰ ὑλικὰ προσπαθείᾳ.
 [04576]  καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τε καὶ ἡγνίσθαι, ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ ἡ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν καὶ ἡ ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως·
 [04611]  οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν, διὰ δὲ τὴν ἐπαγγελίαν αἱροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι [4.23.148.1] ἡδονῆς ᾑρημένοι, οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ' ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ [4.23.148.2] τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν·
 [04613]  καλὴ γὰρ ἡ κτι σθεῖσα δὴ οἰκονομία καὶ πάντα εὖ διοικεῖται, οὐδὲν ἀναιτίως γίνεται, ἐν τοῖς σοῖς εἶναί με δεῖ, παντοκράτορ·
 [04644]  καθόλου γὰρ τὸ παθητικὸν * * παντὶ γένει ἐπιθυμίας, εἰς δὲ τὴν ἀπάθειαν θεούμενος ἄνθρωπος ἀχράντως μοναδικὸς γίνεται.
 [04676]  καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἕν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ' ὡς πάντα ἕν.
 [04679]  [4.25.157.1] διὰ τοῦτο ἄλφα καὶ ὦ ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν [4.25.157.2] λαβών.
 [04721]  ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ [4.26.163.3] σωτῆρος καταρτισμῷ τελειούμενον.
 [05358]  ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ [5.10.62.1] τῶν τοῦ σώματος ἀγαθῶν.
 [05776]  τάχα μὲν οὖν τὴν ἀνάστασιν, τάχα δὲ ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνά ληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίγνεσθαι [5.14.103.5] κάθοδον.
 [05784]  ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ [5.14.104.5] ἐμπεριεχόμενα.
 [06043]  καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ.
 [06255]  νικᾷ δὲ χρεία μ' ἡ κακῶς τε ὀλουμένη γαστήρ, ἀφ' ἧς δὴ πάντα γίνεται κακά.
 [06308]  ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
 [06372]  οὕτω γίνεται ἐκ τούτων ἔρως.
 [06759]  γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ [6.8.70.4] τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται.
 [06766]  κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
 [06775]  εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ' ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν [6.9.73.3] ὀρεγόμενος;
 [06851]  ἔστι δὲ ὁ ἀριθμὸς ἀπὸ μονάδος κατὰ σύνθεσιν πεντεκαιδέκατος, σελήνη [6.11.85.1] δὲ πεντεκαιδεκάτῃ πλησιφαὴς γίνεται.
 [06874]  ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν ∆ώριον ὑμνοῦντι τὸν ∆ία ὧδέ πως·
 [06952]  [6.12.98.1] Μὴ τοίνυν λεγόντων ὡς ὁ ἀδικῶν καὶ ἁμαρτάνων κατ' ἐνέργειαν δαιμόνων πλημμελεῖ, ἐπεὶ κἂν ἀθῷος γένοιτο, τὰ δὲ αὐτὰ τοῖς δαιμονίοις κατὰ τὸ ἁμαρτάνειν αἱρούμενος, ἀνέδραστος καὶ κοῦφος καὶ εὐμετάβολος ἐν ἐπιθυμίαις, ὡς δαίμων, γίνεται ἄνθρωπος δαιμονικός.
 [06960]  καὶ ἡ κόλασις τῷ μὲν κολαζομένῳ διορθώσεως αἰτία, τοῖς δὲ διορᾶν πόρρωθεν δυναμένοις παράδειγμα γίνεται, δι' οὗ τὸ συνεμπίπτειν [6.12.99.3] τοῖς ὁμοίοις ἀνακόπτουσιν.
 [07065]  καθ' ὁμοίωσιν οὖν τοῦ θεοῦ ὁ εἰς υἱοθεσίαν καὶ φιλίαν τοῦ θεοῦ καταταγεὶς κατὰ τὴν συγκληρονομίαν τῶν κυρίων καὶ θεῶν γίνεται, ἐάν, καθὼς αὐτὸς ἐδίδαξεν ὁ κύριος, κατὰ τὸ εὐαγγέλιον τελειωθῇ.
 [07088]  οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ <ἐγ>καταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην [6.15.118.2] τροφὴν καὶ καλλιέλαιος γίνεται.
 [07242]  [6.16.139.4] δὶς γὰρ τὰ τρία γίνεται ὁ ἕξ.
 [07245]  οὔτε γὰρ ἔκ τινος ἀριθμοῦ ἐπί τινα λαμβάνουσι γίνεται ὁ ἑπτὰ οὔτε ἐπί τινα [6.16.140.2] ληφθεὶς ἀποτελεῖ τῶν ἐντὸς τῆς δεκάδος ἕτερον.
 [07246]  τήν τε ὀγδοάδα κύβον καλοῦσι, μετὰ τῶν ἑπτὰ πλανωμένων τὴν ἀπλανῆ συγκαταριθμοῦντες σφαῖραν, δι' ὧν ὁ μέγας ἐνιαυτὸς γίνεται οἷον περίοδός [6.16.140.3] τις τῆς τῶν ἐπηγγελμένων ἀνταποδόσεως.
 [07247]  ταύτῃ τοι ὁ κύριος τέταρτος ἀναβὰς εἰς τὸ ὄρος ἕκτος γίνεται καὶ φωτὶ περιλάμπεται πνευματικῷ, τὴν δύναμιν τὴν ἀπ' αὐτοῦ παραγυμνώσας εἰς ὅσον οἷόν τε ἦν ἰδεῖν τοῖς ὁρᾶν ἐκλεγεῖσι, δι' ἑβδόμης ἀνακηρυσσόμενος τῆς φωνῆς υἱὸς εἶναι θεοῦ, ἵνα δὴ οἳ μὲν ἀναπαύσωνται πεισθέντες περὶ αὐτοῦ, ὃ δέ, διὰ γενέσεως, ἣν ἐδήλωσεν ἡ ἑξάς, ἐπίσημος, ὀγδοὰς ὑπάρχων φανῇ, θεὸς ἐν σαρκίῳ τὴν δύναμιν ἐνδεικνύμενος, [6.16.140.4] ἀριθμούμενος μὲν ὡς ἄνθρωπος, κρυπτόμενος δὲ ὃς ἦν·
 [07249]  ἐνταῦθα κατὰ μὲν τοὺς ἀριθμοὺς αὐτοὺς σῴζεται τῇ τάξει ἑκάστη μονὰς εἰς ἑβδομάδα τε καὶ ὀγδοάδα, κατὰ δὲ τὸν τῶν στοιχείων ἀριθμὸν ἕκτον γίνεται [6.16.141.2] τὸ ζῆτα, καὶ ἕβδομον τὸ ˉη.
 [07250]  εἰσκλαπέντος δ' οὐκ οἶδ' ὅπως τοῦ ἐπισήμου εἰς τὴν γραφήν, ἐὰν οὕτως ἑπώμεθα, ἕκτη μὲν γίνεται[6.16.141.3] ἑβδομάς, ἑβδόμη δὲ ἡ ὀγδοάς·
 [07268]  κατὰ μὲν οὖν τὴν πρώτην ἑβδομάδα διχότομος γίνεται, κατὰ δὲ τὴν δευτέραν πανσέληνος, τρίτῃ δὲ ἀπὸ τῆς ἀποκρούσεως αὖθις διχότομος, [6.16.143.3] καὶ τετάρτῃ ἀφανίζεται.
 [07270]  γίνεται γὰρ ἐξ ἀφεγγοῦς μηνοειδής, εἶτα διχότομος, εἶτα ἀμφίκυρτος πανσέληνός τε καὶ κατὰ ἀπόκρουσιν πάλιν ἀμφίκυρτος διχότομός τε ὁμοίως καὶ μηνοειδής.
 [07358]  ἔπειτα, ὡς ἐνεδέχετο φύσεως ἔχειν ἕκαστον, ἐγένετό [6.17.153.1] τε καὶ γίνεται προκόπτον εἰς τὸ αὑτοῦ ἄμεινον.
 [07378]  καὶ ὅπερ ἐπὶ τῶν θεάτρων γίνεται καὶ ἐπὶ τῶν ἑκάστου μερῶν κατὰ τὴν ἐνόρασίν τε καὶ περιόρασιν [6.17.156.7] καὶ συνόρασιν, τοῦτο ἐπὶ τοῦ θεοῦ γίνεται.
 [07384]  διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν μέν ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ' ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις, ὧν χάριν αὐτὰ ἐποίησεν ὁ θεός·
 [07439]  ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, [6.18.164.1] ἄλλων δὲ ἄλλον τρόπον κτήματα.
 [07688]  ἐπεὶ τὸ γινόμενον ταὐτὸν καὶ ὅμοιον τῷ ἐξ οὗ γίνεται, ὡς τὸ ἐξ ἐλέφαντος ἐλεφάντινον καὶ [7.5.28.4] τὸ ἐκ χρυσοῦ χρυσοῦν·
 [07689]  τὰ δὲ πρὸς ἀνθρώπων βαναύσων κατασκευαζόμενα ἀγάλματά τε καὶ ἱερὰ ἐκ τῆς ὕλης τῆς ἀργῆς γίνεται, ὥστε καὶ αὐτὰ ἂν εἴη ἀργὰ καὶ ὑλικὰ καὶ βέβηλα.
 [07803]  τὸ δὲ εὔχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίνεται εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ [7.7.38.4] τὰ παρακείμενα ὠφελήματα τῇ κτήσει.
 [07820]  ἀντιρρήσεως δ' ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν [7.7.41.4] ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι.
 [07829]  ἀλλ' εἰ ἀφορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχή, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν.
 [07872]  [7.7.47.1] Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δι' εὐλαβείας <δι' εὐλογιστίας> ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ [7.7.47.2] εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται.
 [07883]  οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου·
 [07924]  καίτοι τὸ ἀληθεύειν κατὰ τὸν ὅρκον μετὰ συμφωνίας τῆς κατὰ τὸ ἀληθὲς γίνεται·
 [07931]  καὶ ταύτῃ οὐ ψεύδεται οὐδὲ παρὰ τὰς συνθήκας τι ποιεῖ, ταύτῃ δὲ οὐδὲ ὄμνυσιν ὅρκον ἀπαιτηθεὶς οὐδὲ ἔξαρνός ποτε γίνεται, ἵνα μὴ ψεύσηται, κἂν ἐναποθνήσκῃ ταῖς βασάνοις.
 [07960]  γίνεται δὲ τοῦτο, ὁπόταν τις κρεμασθῇ τοῦ κυρίου διά τε πίστεως διά τε γνώσεως διά τε ἀγάπης καὶ συναναβῇ αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως [7.10.56.2] ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρός·
 [07996]  ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασθαι λαβεῖν τὴν γνῶσιν κομίζων οἴκοθεν, πρόθυμος μαθητὴς τοῦ κυρίου γίνεται, εὐθέως δὲ ἀκούσας [7.11.60.2] θεόν τε καὶ πρόνοιαν ἐπίστευσεν ἐξ ὧν ἐθαύμασεν.
 [08027]  [7.11.64.7] τοῦτο τὸ κάλλος τῆς ψυχῆς νεὼς γίνεται τοῦ ἁγίου πνεύματος ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται [7.11.65.1] τὸν βίον.
 [08081]  οὔποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακόν·
 [08093]  ἀρέσκων δέ τις τῷ θεῷ τοῖς σπουδαίοις τῶν ἀνθρώπων [7.12.71.5] εὐάρεστος κατ' ἐπακολούθημα γίνεται.
 [08119]  ὅθεν οὐ διὰ τὸν αἰτήσαντα ἡ δόσις γίνεται, ἀλλ' ἡ οἰκονομία τὸν σῴζεσθαι δι' αὐτοῦ μέλλοντα προορωμένη δικαίαν πάλιν ποιεῖται τὴν δωρεάν.
 [08169]  ὃ δὲ καὶ μετ' ἀγγέλων εὔχεται, ὡς ἂν ἤδη καὶ ἰσάγγελος, οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται·
 [08188]  αὔξων οὖν τὰ παρ' αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς [7.12.80.3] τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται.
 [08274]  ὁ ταύτῃ κολλώμενος τῇ πόρνῃ, τῇ παρὰ τὴν διαθήκην ἐνεργείᾳ, ἄλλο σῶμα γίνεται οὐχ ἅγιον, εἰς [7.14.88.3] σάρκα μίαν καὶ βίον ἐθνικὸν καὶ ἄλλην ἐλπίδα·
 [08486]  τοῖς οὕτως, οἶμαι, κρούουσιν ἀνοίγνυται τὸ ζητούμενον καὶ τοῖς οὕτως αἰτοῦσιν τὰς πεύσεις κατὰ τὰς γραφὰς ἐφ' ὃ βαίνουσιν ἐκ τοῦ θεοῦ γίνεται, ἡ δόσις τῆς θεοδωρήτου γνώσεως καταληπτικῶς διὰ τῆς [8.1.2.2] λογικῆς ὄντως ἐκλαμπούσης ζητήσεως.
 [08572]  ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος, οὐ μενούσης ἔτι τῆς περὶ [8.4.11.3] τοὔνομα ἀπάτης·
 [08613]  ἑαυτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται κυρωτική.
 [08629]  [8.6.17.5] πάλιν τὸ κεφαλαιωθὲν ἐκ τῆς διαιρέσεως ὅρος γίνεται·
 [08668]  γίνεται δὲ τοῦτο διὰ συντομίαν.
 [08728]  πολλὰ γοῦν ἐφ' ἓν ἀποτέλεσμα συντρέχει, δι' ἃ γίνεται τὸ τέλος, ἀλλ' οὐκ ἔστι πάντα αἴτια.
 [08772]  [8.9.31.1] Ἔτι ζητεῖται εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται <αἴτια> πολλά.
 [08775]  ἄλλοι δέ φασιν, εἰ πολλὰ [8.9.31.2] αἴτια, κατ' ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται.
 [08778]  καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον [8.9.31.4] γίνεται τοῦ εὐδαιμονεῖν.
 [08779]  τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ' εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατ' εἶδος [8.9.31.5] δὲ τοῦ πυρετοῦ.
 [08783]  [8.9.32.1] Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα [8.9.32.2] τοῦ πάσχοντος.
 [08796]  εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται, εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι' αὐτοῦ [8.9.33.5] γινομένου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»