Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γῆ [54]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γῆ


000-00-00 Serial Number=0643524945
Eclogae propheticae Ante [Go Back]  
 [00027]  βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι [3.3] ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.
 [00160]  ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ' ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως [28.2] τῶν πραγμάτων·
000-00-00 Serial Number=0163461447
Fragmenta Ante [Go Back]  
 [00195]  γῆ γὰρ οἱ δίκαιοι, τὴν γῆν ἔτι περικείμενοι καὶ γῆ ὡς πρὸς τὸ μέγεθος παραβαλλό μενοι τοῦ κυρίου.
 [00280]  τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται·
000-00-00 Serial Number=0982497156
Paedagogus Ante [Go Back]  
 [00804]  ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν·
 [00818]  ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλείω ἡ γῆ·
 [01855]  τὸ ἄνθος τοῦτο γῆ βαστάζειν οὐ κεχώρηκεν·
 [01958]  [2.10.83.3] Οὐ πᾶσα οὖν γῆ εὔθετος εἰς σπερμάτων ὑποδοχήν, εἰ δὲ καὶ πᾶσα, ἀλλ' οὐχὶ τῷ αὐτῷ γεωργῷ·
 [02632]  Οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν, καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.
 [02634]  πᾶσα ἤδη πεπλήρωται γῆ καὶ πορνείας καὶ ἀνομίας.
 [03338]  γῆ δὲ καὶ πεπήχθω καὶ φερέσθω, ὅταν ἐγὼ θέλω.
000-00-00 Serial Number=0326354384
Protrepticus Ante [Go Back]  
 [00655]  Οὐχὶ γῆ τε καὶ ἐκ γῆς;
 [00662]  [4.56.6] Χρυσός ἐστι τὸ ἄγαλμά σου, ξύλον ἐστίν, λίθος ἐστίν, γῆ ἐστιν, ἐὰν ἄνωθεν νοήσῃς, μορφὴν παρὰ τοῦ τεχνίτου προσλαβοῦσα.
 [00893]  Οὗτος, φησίν, ἐστὶν ὁ θεός, οὗ θρόνος μέν ἐστιν ὁ οὐρανός, ὑποπό διον δὲ ἡ γῆ, ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος σε λήψε [8.78.3] ται.
 [00897]  ἡ γῆ, φησί, παλαιωθήσεται καὶ ὁ οὐρανὸς παρελεύσεται, τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα.
 [00946]  Ἄκουε πάλιν προφήτου λέγοντος ἐκλείψει μὲν ὁ ἥλιος καὶ ὁ οὐρανὸς σκοτισθήσεται, λάμψει δὲ ὁ παντοκράτωρ εἰς τὸν αἰῶνα, καὶ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ οἱ οὐρανοὶ εἱλιγήσονται ὡς δέρρις ἐκτεινόμενοι καὶ συστελλό μενοι (αὗται γὰρ αἱ προφητικαὶ φωναί) καὶ ἡ γῆ φεύξεται ἀπὸ προσώπου κυρίου.
 [01078]  καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν·
 [01080]  ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ, ἔστι δὲ καὶ σή, ἐὰν [10.94.4] ἀπολάβῃς τὸν θεόν.
 [01177]  Ἡ γῆ δὲ τοῦ κυρίου, φησί, καὶ τὸ πλήρωμα αὐτῆς·
000-00-00 Serial Number=0079389632
Quis dives salvetur Ante [Go Back]  
 [00163]  [17.1] ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο;
000-00-00 Serial Number=0903963089
Stromata Ante [Go Back]  
 [01678]  συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν.
 [01888]  εἴτ' οὖν κόσμου καὶ ἀπάτης εἴτε παθῶν καὶ κακιῶν σύμβολον Αἴγυπτος καὶ ἡ Χανανῖτις γῆ, ὧν μὲν ἀφεκτέον, ὁποῖα δὲ ἐπιτηδευτέον ὡς [2.10.47.2] θεῖα καὶ οὐ κοσμικά, ἐπιδείκνυσιν ἡμῖν τὸ λόγιον.
 [02425]  χρυσοῦ δὲ ἀπὸ γῆς οὐκ αἴρεται βῶλος, ἀλλ' ἀφε ψόμενος διυλίζεται, ἔπειτα καθαρὸς γενόμενος χρυσὸς ἀκούει, γῆ κεκαθαρμένη.
 [03029]  γῆ δὲ καὶ σποδὸς τὸ σῶμα ἄνευ πνεύματος.
 [03382]  καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν, φησὶν ὁ προφήτης, [3.12.86.3] τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζων.
 [03939]  ὅτι μὲν γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ὡμολόγηται, ἀλλ' ἡ [4.7.54.4] συνείδησις τοῦ ἀσθενοῦντος ὑποφέρεται.
 [04236]  ἀλλὰ τοῦ κυρίου ἡ γῆ καὶ [4.15.98.2] τὸ πλήρωμα αὐτῆς.
 [04312]  ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.
 [04756]  ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ' ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη [4.26.168.3] πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός.
 [04758]  γῆ γῆ, ἄκουε λόγον κυρίου·
 [04761]  ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων [4.26.169.2] θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι·
 [05208]  Λίξ τέ ἐστιν ἡ γῆ κατὰ ἀρχαίαν ἐπωνυμίαν καὶ Τετρὰξ ὁ ἐνιαυτὸς διὰ τὰς ὥρας, [5.8.45.3] ∆αμναμενεὺς δὲ ὁ ἥλιος ὁ δαμάζων, τὰ Αἴσιά τε ἡ ἀληθὴς φωνή.
 [05209]  σημαίνει δ' ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἷον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν.
 [05234]  [5.8.47.6] [20χθὼν] δὲ ἡ γῆ εἰς μέγεθος κεχυμένη.
 [05374]  ἄνθρωπος γὰρ γῆ ἐστι [5.10.63.5] πάσχουσα·
 [05631]  ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται.
 [05671]  ἡ δὲ γῆ ἦν [5.14.94.1] ἀόρατος.
 [05783]  πυρὸς τροπαὶ πρῶτον θάλασσα, [5.14.104.4] θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ, δυνάμει γὰρ λέγει, ὅτι πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι' ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν·
 [05784]  ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ [5.14.104.5] ἐμπεριεχόμενα.
 [05786]  θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ.
 [05876]  Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ' οὐρανός·
 [05944]  εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα·
 [05957]  ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδ' ἀὴρ ἔτι πτερωτὰ φῦλα βαστάσει πυρουμένη, κἄπειτα σώσει πάντα ἃ πρόσθεν ἀπώλεσεν.
 [05968]  [5.14.124.1] εἶτα οἷον <παραφράζων> τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει·
 [06047]  [5.14.131.4] ἆρ' οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;
 [06309]  [6.2.17.3] Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ·
 [06658]  ἡ φιλαυτία δὲ καὶ ἡ οἴησις αὐτῷ γῆ ἐστι καὶ πλάνη.
 [06869]  συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῷ τῶν μηνῶν τῶν ιβʹ, καθ' οὓς τὰ πάντα φύει τε καὶ τελεσφορεῖ ἡ γῆ ταῖς [6.11.87.4] τέσσαρσιν ὥραις οἰκειουμένη.
 [06880]  τῷ δ' ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὄντων (τοῦ κυρίου δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς) οὐκ ἀφεκτέον τῆς φιλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ' ὡς [6.11.89.3] ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον.
 [07412]  τοῦ θεοῦ δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς θεόθεν ἥκειν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις διδάσκουσα εἴρηκεν ἡ γραφή, δυνάμει θείᾳ καὶ ἰσχύι τῆς διαδόσεως καθηκούσης εἰς ἀνθρωπίνην [6.17.160.4] βοήθειαν.
 [08742]  αὑτὴν δὲ οὐκ ἂν ποιοίη ἡ γῆ, [8.9.28.6] ὥστε οὐδὲ αἰτία ἂν εἴη ἑαυτῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»