Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γενναῖος [13]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γενναῖος


000-00-00 Serial Number=0612981737
Stromata Ante [Go Back]  
 [00343]  εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ [1.8.40.2] διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας.
 [02354]  ταύτην κτήσεται τὴν ὑπομονὴν ὁ γνωστικὸς ᾗ γνωστικός, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος [2.20.104.1] Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους, καὶ ἡ πίστις αὐτὸν ἀποκαταστήσει Νινευίταις προφητεύοντα·
 [02441]  οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός [2.20.117.6] (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ [2.20.118.1] κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι' αὐτῆς ἐν αὐτῇ.
 [02446]  ἀλλ' ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τάς τε ἡδονὰς τάς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς [2.20.118.5] τῆς σαρκὸς ὁρμάς τε καὶ ἐπιθέσεις.
 [02648]  ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἄρχουσιν·
 [03110]  ἴσμεν γὰρ καὶ ὅσα περὶ διακόνων γυναικῶν ἐν τῇ ἑτέρᾳ πρὸς Τιμόθεον ἐπιστολῇ ὁ γενναῖος διατάσσεται Παῦλος.
 [03180]  αὐτὸς γὰρ ὁ γενναῖος ἀπόστολος τῇ προειρημένῃ λέξει ἐπιφέρων ἀπολύσεται τὸ ἔγκλημα·
 [03437]  ἡγεῖται δὲ ὁ γενναῖος οὗτος Πλατωνικώτερον θείαν οὖσαν τὴν ψυχὴν ἄνωθεν ἐπιθυμίᾳ θηλυνθεῖσαν δεῦρο ἥκειν εἰς γένεσιν καὶ φθοράν.
 [04993]  ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ θεός, ὁ γενναῖος κέκραγεν ἀπόστολος.
 [05030]  καὶ ὁ γενναῖος ἀπόστολος τὰ ὅμοια ὧδέ πως λέγει·
 [05528]  ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται ὢ βάθος πλούτου καὶ σοφίας [5.12.80.3] καὶ γνώσεως θεοῦ ὁ γενναῖος ἀπόστολος.
 [07306]  διόπερ καὶ ὁ γενναῖος ἀπόστολος ἕν τι τῶν τῆς πορνείας εἰδῶν τὴν εἰδωλολατρείαν καλεῖ ἀκολούθως τῷ προφήτῃ λέγοντι·
 [07937]  αὐτίκα Τιμόθεον ὁ γενναῖος περιέτεμεν ἀπόστολος, κεκραγὼς καὶ γράφων περιτομὴν τὴν χειροποίητον οὐδὲν ὠφελεῖν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»