Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γνῶσις [112]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γνῶσις


000-00-00 Serial Number=0947775126
Eclogae propheticae Ante [Go Back]  
 [00082]  τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρ τήματα, τροφὴ δὲ θεϊκὴ πίστις, ἐλπίς, ἀγάπη, ὑπομονή, γνῶσις, [14.4] εἰρήνη, σωφροσύνη.
 [00162]  ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς.
 [00174]  [οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον, οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πρα γμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.
 [00179]  ὡς γὰρ ἡδονὴ τὴν τῆς ἀλγη δόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν [35.3] ὑπεξαίρεσιν.
000-00-00 Serial Number=0618325651
Excerpta ex Theodoto Ante [Go Back]  
 [00051]  [1.7.2] Τὸ δὲ τῆς ἀγάπης Πνεῦμα κέκραται τῷ τῆς γνώσεως, ὡς Πατὴρ Υἱῷ καὶ Ἐνθύμησις Ἀληθείᾳ, ἀπ' Ἀληθείας προελθὸν ὡς ἀπὸ Ἐνθυμήσεως ἡ γνῶσις.
 [00479]  Ἔστιν δὲ οὐ τὸ λουτρὸν μόνον τὸ ἐλευθεροῦν, ἀλλὰ καὶ ἡ γνῶσις, τίνες ἦμεν, τί γεγόναμεν·
000-00-00 Serial Number=0952560306
Paedagogus Ante [Go Back]  
 [00015]  Ἴσον δ' οὐκ ἔστιν ὑγίεια καὶ γνῶσις, ἀλλ' ἣ μὲν μαθήσει, ἣ δὲ ἰάσει [1.1.3.2] περιγίνεται.
 [00079]  Μία ἐκκλησία, μία σωφροσύνη, αἰδὼς μία, ἡ τροφὴ κοινή, γάμος συζύγιος, ἀναπνοή, ὄψις, ἀκοή, γνῶσις, ἐλπίς, ὑπακοή, ἀγάπη, ὅμοια πάντα·
 [00291]  Ὥστε ἡ μὲν γνῶσις ἐν τῷ φωτίσματι, τὸ δὲ πέρας τῆς γνώσεως ἡ [1.6.29.4] ἀνάπαυσις, ὃ δὴ ἔσχατον νοεῖται ὀρεκτόν.
 [00300]  Ὅτι δὲ ἡ γνῶσις συνανατέλλει τῷ φωτίσματι περιαστράπτουσα τὸν νοῦν, καὶ εὐθέως ἀκούομεν μαθηταὶ οἱ ἀμαθεῖς, πρότερόν ποτε τῆς μαθήσεως ἐκείνης [1.6.30.2] προσγενομένης·
 [00952]  Αὕτη ἡ ἀντιταλαντεύουσα γνῶσις ἐπ' ἴσης δικαιοσύνης ἀρχαίας σύμβολον.
 [00990]  Φρόνησις γὰρ ἡ γνῶσις διὰ τοῦ αὐτοῦ προφήτου μηνύεται λέγοντος ἄκουε, [1.10.91.4] Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.
000-00-00 Serial Number=0099697649
Protrepticus Ante [Go Back]  
 [00925]  Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ Κύριος δίδωσι σοφίαν [8.80.2] καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.
 [01152]  στρατευόμενόν σε κατείληφεν ἡ γνῶσις·
000-00-00 Serial Number=0646261692
Quis dives salvetur Ante [Go Back]  
 [00026]  ἐλπίς, γνῶσις ἀληθείας, ·····, πραότης, εὐσπλαγχνία, σεμ νότης, ἵν', ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ' ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.
000-00-00 Serial Number=0730141342
Stromata Ante [Go Back]  
 [00019]  εἰ δὲ μὴ πάντων ἡ γνῶσις, ὄνος λύρας, ᾗ φασιν οἱ παροιμιαζόμενοι, τοῖς πολλοῖς τὰ συγγράμματα.
 [00159]  πιστὸς γὰρ εὖ μάλα ὁ μετ' ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων.
 [00162]  ναὶ μὴν καὶ <ἡ> συναφὴ τῶν δογμάτων διὰ τῆς ἀντιπαραθέσεως τὴν ἀλήθειαν μνηστεύεται, δι' ἧς ἐξηκολούθηκεν ἡ γνῶσις, οὐ κατὰ προηγούμενον λόγον τῆς φιλοσοφίας παρεισελθούσης, διὰ δὲ τὸν ἀπὸ τῆς γνώσεως καρπόν.
 [00387]  τίς οὖν ἡ γνῶσις τοῦ ἀποκρίνασθαι;
 [01573]  πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ [2.4.16.3] πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται.
 [01687]  βραδεῖα γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία.
 [01734]  τούτων οὖν, φησί, τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς, συνευφραίνονται αὐτοῖς σοφία, [2.6.31.3] σύνεσις, ἐπιστήμη, γνῶσις.
 [01753]  εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός.
 [01762]  πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρός τινων αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας;
 [01892]  αὕτη ἂν εἴη μόνη ἡ τῆς σοφίας γνῶσις, ἧς οὐδέποτε χωρίζεται ἡ δικαιοπραγία.
 [01893]  [2.11.48.1] Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον·
 [01894]  πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη ἐπιστημονικὴ ἀπόδειξις τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν παραδιδομένων.
 [01896]  πίστεως δ' οὔσης διττῆς, τῆς μὲν ἐπιστημονικῆς, τῆς δὲ δοξαστικῆς, οὐδὲν κωλύει ἀπόδειξιν ὀνομάζειν διττήν, τὴν μὲν ἐπιστημονικήν, τὴν δὲ δοξαστικήν, ἐπεὶ καὶ ἡ γνῶσις καὶ ἡ πρόγνωσις διττὴ λέγεται, ἣ μὲν ἀπηκριβωμένην ἔχουσα τὴν ἑαυτῆς [2.11.48.3] φύσιν, ἣ δὲ ἐλλιπῆ.
 [01906]  ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις [2.11.49.4] ἂν εἴη γνῶσις.
 [01908]  καὶ εἴη ἂν ὀρθῶς ἡμῖν ἀπόδειξις ἡ γνῶσις.
 [01921]  πίστις δὲ καὶ γνῶσις καὶ εἰρήνη ἡ τρυφή, ἧς ὁ παρακούσας ἐκβάλλεται, ὁ δὲ οἰη σίσοφος τὴν ἀρχὴν οὐδὲ ἐπαΐειν βούλεται τῶν θείων ἐντολῶν, ἀλλ' οἷον αὐτομαθὴς ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται, εἰς τὰ θνητά τε καὶ γεννητὰ καταβαίνων ἐκ τῆς τοῦ ἀγεννήτου [2.11.51.6] γνώσεως, ἄλλοτε ἀλλοῖα δοξάζων.
 [01928]  ἡ πίστις οὖν ἥ τε γνῶσις τῆς ἀληθείας αἰεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν [2.11.52.4] κατασκευάζουσι τὴν ἑλομένην αὐτὰς ψυχήν.
 [01930]  καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τῦφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδὴς γνῶσις, ἡ τε ὁμωνύμως καλουμένη, περὶ ἧς ὁ ἀπόστολος γράφων ὦ Τιμόθεε, φησίν, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες [2.11.52.6] ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
 [01948]  πάλιν ἡ προφητεία πρόγνωσίς ἐστιν, ἡ δὲ γνῶσις προφητείας νόησις, οἷον γνῶσις τῶν ἐκείνοις προεγνωσμένων [2.12.54.2] ὑπὸ τοῦ προφαίνοντος τὰ πάντα κυρίου.
 [01949]  ἡ τοίνυν γνῶσις τῶν προαγορευθέντων τριττὴν ἐνδείκνυται τὴν ἔκβασιν, ἢ γεγονυῖαν πάλαι [2.12.54.3] ἢ ἐνεστηκυῖαν ἤδη ἢ ἔσεσθαι μέλλουσαν.
 [02127]  παράκειται δὲ τῇ ἐπιστήμῃ ἥ τ' ἐμπειρία καὶ ἡ [2.17.76.3] εἴδησις σύνεσίς τε καὶ νόησις καὶ γνῶσις.
 [02132]  γνῶσις δὲ ἐπιστήμη τοῦ ὄντος αὐτοῦ ἢ ἐπιστήμη σύμφωνος τοῖς γινομένοις·
 [02191]  ὁ δὲ πλανώμενος ὀδυνηθήσεται ἐν πόνοις οἷς [2.18.84.3] οὐκ ἐπισκέπτεται γνῶσις.
 [03010]  ἡ γνῶσις οὖν ἐκ τοῦ καρποῦ καὶ τῆς [3.5.44.3] πολιτείας, οὐκ ἐκ τοῦ λόγου καὶ τοῦ ἄνθους·
 [03012]  ὃ γὰρ ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἐν τῷ νῷ ἡ [3.5.44.4] γνῶσις.
 [03343]  γνῶσις γοῦν καὶ ὁ τῆς παιδοποιίας καιρὸς πρὸς τῆς γραφῆς εἴρηται, ἐπειδὰν φῇ·
 [03503]  [3.17.103.1] εἰ δὲ ἡ μὲν φύσις ἦγεν αὐτοὺς ὡς καὶ τὰ ἄλογα πρὸς παιδοποιίαν, ἐκινήθησαν δὲ θᾶττον ἢ προσῆκον ἦν ἔτι νέοι πεφυκότες ἀπάτῃ παραχθέντες, δικαία μὲν ἡ κρίσις τοῦ θεοῦ ἐπὶ τοὺς οὐκ ἀναμείναντας τὸ βούλημα, ἁγία δὲ ἡ γένεσις δι' ἣν ὁ κόσμος συνέστηκεν, δι' ἣν αἱ οὐσίαι, δι' ἣν αἱ φύσεις, δι' ἣν ἄγγελοι, δι' ἣν δυνάμεις, δι' ἣν ψυχαί, δι' ἣν ἐντολαί, δι' ἣν νόμος, δι' ἣν [3.17.103.2] τὸ εὐαγγέλιον, δι' ἣν ἡ γνῶσις τοῦ θεοῦ·
 [03512]  εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσίς ἐστι τοῦ ξύλου τῆς ζωῆς.
 [03808]  [4.6.39.1] Ἐπεὶ δὲ τῶν ἀπαγόντων εἰς τὴν τελείωσιν τῆς σωτηρίας ὁδοὶ εὑρίσκονται δύο, ἔργα καὶ γνῶσις, μακαρίους εἶπεν τοὺς καθαροὺς [4.6.39.2] τὴν καρδίαν, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
 [03809]  κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, <ᾗ> τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ [4.6.39.3] ἐνέργειά ἐστιν ἀγαθή.
 [03934]  [4.7.54.1] Πρόκειται δὲ τοῖς εἰς τελείωσιν σπεύδουσιν ἡ γνῶσις ἡ λογική, ἧς θεμέλιος ἡ ἁγία τριάς, πίστις, ἐλπίς, ἀγάπη·
 [04224]  ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις <ἡ> ἐν ὀλίγοις παραδιδομένη·
 [04518]  ἡ γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου [4.21.134.4] γνῶσις ἐξήγησίς ἐστι καὶ τοῦ νόμου πλήρωσις.
 [04531]  ἔμπαλιν γὰρ χρείας τινὸς ἕνεκεν, ἵνα μοι τόδε γένηται καὶ τόδε μὴ γένηται, τῆς ἐπιστήμης ἐφίεσθαι τῆς περὶ τὸν θεὸν οὐκ ἴδιον γνωστικοῦ, ἀπόχρη δ' αὐτῷ αἰτία τῆς θεωρίας ἡ [4.22.136.3] γνῶσις αὐτή.
 [04552]  εἰκότως οὖν ἡ γνῶσις αὕτη ἀγαπᾷ καὶ τοὺς ἀγνοοῦντας διδάσκει τε καὶ παιδεύει [4.22.139.2] τὴν πᾶσαν κτίσιν τοῦ παντοκράτορος θεοῦ τιμᾶν.
 [04554]  ἐπεὶ μηδ' ἐξίσταταί ποθ' ἑαυτῆς ἡ ἕξις ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτ' οὖν ἕξις ἡ γνῶσις [4.22.139.3] εἴτε διάθεσις εἶναι λέγοιτο.
 [04795]  ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ' ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ·
 [04800]  γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν [5.1.1.5] ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας.
 [04970]  καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις.
 [05355]  οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, [5.10.61.4] διαρρήδην ἐπιφέρει·
 [05371]  [7] τί λέγει ἡ γνῶσις;
 [05439]  τίς δ' ἔστιν ἡ γνῶσις, οὐδὲ ὄναρ ἴσασιν.
 [05440]  [5.11.70.1] Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες [5.11.70.2] τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου.
 [05723]  ὅθεν ἀνάγκη φησὶ γεγονέναι ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ' οἷς [5.14.98.4] γνῶσις, ἐκείνους δὲ ἐφ' οἷς δόξα.
 [06134]  ἡ γνῶσις δὲ ἡμῶν καὶ ὁ παράδεισος ὁ πνευματικὸς αὐτὸς ἡμῶν ὁ σωτὴρ ὑπάρχει, εἰς ὃν καταφυτευόμεθα, μετατεθέντες καὶ μεταμοσχευθέντες εἰς τὴν γῆν τὴν ἀγαθὴν ἐκ βίου τοῦ παλαιοῦ·
 [06136]  φῶς οὖν ὁ κύριος καὶ γνῶσις ἡ ἀληθής, εἰς ὃν μετετέθημεν.
 [06137]  [6.1.3.1] Λέγεται δὲ καὶ ἄλλως διττὴ ἡ γνῶσις, ἣ μὲν κοινῶς, ἡ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως σύνεσίς τε καὶ ἀντίληψις κατὰ τὸ γνωρίζειν ἕκαστον τῶν ὑποκειμένων πανδήμως ἐμφαινομένη, ἧς οὐ μόνον αἱ λογικαὶ <δυνάμεις>, ἀλλ' ἴσως καὶ αἱ ἄλογοι μεθέξουσιν, ἣν οὐκ ἄν ποτε ἔγωγε γνῶσίν γε ὀνομάσαιμι, τὴν καὶ δι' αἰσθητηρίων [6.1.3.2] ἀντιλαμβάνεσθαι πεφυκυῖαν·
 [06138]  ἡ δὲ ἐξαιρέτως ὀνομαζομένη γνῶσις ἀπὸ τῆς γνώμης καὶ τοῦ λόγου χαρακτηρίζεται, καθ' ἣν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται, αἱ τοῖς νοητοῖς κατὰ ψιλὴν τὴν τῆς [6.1.3.3] ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι·
 [06659]  εἰ δὲ τοῦτο, ἐκ μαθήσεως ἡ γνῶσις καὶ ἡ ἐπιστήμη.
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [06690]  ἡ γνῶσις δὲ αὕτη ἡ κατὰ διαδοχὰς εἰς ὀλίγους ἐκ τῶν ἀποστόλων ἀγράφως παραδοθεῖσα κατελήλυθεν.
 [06747]  καὶ μή τι ἡ γνῶσις ἰδίωμα ψυχῆς τυγχάνει λογικῆς εἰς τοῦτο ἀσκουμένης, ἵνα διὰ τῆς γνώσεως εἰς ἀθανασίαν ἐπιγραφῇ.
 [06752]  ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
 [06753]  [6.8.69.3] τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσίς ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τίς ἐστι τῆς ψυχῆς τῶν ὄντων [6.8.70.1] ἤτοι τινὸς ἢ τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων.
 [06782]  ἡ μὲν γὰρ γνῶσις συνάσκησιν, ἡ συνάσκησις δὲ ἕξιν ἢ διάθεσιν, ἡ κατάστασις δὲ ἡ τοιάδε ἀπάθειαν ἐργάζεται, οὐ μετριοπάθειαν·
 [06806]  ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ' ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ [6.9.78.5] μυστικῇ ἀμετάπτωτος δι' ἀγάπην μένει·
 [06812]  προηγουμένη γὰρ αὐτῷ ἡ γνῶσις.
 [06942]  πολὺ δὲ μᾶλλον ἡ μεγέθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτήσασθαι καὶ ἐν [6.12.97.1] πολλῷ καμάτῳ περιγίνεται.
 [06959]  τελειότατον ἄρα ἀγαθὸν ἡ γνῶσις, δι' αὑτὴν οὖσα αἱρετή, [6.12.99.2] κατ' ἐπακολούθημα δὲ καὶ τὰ διὰ ταύτης ἀκολουθοῦντα καλά.
 [07109]  ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα (οὐ γὰρ πάντων ἡ γνῶσις) καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς·
 [07118]  ἔστιν δὲ ἡ μὲν ζή τησις ὁρμὴ ἐπὶ τὸ καταλαβεῖν, διά τινων σημείων ἀνευρίσκουσα τὸ ὑποκείμενον, ἡ εὕρεσις δὲ πέρας καὶ ἀνάπαυσις ζητήσεως ἐν καταλήψει γενομένης, ὅπερ ἐστὶν ἡ γνῶσις.
 [07119]  καὶ αὕτη κυρίως εὕρεσίς ἐστιν ἡ γνῶσις, κατάληψις ζητήσεως ὑπάρχουσα.
 [07147]  [6.15.125.5] αὐτίκα †, εἴπερ ἀρετή τέ ἐστιν θεία καὶ γνῶσις ἑαυτῆς·
 [07199]  καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία.
 [07211]  τὴν προαιρετικὴν δὲ τὸ ἡγεμονικὸν ἔχει δύναμιν, περὶ ἣν ἡ ζήτησις καὶ ἡ μάθησις καὶ ἡ γνῶσις.
 [07231]  ἐκ ταύτης τῆς ἡμέρας ἡ πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἐλλάμπεται·
 [07300]  κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ', ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ' ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν.
 [07591]  ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη, ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον, τί δέ, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·
 [07607]  οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίνεται·
 [07712]  εἴη δ' ἂν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται, τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις [7.5.29.6] καθιέρωται.
 [07820]  ἀντιρρήσεως δ' ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν [7.7.41.4] ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι.
 [07873]  ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν [7.7.47.3] πρὸς τὴν παραμονὴν τῆς ἀρετῆς δυνάμενα.
 [07874]  μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ.
 [07950]  [7.10.55.1] Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος [7.10.55.2] ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ.
 [07955]  ᾗ μὲν γάρ τί ἐστι γνῶσις, ταύτῃ πάντως καὶ σοφία τυγχάνει, ᾗ δέ τι σοφία, οὐ πάντως γνῶσις.
 [07958]  καὶ τὰ μὲν ἄκρα οὐ διδάσκεται, ἥ τε ἀρχὴ καὶ τὸ τέλος, πίστις λέγω καὶ ἡ ἀγάπη, ἡ γνῶσις δὲ ἐκ παραδόσεως διαδιδομένη κατὰ χάριν θεοῦ τοῖς ἀξίους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἷον παρακαταθήκη ἐγχειρίζεται, ἀφ' ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς [7.10.55.7] φῶς.
 [07959]  εἴρηται γὰρ τῷ ἔχοντι προστεθήσεται, τῇ μὲν πίστει ἡ [7.10.56.1] γνῶσις, τῇ δὲ γνώσει ἡ ἀγάπη, τῇ ἀγάπῃ δὲ ἡ κληρονομία.
 [07961]  ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον [7.10.56.3] δικαιοσύνης κατ' ἐπίστασιν προεληλυθέναι.
 [07966]  ταχεῖα τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ [7.10.57.1] ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολήν.
 [07969]  ἡ μὲν οὖν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ' ἐπιστήμης [7.10.57.4] καὶ καταληπτὸν παραπέμπουσα.
 [08016]  ταύτῃ ἄρα τοὺς πόνους καὶ τὰς βασάνους καὶ τὰς θλίψεις, οὐχ ὡς παρὰ τοῖς φιλοσόφοις οἱ ἀνδρεῖοι, ἐλπίδι τοῦ παύσασθαι μὲν τὰ ἐνεστῶτα ἀλγεινά, αὖθις δὲ τῶν ἡδέων μετασχεῖν, ὑπομένει, ἀλλ' ἡ γνῶσις αὐτῷ πεῖσμα βεβαιότατον ἐνεγέννησεν τῆς τῶν μελλόντων ἐλπίδων ἀπολήψεως.
 [08081]  οὔποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακόν·
 [08090]  αὐτίκα ὡς ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν·
 [08105]  ἀλλ' ὡς ἔοικεν ἀτροφία μὲν ἡ ἄγνοια τῆς ψυχῆς, τροφὴ [7.12.72.5] δὲ ἡ γνῶσις.
 [08152]  πίστις μὲν γὰρ ἐν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν.
 [08318]  ἀποδείξεως δ' οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι' αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε [7.15.92.4] ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις.
 [08414]  [7.16.104.3] Ἀλλ' οὐ πάντων ἡ γνῶσις.
 [08422]  ναί, φασίν, ἡ γνῶσις εἴρηται φυσιοῦν.
 [08424]  τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυ [7.16.104.6] σιοῦν λέγεται, εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπολάβοι·
 [08510]  οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις, ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, [8.3.5.3] ἄλλη δὲ μόνον ἐλπιστική.
 [08626]  πρὸς δὲ τὴν τούτων θεωρίαν ἡ τῶν καθ' ἕκαστα γνῶσις καὶ ἡ τῶν καθόλου συνυποβάλλει [8.6.17.4] καὶ τὰ πρότερα καὶ αἱ ἐπὶ τὰς διαφορὰς αἱ διαιρέσεις αὐτῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»