Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γνωστικὴν [13]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γνωστικὴν


000-00-00 Serial Number=0337931395
Stromata Ante [Go Back]  
 [03115]  Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τίς μιμήσεται;
 [03571]  [4.1.3.1] Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὄντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων.
 [03636]  ὁ τοίνυν ἀπὸ [4.3.12.5] τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ' ὅλον τὸν βίον μελετώ μενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς [4.3.12.6] τὸ σῶμα τῆς ψυχῆς δεσμῶν·
 [04772]  σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλὴν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει·
 [05054]  τὴν γνωστικὴν οἰκοδομὴν κἀν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ αἰνισσόμενός φησιν·
 [05393]  [5.10.64.5] οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὐ γὰρ δι' ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, [5.10.64.6] κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν·
 [05423]  προστάσσει γὰρ τὰ ὁλοκαυτώματα δείραντας εἰς μέλη διανεῖμαι, ἐπειδὴ γυμνὴν τῆς ὑλικῆς δορᾶς γενομένην τὴν γνωστικὴν ψυχὴν ἄνευ τῆς σωματικῆς φλυαρίας καὶ τῶν παθῶν πάντων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, ἀποδυσαμένην τὰς σαρκικὰς ἐπιθυμίας, τῷ φωτὶ καθιερωθῆναι [5.11.68.1] ἀνάγκη.
 [05572]  ἆρ' οὐ δοκεῖ σοι τὴν <οὐκ> εἰς πάντας ἥκουσαν γνωστικὴν ἕξιν θείαν μοῖραν [5.13.83.4] ᾐνίχθαι;
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [07176]  [6.15.131.1] Προϊούσης δὲ τῆς γραφῆς τοὺς προειρημένους ὑπὸ τοῦ προφήτου τρόπους καθ' ἑκάστην περικοπὴν σημειωσάμενοι παραστήσομεν, τὴν γνωστικὴν ἀγωγὴν κατὰ τὸν τῆς ἀληθείας κανόνα φιλοτέχνως [6.15.131.2] ἐνδεικνύμενοι.
 [07180]  τὴν διάπτυξιν δὲ τὴν γνωστικὴν τῶν γραφῶν, προκοπτούσης ἤδη τῆς πίστεως, εἰκάζεσθαι τῇ κατὰ τὰς συλλαβὰς ἀναγνώσει ἐκδεχόμεθα.
 [07190]  [6.16.133.1] Ὑπόδειγμα δ' ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος.
 [08463]  τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν τὰ λόγια τοῦ θεοῦ νύκτωρ καὶ μεθ' ἡμέραν μελετώντων καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ, ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν [7.18.109.3] καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»