Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γνωστικὸν [35]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γνωστικὸν


000-00-00 Serial Number=0373340905
Stromata Ante [Go Back]  
 [01874]  ἃ δὴ συνελθόντα τὸν γνωστικὸν ἐπιτελεῖ.
 [02180]  ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ [2.18.83.2] τὸν λόγον τὸν γνωστικὸν κατασκευάζει·
 [02441]  οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός [2.20.117.6] (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ [2.20.118.1] κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι' αὐτῆς ἐν αὐτῇ.
 [02596]  ὅ τε Ἡσαΐας τὸν μὲν πιστεύσαντα εἰς σεμνότητα βίου, τὸν γνωστικὸν δὲ εἰς ἐπίστασιν παρακαλῶν, μὴ τὴν [2.22.135.4] αὐτὴν εἶναι ἀρετὴν ἀνθρώπου καὶ θεοῦ παριστὰς ὧδέ φησι·
 [03245]  οὕτως οἱ δύο καὶ οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ συνάγονται, τὸν γνωστικὸν ἄνθρωπον.
 [03778]  ἆρ' οὐκ ἄντικρυς τὸν γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει;
 [04350]  τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, [4.17.109.2] ἀγαπῶν ἡμέρας ἰδεῖν [7] ἀγαθάς;εἶτα ἑβδομάδος καὶ ὀγδοάδος μυστήριον γνωστικὸν ἐπιφέρει·
 [04626]  τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν·
 [04645]  [4.23.152.2] καθάπερ οὖν οἱ ἐν θαλάττῃ ἀπὸ ἀγκύρας τονούμενοι ἕλκουσι μὲν τὴν ἄγκυραν, οὐκ ἐκείνην δὲ ἐπισπῶνται, ἀλλ' ἑαυτοὺς ἐπὶ τὴν ἄγκυραν, οὕτως οἱ κατὰ τὸν γνωστικὸν βίον ἐπισπώμενοι τὸν θεὸν ἑαυτοὺς ἔλαθον προσαγόμενοι πρὸς τὸν θεόν·
 [04722]  καὶ δὴ ἡ ἀντακολουθία τῶν τριῶν ἀρετῶν περὶ τὸν ἄνθρωπον εὑρίσκεται τὸν γνωστικὸν ἠθικῶς [4.26.163.4] τε καὶ φυσικῶς καὶ λογικῶς περὶ τὸ θεῖον πραγματευόμενον.
 [04800]  γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν [5.1.1.5] ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας.
 [05041]  πνευματικὸν γὰρ καὶ γνωστικὸν οἶδεν τὸν τοῦ ἁγίου πνεύματος μαθητὴν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ.
 [05170]  ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν [5.6.39.4] συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν [5.6.40.1] ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ.
 [05438]  ὁρᾷς πῶς τὸν γνωστικὸν βίον καὶ Ἕλληνες, καίτοι μὴ εἰδότες ὡς ἐπίστασθαι χρή, ἐκθειάζουσι;
 [06722]  πολυμαθῆ δὲ εἶναι χρὴ τὸν γνωστικὸν καί, ἐπειδὴ Ἕλληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, παρεσκευάσθαι καὶ πρὸς τοὺς τοιούτους [6.8.65.2] τῶν λόγων <ἃ> ἁρμόζει λέγεσθαι.
 [06773]  [6.9.72.3] λῆρος γὰρ καὶ τὸ φάσκειν τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων [6.9.73.1] κατεξαναστησομένου τῶν περιστάσεων οὐδ' ὑπομενοῦντος τὰ δεινά, ἀλλ', εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, ὡς πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος.
 [06781]  ἐξαιρετέον ἄρα τὸν γνωστικὸν ἡμῖν καὶ τέλειον ἀπὸ παντὸς ψυχικοῦ πάθους·
 [07024]  [6.14.110.1] Αὐτίκα ὁ Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν·
 [07072]  διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ [6.15.115.6] ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν·
 [07188]  ἀμέλει καὶ τῶν ἐπιβοωμένων τὸν κύριον αὐτὸν οἱ μὲν πολλοὶ υἱὲ ∆αβίδ, ἐλέησόν με ἔλεγον, ὀλίγοι δὲ υἱὸν ἐγίγνωσκον τοῦ θεοῦ, καθάπερ ὁ Πέτρος, ὃν καὶ ἐμακάρισεν, ὅτι αὐτῷ σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψε τὴν ἀλήθειαν, ἀλλ' ἢ ὁ πατὴρ αὐτοῦ ὁ ἐν τοῖς οὐρανοῖς, δηλῶν τὸν γνωστικὸν οὐ διὰ τῆς σαρκὸς αὐτοῦ τῆς κυηθείσης, ἀλλὰ δι' αὐτῆς τῆς [6.15.132.5] δυνάμεως τῆς πατρικῆς γνωρίζειν τὸν υἱὸν τοῦ παντοκράτορος.
 [07355]  οὐδὲ μέλλειν, ἀλλ' εἶναι βασιλικόν τε καὶ φωτεινὸν καὶ γνωστικὸν καθῆκεν, οὐδὲ ὀνόματι, ἀλλ' ἔργῳ ἐθέλειν ἅπτεσθαι τῶν πραγμάτων [6.17.152.3] προσῆκεν.
 [07443]  ἡ ἐπίτασις γὰρ τῆς κατὰ τὸν νόμον [6.18.164.3] δικαιοσύνης τὸν γνωστικὸν δείκνυσιν.
 [07482]  [7.1.2.1] Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωστικὸν ὅσιόν τε καὶ εὐσεβῆ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρῃσκεύοντα·
 [07589]  οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.
 [07815]  ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον [7.7.40.3] ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ.
 [07932]  [7.9.52.1] Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι' [7.9.52.2] ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει.
 [07981]  συντόμως, οἶμαι, τὸν γνωστικὸν ἐμήνυσεν ὁ προφήτης·
 [08055]  ἡ δὲ δι' αὑτὴν αἱρετὴ σωφροσύνη, κατὰ τὴν γνῶσιν τελειουμένη ἀεί τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαθῆ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἄτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.
 [08057]  διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν, ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, τέλειον ὡς ἀληθῶς ἄνδρα εἰς μέτρον ἡλικίας αὐξήσαντα.
 [08148]  οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακὴν ἐκείνην τὴν ἡμέραν ποιεῖ, ὅταν ἀποβάλλῃ φαῦλον νόημα καὶ γνωστικὸν [7.12.76.5] προσλάβῃ, τὴν ἐν αὑτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων.
 [08203]  καὶ μή τι τὸν γνωστικὸν τέλειον εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν ὡς τὸν οὐράνιον πατέρα, τουτέστιν ἑαυτόν, ὁ λέγων δεῦτε, τέκνα, ἀκούσατέ μου φόβον κυρίου, οὐ τῆς δι' ἀγγέλων βοηθείας ἐπιδεῆ ἔτι εἶναι βούλεται τοῦτον, παρ' ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν, καὶ τὴν φρουρὰν ἔχειν παρ' ἑαυτοῦ διὰ τῆς εὐπειθείας;
 [08233]  [7.14.84.2] καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ' ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι' ἀγάπης εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, ἰσάγγελος ἀληθῶς γενομένη, πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι, ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ [7.14.84.3] δόγματα κατ' ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα.
 [08240]  οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὔχεσθαι κατὰ τοῦ ἀδικήσαντος ἐπιτρέπων·
 [08516]  αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμεως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»