Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δέκα [21]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δέκα
Cooperatorum Veritatis Societas
Stromata
Ante [Go Back]
[00914]
κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, ∆ημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ [1.21.104.2] ἐπὶ δέκα, ὥς φησι ∆ιονύσιος ὁ Ἀργεῖος, Ἀγίας δὲ καὶ ∆ερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανήμου ὀγδόῃ φθίνοντος, Ἑλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός, καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης̣ νὺξ μὲν ἔην, φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς, μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα·
[00977]
[1.21.113.4] εἰ δέ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι ∆αβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηγίας τεσσαράκοντα καὶ τὰ ἄλλα τὰ ὀγδοήκοντα ἔτη, ἃ γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἔξοδον τοῖς Ἑβραίοις ἀπὸ Αἰγύπτου γεγονέναι, προσθείη τε τούτοις τὰ τῆς βασιλείας τῆς ∆αβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα [1.21.114.1] ἑξακόσια δέκα.
[01031]
Ἰωσίαν διαδέχεται Ἰεχωνίας, <ὁ> καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα.
[01035]
γίνονται οὖν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μέν τινες, ἐννακόσια ἑβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μῆνες ἓξ ἡμέραι δέκα·
[01036]
ἀπὸ δὲ τῆς ∆αβὶδ βασιλείας ἕως τῆς αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης ἔτη τετρακόσια πεντήκοντα δύο μῆνες ἕξ, ὡς δὲ ἡ καθ' ἡμᾶς τῶν χρόνων ἀκρίβεια συνάγει, ἔτη τετρακόσια ὀγδοήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.
[01049]
καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νεʹ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς ∆αβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.
[01126]
ἐκ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον ἔτη τριάκοντα δύο, εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις ἔτη δέκα, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα, ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία, εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ [1.21.137.3] Θησέωςἁρπαγὴν ἔτη ἐννέα.
[01129]
> ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου ἔτη δέκα, ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν ἔτη ὀκτώ, καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑξήκοντα ἕν, ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα ἔτη τριακόσια τριάκοντα ὀκτώ.
[01151]
ἀπὸ μὲν Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια νʹ, [1.21.140.3] ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἑξακόσια δέκα ἕξ.
[01153]
[1.21.140.4] καὶ μετὰ τοὺς κριτὰς βασιλειῶν ἔτη πεντακόσια ἑβδομήκοντα δύο [1.21.140.5] μῆνες ἓξ ἡμέραι δέκα.
[01156]
πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἓν μῆνες ἓξ ἡμέραι εἴκοσι τέσσαρες.
[01158]
ἀφ' οὗ δὲ αἱ φυλαὶ αἱ δέκα ἐκ Σαμαρείας αἰχμάλωτοι γεγόνασιν ἕως Πτολεμαίου τετάρτου ἔτη πεντακόσια ἑβδομήκοντα τρία μῆνας ἐννέα, ἀφ' οὗ δὲ ἐξ Ἱεροσολύμων ἔτη τριακόσια τριάκοντα ὀκτὼ μῆνας τρεῖς.
[06487]
δέκα δέ ἐστι τὰ εἰς τὴν τιμὴν ἀνήκοντα τῶν παρ' αὐτοῖς θεῶν καὶ τὴν Αἰγυπτίαν εὐσέβειαν περιέχοντα, οἷον περὶ θυμάτων, ἀπαρχῶν, ὕμνων, εὐχῶν, πομπῶν ἑορτῶν καὶ τῶν τούτοις ὁμοίων.
[06489]
[6.4.37.2] οὗτος, ὡς ἂν προστάτης τοῦ ἱεροῦ, τὰ ἱερατικὰ καλούμενα δέκα βιβλία ἐκμανθάνει (περιέχει δὲ περί τε νόμων καὶ θεῶν καὶ τῆς ὅλης παιδείας τῶν ἱερέων)·
[06495]
[6.4.38.2] Ἀλέξανδρος γοῦν ὁ Μακεδὼν δέκα λαβὼν Ἰνδῶν γυμνοσοφιστὰς τοὺς δοκοῦντας ἀρίστους εἶναι καὶ βραχυλογωτάτους προβλήματα αὐτοῖς προὔθηκε, τὸν μὴ ἀποκρινόμενον εὐστόχως ἀνελεῖν ἀπειλήσας, [6.4.38.3] ἕνα <δὲ> τὸν πρεσβύτατον αὐτῶν ἐπικρίνειν κελεύσας.
[07204]
ἔτι πρὸς τούτοις δέκα τισὶν ἀνθρωπείοις μέρεσι προστάσσειν ἡ νομοθεσία φαίνεται.
[07239]
οἵ τε Πυθαγόρειοι ἐντεῦθεν, οἶμαι, ἀπὸ τῆς τοῦ κόσμου κατὰ τὸν προφήτην γενέσεως, τὸν ἓξ ἀριθμὸν τέλειον νομίζουσι καὶ μεσευθὺν καλοῦσι τοῦτον καὶ γάμον διὰ τὸ μέσον αὐτὸν εἶναι τοῦ εὐθέος, τουτέστι τοῦ δέκα καὶ τοῦ [6.16.139.3] δύο·
[08667]
ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν [8.6.21.5] τῶν ἀναγκαιοτάτων εἰδῶν.
[08689]
[8.8.24.1] Τῶν δὲ ὑπὸ τὰς δέκα κατηγορίας ὑποτασσομένων τὰ μὲν καθ' [8.8.24.2] αὑτὰ λέγεται, ὡς αἱ ἐννέα κατηγορίαι, τὰ δὲ πρός τι.
[08690]
καὶ πάλιν τῶν ὑπὸ ταύτας τὰς δέκα κατηγορίας τὰ μέν ἐστι συνώνυμα, ὡς βοῦς καὶ ἄνθρωπος, καθὸ ζῷον·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»