Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δίκην [53]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δίκην


000-00-00 Serial Number=0490766525
Eclogae propheticae Ante [Go Back]  
 [00059]  ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπί χειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ' ἄγνοιαν παρα κολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θερα [11.2] πεύεσθαι ἠξίουν.
000-00-00 Serial Number=0930513561
Fragmenta Ante [Go Back]  
 [00168]  οὐ τοίνυν βίαιος ὁ θεός, οὐδὲ ἀψύχων δίκην ἀγαλμάτων πρὸς τῆς ἔξωθεν αἰτίας περιάγεσθαι θέμις τὴν αὐτοκίνητον ψυχήν.
000-00-00 Serial Number=0942510247
Paedagogus Ante [Go Back]  
 [00003]  Τριῶν γέ τοι τούτων περὶ τὸν ἄνθρωπον ὄντων, ἠθῶν, πράξεων, παθῶν, ὁ προτρεπτικὸς εἴληχεν τὰ ἤθη αὐτοῦ, θεοσεβείας καθηγεμών, ὁ τροπιδίου δίκην ὑποκείμενος λόγος εἰς οἰκοδομὴν πίστεως, ἐφ' ᾧ μάλα γανύμενοι καὶ τὰς παλαιὰς ἀπομνύμενοι δόξας πρὸς σωτηρίαν νεάζομεν, ψαλλούσῃ συνᾴδοντες προφητείᾳ ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσιν [1.1.1.2] τῇ καρδίᾳ, πράξεών τε ἁπασῶν λόγος ἐπιστατεῖ ὁ ὑποθετικός, τὰ δὲ πάθη ὁ παραμυθητικὸς ἰᾶται, εἷς ὢν πᾶς ὁ αὐτὸς οὗτος λόγος, τῆς συντρόφου καὶ κοσμικῆς συνηθείας ἐξαρπά ζων τὸν ἄνθρωπον, εἰς δὲ τὴν μονότροπον τῆς εἰς τὸν θεὸν [1.1.1.3] πίστεως σωτηρίαν παιδαγωγῶν.
 [00138]  Οὐκ ἄρ' ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην, ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἰλυσπώμενοι, ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ, κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι, ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς, ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν, σοφίαν μεταδιώκομεν ἁγίαν·
 [00268]  Ὥσπερ οὖν οἱ τὸν ὕπνον ἀποσεισάμενοι εὐθέως ἔνδοθεν ἐγρηγόρασιν, μᾶλλον δὲ καθάπερ οἱ τὸ ὑπόχυμα τῶν ὀφθαλμῶν κατάγειν πειρώμενοι οὐ τὸ φῶς αὑτοῖς ἔξωθεν χορηγοῦσιν, ὃ οὐκ ἔχουσιν, τὸ δὲ ἐμπόδιον ταῖς ὄψεσι καταβιβάζοντες ἐλευθέραν ἀπολείπουσι τὴν κόρην, οὕτως καὶ οἱ βαπτιζόμενοι, τὰς ἐπισκοτούσας ἁμαρτίας τῷ θείῳ πνεύματι ἀχλύος δίκην ἀποτριψάμενοι, ἐλεύθερον καὶ ἀνεμπόδιστον καὶ φωτεινὸν ὄμμα τοῦ πνεύματος ἴσχομεν, ᾧ δὴ μόνῳ τὸ θεῖον ἐποπτεύομεν, [1.6.28.2] οὐρανόθεν ἐπεισρέοντος ἡμῖν τοῦ ἁγίου πνεύματος·
 [00373]  Τὸ δ' ἐπαγόμενον ἑξῆς οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε τὴν ἐν τῷ μέλλοντι αἰῶνι ἐναργῆ ἀποκάλυψιν βρώματος δίκην πρόσωπον πρὸς πρόσωπον [1.6.36.6] αἰνίττεσθαι δύναται.
 [00393]  ∆ιαπνευσάσης δὲ τῆς ἐλπίδος δίκην ἐκρυέντος αἵματος τὸ ζωτικὸν τῆς πίστεως ὑπεκλύεται.
 [00684]  Ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν πάντες μὲν γὰρ φησὶν ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες·
 [00689]  Ὁ δὲ αὐτὸς οὗτος λόγος δίκην ἐπιτιθεὶς κριτής ἐστιν, περὶ οὗ καὶ Ἡσαΐας λέγει κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, διορθωτὴν δηλονότι καὶ [1.8.68.1] κατευθυντῆρα τῶν ἁμαρτιῶν.
 [00709]  παροξυνῶ τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ αὐτὸς ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσω·
 [00925]  Αὗται αἰτίαι παραπικρασμοῦ, δι' ἃς ὁ κριτὴς ἔρχεται τὴν δίκην ἐποίσων τοῖς τὴν [1.9.86.2] εὐζωίαν ἑλέσθαι μὴ βεβουλημένοις.
 [01188]  κομιδῇ δὲ ἄλογον καὶ ἀχρεῖον καὶ οὐκ ἀνθρώπειον βοσκημάτων δίκην πιαινομένων θανάτῳ τρέφεσθαι, κάτω βλέποντας εἰς γῆν τοὺς ἐκ γῆς ἀεὶ καὶ κεκυφότας εἰς τραπέζας, τὴν λίχνον διωκάθοντας ζωήν, τὸ ἀγαθὸν ἐνταῦθά που κατορύξαντας περὶ τὴν οὐκ ἐσομένην ζωήν, μόνην κολακεύοντας τὴν κατάποσιν, δι' ἣν πολυτιμότεροι γεγόνασιν μάγειροι γεωργῶν.
 [01212]  Πῶς δὲ οὐκ ἄλογον τὰς χεῖρας ἐπεμφύρειν τοῖς ἡδύσμασιν ἢ συνεχὲς ἐπὶ τοὔψον ἐκτείνειν οὐκ ἀπογευομένων, ἀλλ' ἀφαρπαζόντων δίκην ἀμέτρως καὶ ἀσχημόνως ἐμφορουμένους;
 [01396]  Ταύτῃ δὲ καὶ ἐποπτική, οὐδέ ἐστιν κάθυγρος ταῖς ἐκ τοῦ οἴνου ἀναθυμιάσεσιν νεφέλης δίκην σωματοποιουμένη.
 [01624]  δίκην ἄρα ὑφέξει ἡ γλωσσαργία·
 [01708]  Πταρμὸς δὲ εἴ τῳ ἐπιγένοιτο, ὥσπερ ἀμέλει καὶ ἡ ἐρυγή, οὐκ ἐξηχεῖν δεήσει τοὺς πλησίον τῷ ψόφῳ τῆς αὑτῶν καταμαρτυροῦντας ἀπαιδευσίας, ἀλλ' ἣ μὲν παραπεμπτέα, ἡ ἐρυγή, ἡσυχῇ σὺν τῷ ἐκπνεομένῳ ἀέρι σχηματιζομένῳ κοσμίως τῷ στόματι, οὐχὶ δὲ τραγικῶν δίκην προσωπείων διελκομένῳ καὶ [2.7.60.3] κεχηνότι.
 [01853]  Οὐ δὴ κοινωνητέον οὐδ' ὁπωστιοῦν δαίμοσιν, ἀλλ' οὐδὲ τὴν εἰκόνα τοῦ θεοῦ τὴν ζῶσαν δίκην εἰδώλων τῶν νεκρῶν καταστεπτέον.
 [01974]  ἀλλ' ἡ μὲν τῶν πτερῶν νεοφυΐα νεαρᾶς ἐσθῆτος δίκην ἐξανθεῖ βαφήν τινα πτερῶν, ὀλίγῳ δ' ὕστερον διαπνεῖ κατὰ τὴν χειμέριον ἀπειλήν, καθάπερ ἄνθος μαραινομένης τῆς χρόας·
 [02016]  Τὴν δὲ ἐπὶ τῇ ὕβρει δίκην γνωριοῦσιν ὑμῖν οἱ [2.10.89.3] εἰς τὰ Σόδομα παραγεγονότες ἄγγελοι.
 [02077]  [2.10.96.2] Ἀλλ' οἷς γε συγκεχώρηται γῆμαι, τούτοις ἐδέησεν παιδαγωγοῦ, ὡς μὴ μεθ' ἡμέραν τὰ μυστικὰ τῆς φύσεως ἐκτελεῖσθαι ὄργια μηδὲ ἐξ ἐκκλησίας, φέρε, ἢ ἀγορᾶς ἥκοντα ἑωθινὸν ἀλεκτρυόνος ὀχεύειν δίκην, ὁπηνίκα εὐχῆς καὶ ἀναγνώσεως καὶ τῶν μεθ' ἡμέραν εὐεργῶν ἔργων ὁ καιρός·
 [02233]  [2.10βις.113.2] Τὸ δὲ καὶ σύρειν τὰς ἐσθῆτας ἐπ' ἄκρους καθιέντας τοὺς πόδας κομιδῇ ἀλαζονικόν, ἐμποδὼν τῇ ἐνεργείᾳ τοῦ περιπατεῖν γινόμενον, καλλύντρου δίκην ἐπισυρομένης τῆς ἐσθῆτος τὰς ἐπιπολαίους τῆς γῆς ἀχυρμιάς, οὐδὲ τῶν κατεαγότων τούτων δὴ τῶν τὴν κιναιδίαν τὴν ἄφωνον ἐπὶ ταῖς σκηναῖς μετιόντων ὀρχηστῶν ἀπορρέουσαν εἰς τοσοῦτον ὕβρεως τὴν ἐσθῆτα περιορώντων, οἷς οἱ ἐπιμελεῖς στολισμοὶ καὶ τῶν κρασπέδων αἱ ἀπαιωρήσεις καὶ τῶν σχημάτων οἱ περίεργοι ῥυθμοὶ βλακείας μικρολόγου ἐπισυρμὸν ἐμφαίνουσιν.
 [02420]  [3.1.2.2] ∆ούλης δὲ οὔσης τῆς σαρκός, καθὼς καὶ ὁ Παῦλος μαρτυρεῖ, πῶς ἄν τις εἰκότως τὴν θεράπαιναν κοσμοίη προαγωγοῦ δίκην;
 [02509]  Κεκρύφαλοι μέν γε καὶ κεκρυφάλων διαφοραὶ καὶ περίεργοι πλοκαί, ἀλλὰ καὶ τῶν τριχῶν οἱ μυρίοι σχηματισμοὶ κατόπτρων τε πολυτίμητοι κατασκευαί, οἷς κατασχηματίζονται θηρῶσαι τοὺς δίκην παίδων ἀφρόνων περὶ τὰς μορφὰς ἐπτοημένους, τέλεον ἀπηρυθριακυιῶν ἐστι γυναικῶν, ἃς ἑταίρας καλῶν οὐκ ἄν τις ἀφαμάρτοι προσωπεῖα ποιούσας τὰ πρόσωπα.
 [02692]  ἔστι δ' ὅτε καὶ ὑπεκκαιόμενοι διὰ τὴν τυχοῦσαν ὀργήν, ἤτοι πόρνοι αὐτοὶ ἢ καὶ κιναίδων ὄχλον εἰς ὄλεθρον ἐζηλωκότες, ἐπικροτοῦσι τῇ ῥινὶ βατράχων δίκην, καθάπερ ἔνοικον τοῖς μυκτῆρσι τὴν χολὴν κεκτημένοι.
 [02700]  ναὶ μὴν καὶ εἰς τὰς ἐξιτήλους βαφὰς καὶ εἰς τὰ ἀργυρώνητα ἀνδράποδα σπαθῶσι καὶ διαρρίπτουσι τὰ χρήματα, δίκην ὀρνίθων κεκορεσμένων τὰ τοῦ βίου σκαλεύουσαι κόπρια.
 [02835]  οἱ γὰρ μὴ τὰ ὅμοια τοῖς κεκολασμένοις ἁμαρτήσαντες οὐ τὴν ὁμοίαν ποτὲ τοῖς ἁμαρτωλοῖς ὑπόσχοιεν δίκην τῷ μὴ ἁμαρτεῖν τὸ μὴ [3.8.44.4] παθεῖν πεφυλαγμένοι.
 [02982]  καὶ γὰρ ἀναισχυντοῦσιν ἔσθ' ὅτε πολιᾶς ἐπιφάνεια παιδαγωγοῦ δίκην ἐπιστᾶσα ἐπὶ σωφροσύνην μεθηρμόσατο αὐτοὺς καὶ κατεπλήξατο τῇ στιλπνότητι τῆς ὄψεως τὸ νεάζον τῆς ἐπιθυμίας.
 [03074]  Ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην [3.11.75.4] κακόχαρτον ἡδονὴν χαίρουσιν.
 [03346]  Τὰ δὲ ἄμεμπτα καὶ ἀκέραια καὶ ἄμωμα τοῦ θεοῦ κατὰ τὸν Παῦλον τέκνα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης φωστήρων δίκην ἐν κόσμῳ φαίνεσθε.
000-00-00 Serial Number=0100306809
Protrepticus Ante [Go Back]  
 [00080]  [1.8.1] Φύγωμεν οὖν ἀποστολικῇ πειθόμενοι παραγγελίᾳ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ τῷ σωτῆρι τῷ κυρίῳ προσδράμωμεν, ὃς καὶ νῦν καὶ ἀεὶ προὔτρεπεν εἰς σωτηρίαν, διὰ τεράτων καὶ σημείων ἐν Αἰγύπτῳ, ἐν ἐρήμῳ διά τε τῆς βάτου καὶ τῆς ἀκολουθούσης χάριτι φιλανθρωπίας [1.8.2] θεραπαίνης δίκην Ἑβραίοις νεφέλης.
 [00455]  [2.41.3] Εἰ δ' ἄρα καὶ εἰσὶ φύλακες οὗτοι, οὐκ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς περιπαθεῖς, τῆς δὲ ὑμεδαπῆς ἀπωλείας ἐχόμενοι, κολάκων δίκην ἐγχρίμπτονται τῷ βίῳ, δελεαζόμενοι καπνῷ.
 [01060]  Οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους, τὰ ἡδονῆς ῥεύματα, καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι.
 [01164]  Τίς ἂν οὖν τὴν εὔθυναν καὶ τὴν κόλασιν καὶ τὴν δίκην καὶ τὴν νέμεσιν εὖ φρονῶν ὑπολάβοι θεούς;
 [01185]  Ἦ γὰρ οὐχ ᾗ Νιόβη τρόπον τινά, μᾶλλον δὲ ἵνα μυστικώτερον πρὸς ὑμᾶς ἀποφθέγξωμαι, γυναικὸς τῆς Ἑβραίας δίκην (Λὼτ ἐκάλουν αὐτὴν οἱ παλαιοὶ) εἰς ἀναισθησίαν μετατρέπεσθε;
000-00-00 Serial Number=0483057261
Stromata Ante [Go Back]  
 [00379]  ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ' ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) καὶ ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μετὰ τὰς ἄλλας <καὶ> τὰς κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις [1.9.44.3] αὐτῆς τῆς ἀληθείας.
 [00494]  ἀλλ' ἔστι τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις † ὅσα διασποράδην καὶ διερριμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους.
 [01171]  φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ', οἶμαι, τῇ [1.21.143.5] οἰκείᾳ διαλέκτῳ.
 [01434]  ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς.
 [01442]  ἀνθρώποισι δ' ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη.
 [01532]  νευροσπαστουμένων δὲ ἡμῶν ἀψύχων δίκην φυσικαῖς ἐνεργείαις τό τε <ἑκούσιον καὶ τὸ> ἀκούσιον παρέλκει ὁρμή τε ἡ [2.3.11.2] προκαθηγουμένη τούτων.
 [02212]  πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἃ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ [2.18.86.7] ὑποσχόντας δίκην μὴ διὰ βίου κολάζεσθαι ἐθέλων.
 [02447]  οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς [2.20.118.6] ἀποστολικοῦ μεταδιωκόντων.
 [02484]  πρὸς δ' οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ' ἔστεργε τὴν ἁπλῶς δίκην.
 [02801]  δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα [3.3.17.1] δίδωσιν.
 [03046]  τούτους ἐπιρραπίζων τοὺς δίκην κάπρων καὶ τράγων ζῆν [3.6.48.1] οἰομένους, ἵνα μὴ ἀδεῶς ἐσθίοιεν καὶ ὀχεύοιεν.
 [04106]  δεῖ γὰρ κύριον εἶναι τὸν κριτὴν τῆς ἑαυτοῦ γνώμης, μὴ νευροσπαστούμενον ἀψύχων δίκην ὀργάνων ἀφορμὰς ἴσως μόνον παρὰ τῆς ἔξωθεν αἰτίας λαμβάνοντα.
 [04924]  καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ [5.1.13.2] δι' ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν [5.1.13.3] πειθομένων ἡμῖν παίδων.
 [05953]  χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
 [05961]  οὐχ οὕτω τις μέγας ἔσται καὶ καθ' Ἕλληνας ὡς ὑπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς [5.14.123.1] λαθεῖν.
 [06131]  τοῖς δ' ὡς ἔτυχεν ἐπὶ μνήμην ἐλθοῦσι καὶ μήτε τῇ τάξει μήτε τῇ φράσει διακεκαθαρμένοις, διεσπαρμένοις δὲ ἐπίτηδες ἀναμίξ, ἡ τῶν Στρωματέων ἡμῖν ὑποτύπωσις λειμῶνος δίκην [6.1.2.2] πεποίκιλται.
 [06653]  καὶ μὴν ὡς ἡ γεωμετρία περὶ μέτρα καὶ μεγέθη καὶ σχήματα πραγματευομένη διὰ τῆς ἐν τοῖς ἐπιπέδοις καταγραφῆς ἥ τε ζωγραφία τὸν ὀπτικὸν ὅλον τόπον ἐπὶ τῶν σκηνογραφουμένων φαίνεται παραλαμβάνουσα, ταύτῃ δὲ ψευδογραφεῖ τὴν ὄψιν, τοῖς κατὰ προσβολὴν τῶν ὀπτικῶν γραμμῶν σημείοις χρωμένη κατὰ τὸ τεχνικόν (ἐντεῦθεν ἐπιφάσεις καὶ ὑποφάσεις καὶ φάσεις σῴζονται, καὶ τὰ μὲν δοκεῖ προὔχειν, τὰ δὲ εἰσέχειν, τὰ δ' ἄλλως πως φαντάζεσθαι ἐν τῷ ὁμαλῷ καὶ λείῳ), οὕτω δὲ καὶ οἱ [6.7.56.2] φιλόσοφοι ζωγραφίας δίκην ἀπομιμοῦνται τὴν ἀλήθειαν.
 [06880]  τῷ δ' ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὄντων (τοῦ κυρίου δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς) οὐκ ἀφεκτέον τῆς φιλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ' ὡς [6.11.89.3] ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον.
 [07716]  [7.6.30.1] Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ [7.6.30.2] γενητά, ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»