Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δύναμιν [85]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δύναμιν


000-00-00 Serial Number=0675713360
Eclogae propheticae Ante [Go Back]  
 [00090]  ὁ γὰρ θεὸς δι' ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται.
 [00101]  [8.1] Ὅρα δὲ τὴν δύναμιν τοῦ θεοῦ, οὐ μόνον ἐπ' ἀνθρώπων μὴ ὄντας εἰς τὸ εἶναι παράγων καὶ τοὺς γενομένους αὔξων καθ' ἡλικίας προκοπήν, ἀλλὰ καὶ τοὺς πιστεύοντας σῴζων κατὰ τὸ οἰκεῖον ἑκάστῳ·
 [00117]  ἀλλ' ὡς δυνατόν ἐστι), νοείτω μέγα καὶ ἀπερινόητον καὶ κάλλιστον φῶς ἀπρόσιτον, πᾶσαν δύναμιν ἀγαθήν, πᾶσαν ἀστείαν ἀρετὴν συγκεκληρωμένον, πάντων κηδόμενον, φιλοικτίρμον, ἀπαθές, ἀγαθόν, πάντα εἰδός, προγινῶσκον πάντα, εἰλικρινές, γλυκύ, λαμπρόν, ἀκήρατον.
 [00136]  πρόσκειται οὖν τῷ διὰ πυρὸς τὸ διὰ πνεύματος, ἐπειδὴ <ὡς> ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται (τουτέστιν ἀπὸ τοῦ ὑλικοῦ ἐνδύματος) διὰ πνεύματος καὶ τὸ ἄχυρον χωρίζεται διὰ τοῦ πνεύματος λικμώμενον, οὕτως τὸ πνεῦμα διαχωριστικὴν ἔχει δύναμιν [25.3] ἐνεργειῶν ὑλικῶν.
 [00149]  πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν, τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστι κήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν.
 [00191]  ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθαι καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρ μώσας.
000-00-00 Serial Number=0902833700
Excerpta ex Theodoto Ante [Go Back]  
 [00066]  [1.8.3] Ὁ δὲ ἐν ταὐτότητι Μονογενής, οὗ κατὰ δύναμιν ἀδιάστατον ὁ Σωτὴρ ἐνεργεῖ, οὗτός ἐστι τὸ Φῶς τῆς Ἐκκλησίας, τῆς πρότερον ἐν σκότῳ καὶ ἐν ἀγνοίᾳ οὔσης.
 [00109]  [1.11.4] Καὶ δύναμιν μὲν ἰδίαν ἔχει ἕκαστον τῶν πνευ ματικῶν καὶ ἰδίαν οἰκονομίαν·
 [00149]  ἡ γὰρ δύναμις οὐ κατ' οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν·
 [00283]  ἐν ᾧ συνδιυλίσθη κατὰ δύναμιν καὶ τὰ σπέρματα, συνελθόντα αὐτῷ εἰς τὸ Πλήρωμα.
 [00300]  ἀλλὰ τοῦ σημείου οὐκ ᾔδεσαν τὴν δύναμιν.
 [00501]  ἀλλὰ δυνάμει εἰς δύναμιν πνευματικὴν [4.82.2] μεταβέβληται.
000-00-00 Serial Number=0256567895
Fragmenta Ante [Go Back]  
 [00287]  ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ θεὸν ἀνίωσιν καὶ τῆς αἰωνίου μακα ριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.
000-00-00 Serial Number=0027579665
Paedagogus Ante [Go Back]  
 [00584]  Ἰδού, γάρ φησι τῷ Μωσεῖ, ὁ ἄγγελός μου προπορεύεταί σου, τὴν εὐαγγέλιον καὶ ἡγεμόνιον ἐπιστήσας τοῦ λόγου [1.7.58.2] δύναμιν·
 [00617]  Ὅρα καὶ τὴν ἐπιμέλειαν καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν τοῦ παιδαγωγοῦ·
 [00883]  Ταύτῃ τοι καὶ Πλάτων τὴν μεγίστην τῆς ἐπανορθώσεως δύναμιν καὶ τὴν κυριωτάτην κάθαρσιν τὸν ἔλεγχον εἰδὼς ἀκολούθως τῷ λόγῳ τὸν τὰ μέγιστα ἀκάθαρτον ὄντα ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι διὰ τὸ ἀνέλεγκτον εἶναι βούλεται, ᾗ καθαρώτατον καὶ κάλλιστον ἔπρεπεν τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.
 [01292]  [2.1.18.2] Οὐ γὰρ ἄπυστος ἦν ὁ Πλάτων τοῦ ∆αβίδ, ὃς ἐν τῇ πόλει τῇ ἑαυτοῦ τὴν ἁγίαν ἱδρύων κιβωτὸν ἐν μέσῃ τῇ σκηνῇ, παντὶ τῷ ὑπηκόῳ εὐφροσύνην ποιήσας λαῷ, ἐναντίον τοῦ κυρίου διεμέρισεν εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου.
 [01791]  οὐ γὰρ κατὰ πάντα ἀποσκορακιστέον τὴν χρῆσιν αὐτῶν, ἀλλ' ὥσπερ φαρμάκῳ καὶ βοηθήματι χρηστέον τῷ μύρῳ πρός τε τὸ ἐπεγεῖραι τὴν ἀπαυδῶσαν δύναμιν καὶ πρὸς τοὺς κατάρρους καὶ πρὸς τὰς καταψύξεις δυσαρέστησίν τε, καθὰ καὶ ὁ κωμικός φησί που·
 [01876]  Ἐπεὶ γὰρ ὁ παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο τῷ λόγῳ, καὶ τῷ Μωσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν, ὄψις αὐτῷ δείκνυται θεοειδὴς φωτὸς μεμορφωμένου ἐπὶ φλεγομένῳ [2.8.75.2] βάτῳ·
 [02768]  τὸ γὰρ τὴν ἡδονὴν νομίζειν ἀγαθὸν ἀπειροκαλίας ἐστὶ τελείας, φιλοπλουτία δὲ ἐξίστησι τῆς ὀρθῆς διαίτης τὸν ἄνθρωπον ἀπερυθριᾶν πρὸς τὰ αἰσχρὰ ἀναπείθουσα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίον τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων [3.7.37.3] πᾶσαν πάντως παρέχειν πλησμονήν.
000-00-00 Serial Number=0405401289
Protrepticus Ante [Go Back]  
 [00829]  Ἄρατος μὲν οὖν διὰ πάντων τὴν δύναμιν τοῦ θεοῦ διήκειν νοεῖ, ὄφρ' ἔμπεδα πάντα φύωνται, τῷ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται·
 [00851]  [7.74.7] Εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους.
 [01082]  οἱ δὲ ἅγιοι κυρίου κληρονομήσουσι τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν δύναμιν αὐτοῦ.
 [01192]  [10.104.3] Οὐ γὰρ πιστεύουσι τῷ θεῷ οὐδὲ ἐκμανθάνουσι τὴν δύναμιν αὐτοῦ.
000-00-00 Serial Number=0636865616
Quis dives salvetur Ante [Go Back]  
 [00298]  ὑπὸ τού του τοίνυν προαγαπηθέντας καὶ τοῦ γενέσθαι τυχόντας οὐχ ὅσιον ἄλλο τι πρεσβύτερον ἄγειν καὶ τιμιώτερον, ἐκτίνοντας μόνην τὴν χάριν ταύτην μικρὰν ἐπὶ μεγίστοις, ἄλλο δὲ μηδοτιοῦν ἔχοντας ἀνενδεεῖ καὶ τελείῳ θεῷ πρὸς ἀμοιβὴν ἐπινοῆσαι, αὐτῷ δὲ τῷ ἀγα πᾶν τὸν πατέρα εἰς οἰκείαν ἰσχὺν καὶ δύναμιν ἀφθαρσίαν κομιζο μένους.
 [00406]  διὰ τοῦτο καὶ αὐτὸς κατῆλθε, διὰ τοῦτο ἄνθρωπον ἐνέδυ, διὰ τοῦτο τὰ ἀνθρώπων ἑκὼν ἔπαθεν, ἵνα πρὸς τὴν ἡμετέραν ἀσθένειαν οὓς [37.4] ἠγάπησε μετρηθεὶς ἡμᾶς πρὸς τὴν ἑαυτοῦ δύναμιν ἀντιμετρήσῃ.
000-00-00 Serial Number=0535185039
Stromata Ante [Go Back]  
 [00022]  [1.1.3.1] Ἤδη δὲ καταφαίνεται ἐκ περιουσίας ὁ σωτὴρ αὐτός, κατὰ τὴν τοῦ λαμβάνοντος δύναμιν, ἣν δεῖ ἐκ συνασκήσεως αὔξειν, τοῖς δούλοις τὰ ὑπάρχοντα διανείμας.
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00467]  ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας.
 [00479]  καὶ γνώσομαι, φησίν, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, τοὺς δοκησισόφους καὶ οἰομένους [1.11.54.3] εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιρραπίζων γράφει.
 [00681]  ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος.
 [00873]  ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα, τὰ δ' ἐλάσσονα προσφέρεται δύναμιν.
 [01280]  ἔπειτα νουθετοῦνται μὲν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοι, θεαταὶ δὲ Ἑβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν [1.23.157.2] τοῦ θεοῦ.
 [01366]  καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, οὕτω γὰρ ὁ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων, οὕτω γε καὶ τὴν νομοθετικὴν τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν οὖσαν καὶ κηδεμονικὴν τῆς ἀνθρώπων [1.26.169.2] ἀγέλης.
 [01412]  καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολι τικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ <τοῦ> τῷ θεῷ κεχαρισμένα μὲν λέγειν [1.28.177.1] δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.
 [01527]  [2.2.9.7] αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.
 [01680]  καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπᾶται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ἀχυρμιὰς ἀνακινεῖ·
 [01682]  διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ' οὖν, ὅτι ἐφ' ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ [2.6.26.4] ἑκάστου ἀπαιτεῖ.
 [02282]  οὗτος γάρ σοι, φησί, δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν.
 [02283]  ἐὰν δὲ φωτισθῇ σοι τὰ πράγματα, [2.18.96.4] λαβὼν καὶ κτησάμενος ἰσχὺν ἐν γνώσει ποίει δύναμιν.
 [02318]  ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ.
 [02476]  ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ ἀμυντηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, ** συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς [2.20.122.2] ὑπὸ τοῦ λόγου λαμβάνει.
 [02486]  καὶ τῇδε ὠφελοίμεθ' ἄν, κατὰ δύναμιν προθυμότερον τὰ [2.20.124.3] μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι.
 [02568]  τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον εἰς [2.22.133.1] δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι.
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [04550]  τοῦτο γάρ ἐστι τὸ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, τὸ ἄξιον γενέσθαι τὴν δύναμιν τῆς χάριτος παρὰ τοῦ θεοῦ λαβεῖν <καὶ> ἀκωλύτως [4.22.138.5] ἀναδραμεῖν·
 [04557]  αὕτη γὰρ ἡ κατὰ δύναμιν ἐξομοίωσις πρὸς θεὸν τὸ φυλάττειν τὸν νοῦν ἐν τῇ κατὰ τὰ αὐτὰ [4.22.139.5] σχέσει·
 [04648]  ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωροῦσα ἀδιαλείπτως ἐξομοιοῦται κατὰ δύναμιν θεῷ.
 [05307]  μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα.
 [05543]  ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν [5.12.81.1] ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.
 [06039]  [5.14.131.1] Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων·
 [06067]  [5.14.135.1] Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν.
 [07051]  οὕτως δύναμιν λαβοῦσα κυριακὴν ἡ ψυχὴ μελετᾷ εἶναι θεός, κακὸν μὲν οὐδὲν ἄλλο πλὴν ἀγνοίας εἶναι νομίζουσα καὶ τῆς μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργείας, ἀεὶ δὲ εὐχαριστοῦσα ἐπὶ πᾶσι τῷ θεῷ δι' ἀκοῆς δικαίας καὶ ἀναγνώσεως θείας, διὰ ζητήσεως ἀληθοῦς, διὰ προσφορᾶς ἁγίας, δι' εὐχῆς μακαρίας, αἰνοῦσα, ὑμνοῦσα, εὐλογοῦσα, ψάλλουσα·
 [07088]  οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ <ἐγ>καταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην [6.15.118.2] τροφὴν καὶ καλλιέλαιος γίνεται.
 [07157]  διανοιχθεῖσαι δὲ αἱ γραφαὶ καὶ τοῖς ὦτα ἔχουσιν ἐμφήνασαι τὸ ἀληθὲς αὐτὸ ἐκεῖνο, ὃ πέπονθεν ἡ σάρξ, ἣν ἀνείληφεν ὁ κύριος, δύναμιν θεοῦ καὶ σοφίαν [6.15.127.3] καταγγέλλουσιν.
 [07210]  αὐτίκα τὴν μὲν ζωτικὴν δύναμιν, ᾗ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ' ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὂν καὶ πάντῃ διά τε τῶν αἰσθήσεων καὶ τοῦ λοιποῦ σώματος [6.16.135.4] πορευόμενόν τε καὶ πρωτοπαθοῦν διὰ σώματος·
 [07211]  τὴν προαιρετικὴν δὲ τὸ ἡγεμονικὸν ἔχει δύναμιν, περὶ ἣν ἡ ζήτησις καὶ ἡ μάθησις καὶ ἡ γνῶσις.
 [07223]  ὅτι μόνος εἷς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γῆν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστῶνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα [6.16.137.3] ἐπὶ τὸν κατ' ἀλήθειαν ἔχοντες θεόν.
 [07234]  διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ' οὐσίαν λέγω) θείων καὶ [6.16.138.5] ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει.
 [07247]  ταύτῃ τοι ὁ κύριος τέταρτος ἀναβὰς εἰς τὸ ὄρος ἕκτος γίνεται καὶ φωτὶ περιλάμπεται πνευματικῷ, τὴν δύναμιν τὴν ἀπ' αὐτοῦ παραγυμνώσας εἰς ὅσον οἷόν τε ἦν ἰδεῖν τοῖς ὁρᾶν ἐκλεγεῖσι, δι' ἑβδόμης ἀνακηρυσσόμενος τῆς φωνῆς υἱὸς εἶναι θεοῦ, ἵνα δὴ οἳ μὲν ἀναπαύσωνται πεισθέντες περὶ αὐτοῦ, ὃ δέ, διὰ γενέσεως, ἣν ἐδήλωσεν ἡ ἑξάς, ἐπίσημος, ὀγδοὰς ὑπάρχων φανῇ, θεὸς ἐν σαρκίῳ τὴν δύναμιν ἐνδεικνύμενος, [6.16.140.4] ἀριθμούμενος μὲν ὡς ἄνθρωπος, κρυπτόμενος δὲ ὃς ἦν·
 [07267]  ἑπτὰ μέν εἰσιν οἱ τὴν μεγίστην δύναμιν ἔχοντες πρωτόγονοι ἀγγέλων ἄρχοντες, ἑπτὰ δὲ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τοὺς πλανήτας εἶναί φασιν ἀστέρας τὴν περίγειον διοίκησιν ἐπιτελοῦντας, ὑφ' ὧν κατὰ συμπάθειαν οἱ Χαλδαῖοι πάντα γίνεσθαι νομίζουσι τὰ περὶ τὸν θνητὸν βίον, παρ' ὃ καὶ περὶ τῶν μελλόντων λέγειν τινὰ ὑπισχνοῦνται, τῶν δὲ ἀπλανῶν ἑπτὰ μὲν αἱ πλειάδες, ἑπτάστεροι δὲ αἱ ἄρκτοι, καθ' ἃς αἱ γεωργίαι καὶ ναυτιλίαι συμπεραιοῦνται, ἡ [6.16.143.2] σελήνη τε δι' ἑπτὰ ἡμερῶν λαμβάνει τοὺς μετασχηματισμούς.
 [07317]  οἱ πλεῖστοι δὲ σὺν καὶ τοῖς φιλοσόφοις τὰς αὐξήσεις καὶ τὰς τροπὰς τοῖς ἄστροις κατὰ τὸ προηγούμενον ἀνατιθέασιν, ἀποστεροῦντες τὸ ὅσον ἐπ' [6.16.148.2] αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων.
 [07365]  παραδεξάμενοι δὲ τὸν θεμέλιον τῆς ἀληθείας, δύναμιν προσλαμβάνουσι προϊέναι πρόσω ἐπὶ τὴν ζήτησιν, κἀνθένδε ἀγαπῶσι μὲν μαθητευσάμενοι, γνώσεως δὲ ὀριγνώμενοι σπεύδουσιν [6.17.154.4] εἰς σωτηρίαν.
 [07456]  ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοὔνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ [6.18.166.3] ἔργα τοῦ θεοῦ.
 [07460]  ἀμέλει πόρρωθεν προμελετᾷ ὁ νόμος καὶ ἡ προφητεία, ἔπειτα δὲ ὁ πρόδρομος δείκνυσι τὸν παρόντα, μεθ' ὃν οἱ κήρυκες τῆς ἐπιφανείας τὴν δύναμιν [6.18.167.2] ἐκδιδάσκοντες μηνύουσιν.
 [07568]  αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι' ἔργων [7.3.13.3] εὐποιίαν.
 [07586]  <ὧν> ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος, τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν [7.3.16.4] ἀνθρώπων κατὰ δύναμιν·
 [07593]  καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν [7.3.17.3] καὶ ἣν δύναμιν καὶ ἣν λειτουργίαν εἰσφέρεται ἕκαστον.
 [07622]  ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ [7.3.21.3] καὶ εἰς δύναμιν ἀμειβόμενος δι' ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος.
 [07856]  οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὔθικτος μὲν κατὰ τὴν προσβολὴν τῆς θεωρίας, ἔμμονον δὲ τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν [7.7.44.7] τῆς ἐπιστήμης δριμύτητα.
 [07857]  ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος τῶν ἀντιστρατευομένων τῷ νῷ καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει·
 [07858]  [7.7.44.8] πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυνα μένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ' ὧν μάλιστα χρή, ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.
 [07885]  οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις.
 [08181]  οὕτως ὀξέως ἑπόμενος τῷ καλοῦντι κατὰ τὴν ἔξοδον ὡς ἐκεῖνος καλεῖ, προάγων ὡς εἰπεῖν διὰ τὴν ἀγαθὴν συνείδησιν, σπεύδων ἐπὶ τὸ εὐχαριστῆσαι κἀκεῖ, σὺν Χριστῷ γενόμενος, ἄξιον ἑαυτὸν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ τὴν διὰ τοῦ Χριστοῦ [7.12.79.5] χορηγουμένην.
 [08267]  ἐποιήθητε ὡς εἰπεῖν ὑπ' αὐτοῦ δίκαιοι εἶναι ὡς αὐτός, καὶ τῷ πνεύματι τῷ ἁγίῳ ὡς [7.14.87.2] ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε.
 [08430]  καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς·
 [08532]  ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει.
 [08561]  οὐ μὴν οἵ [8.4.10.5] γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν.
 [08777]  μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα.
 [08783]  [8.9.32.1] Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα [8.9.32.2] τοῦ πάσχοντος.
 [08784]  παρὰ μὲν τὴν ποιὰν δύναμιν·
 [08803]  μάλιστα δὲ τὸ ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι <πρὸς τὸ συνεργὸν> τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»