000-00-00 Serial Number=0676458597
[00011]
|
εὐλογείτω πᾶσα δύναμις τὸν κύριον.
|
[00142]
|
ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά, φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων, διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις τοῦτο τὸ πῦρ.
|
[00146]
|
διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπαυσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ [26.4] φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον.
|
[00147]
|
πῦρ οὖν ὅταν λέγηται ὁ θεὸς καταναλίσκον, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, [26.5] ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν.
|
[00156]
|
ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν μωρία, τοῖς δὲ σκάνδαλον, ὀλίγοις δὲ σοφία οὕτως καὶ δύναμις εὑρίσκεται [27.7] θεοῦ·
|
000-00-00 Serial Number=0354150236
[00014]
|
δύναμις γὰρ οἱ λόγοι τοῦ Κυρίου.
|
[00023]
|
δύναμις γὰρ ἦν τοῦ Πατρός.
|
[00033]
|
Καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ' ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ Σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι·
|
[00147]
|
Μή τι οὖν ἡ θεία δύναμις διήκουσα τὴν ψυχὴν ἁγιάζει αὐτὴν κατὰ τὴν τελευταίαν προκοπήν;
|
[00149]
|
ἡ γὰρ δύναμις οὐ κατ' οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν·
|
[00474]
|
Ἡ δύναμις δὲ τῆς μεταβολῆς τοῦ βαπτισθέν τος οὐ περὶ τὸ σῶμα (ὁ αὐτὸς γὰρ ἀναβαίνει), ἀλλὰ [4.77.3] περὶ ψυχήν.
|
000-00-00 Serial Number=0979461551
[00228]
|
Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική.
|
000-00-00 Serial Number=0315868914
[00024]
|
ἡμεῖς δέ, ὅση δύναμις, ὡς ὅτι ἐλάχιστα ἁμαρτάνειν πειρώμεθα·
|
[00478]
|
ἡ γὰρ ἐν τούτῳ δύναμις, θρομβοῦσα τοῦ αἵματος τὴν φύσιν, ὃν τρόπον ἡ πυτία συνίστησι τὸ γάλα, οὐσίαν ἐργάζεται μορφώσεως·
|
[00628]
|
Αὕτη τοῦ παιδαγωγοῦ ἡ δύναμις ἡ σεμνή, ἡ παρακλητική, ἡ σωτήριος.
|
[01175]
|
Ἀφεκτέον τοίνυν τούτων, οὐ δεδιότας οὐ γάρ ἐστί τις ἐν αὐτοῖς δύναμις διὰ δὲ τὴν συνείδησιν τὴν ἡμετέραν ἁγίαν οὖσαν καὶ τῶν δαιμονίων διὰ τὴν βδελυρίαν, οἷς ἐπικατωνόμασται, μυσαττομένους, καὶ προσέτι διὰ τὴν τῶν ὀλισθηρῶς τὰ πολλὰ ὑπολαμβανόντων ὑδαρότητα, οἷς ἡ συνείδησις ἀσθενοῦσα μολύνεται.
|
[03165]
|
[3.12.85.4] Ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ' ἀρετὴν ἀνυπέρβλητος.
|
000-00-00 Serial Number=0107122898
[00721]
|
Τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ [4.63.2] στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
|
[00725]
|
[4.63.3] Ὅση γε ἡ δύναμις τοῦ θεοῦ.
|
[01254]
|
[10.110.1] Τάχει μὲν δὴ ἀνυπερβλήτῳ εὐνοίᾳ τε εὐπροσίτῳ ἡ δύναμις ἡ θεϊκὴ ἐπιλάμψασα τὴν γῆν σωτηρίου σπέρματος ἐνέπλησε τὸ πᾶν.
|
[01373]
|
Τοῦτό εἰμι ἐγώ, τοῦτο βούλεται ὁ θεός, τοῦτο συμφωνία ἐστί, τοῦτο ἁρμονία πατρός, τοῦτο υἱός, τοῦτο Χριστός, τοῦτο ὁ λόγος τοῦ θεοῦ, βραχίων κυρίου, δύναμις τῶν ὅλων, τὸ θέλημα τοῦ πατρός.
|
000-00-00 Serial Number=0019432724
[00127]
|
[1.1.14.3] ἔστι μὲν οὖν τινα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ ἃ νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις.
|
[00196]
|
∆ανιὴλ δὲ ὁ προφήτης τὸ μυστήριον φησὶν ὃ ὁ βασιλεὺς ἐρωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ' ἔστι θεὸς ἐν οὐρανῷ [1.4.25.4] ἀποκαλύπτων.
|
[00709]
|
φιλοσοφία δὲ οὐκ ἀπεστάλη ὑπὸ κυρίου, ἀλλ' ἦλθε, φασί, κλαπεῖσα ἢ παρὰ κλέπτου δοθεῖσα, εἴτ' οὖν δύναμις ἢ ἄγγελος μαθών τι τῆς ἀληθείας καὶ μὴ καταμείνας ἐν αὐτῇ, ταῦτα ἐνέπνευσε καὶ κλέψας ἐδίδαξεν, οὐχὶ μὴ εἰδότος τοῦ κυρίου τοῦ καὶ τὰ τέλη τῶν ἐσομένων πρὸ καταβολῆς τοῦ <κόσμου καὶ τοῦ> ἕκαστον [1.17.81.5] εἶναι ἐγνωκότος, ἀλλὰ μὴ κωλύσαντος·
|
[00714]
|
ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτῳ καὶ ἡ αἰτία τοῦ συμβαίνοντος [1.17.82.3] προσάπτεται.
|
[00875]
|
αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ' ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχεί ρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς [1.20.100.2] φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος.
|
[01206]
|
ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα <καὶ> ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται;
|
[01370]
|
τούτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, [1.26.169.4] δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ.
|
[01396]
|
ἀμφοῖν γὰρ ἡ δύναμις οἰκονομεῖ σωτηρίαν, ἣ μὲν κολάσει σωφρονίζουσα ὡς κυρία, ἣ δὲ δι' εὐποιίας χρηστευομένη ὡς [1.27.173.6] εὐεργέτις.
|
[01403]
|
ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον, καὶ ὃν ἐγέννησε φόβον ὁ νόμος, ἐλεήμων οὗτος εἰς σωτηρίαν.
|
[01416]
|
αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον [1.28.178.1] ἔστι φαίνεσθαι.
|
[01417]
|
διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
|
[01435]
|
[1.29.181.1] θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ [1.29.181.1] ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν.
|
[01465]
|
φησὶ γὰρ ἐν τῷ ὁράματι τῷ Ἑρμᾷ ἡ δύναμις ἡ φανεῖσα·
|
[01491]
|
καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποπτικῇ τῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἁπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ.
|
[01865]
|
διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειαν·
|
[01932]
|
[2.11.52.7] φέρε οὖν εἰ ὁ κύριος ἀλήθεια καὶ σοφία καὶ δύναμις θεοῦ, ὥσπερ οὖν ἐστι, δειχθείη ὅτι τῷ ὄντι γνωστικὸς ὁ τοῦτον ἐγνωκὼς καὶ τὸν πατέρα τὸν αὐτοῦ δι' αὐτοῦ·
|
[01947]
|
πίστις δὲ ἰσχὺς εἰς σωτηρίαν καὶ [2.12.54.1] δύναμις εἰς ζωὴν αἰώνιον.
|
[02131]
|
καὶ σύνεσις ἐπιστήμη συμβλητοῦ ἢ σύμβλησις ἀμετάπτωτος ἢ συμβλητικὴ δύναμις ὧν φρόνησίς ἐστι καὶ ἐπιστήμη, καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον·
|
[02399]
|
ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.
|
[02719]
|
οὐ διδάσκει δ' αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει [3.1.4.3] σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεία χάρις.
|
[03164]
|
τοσαύτη ἦν αὐτῷ ἐγκρατείας δύναμις, ὥστε καὶ μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν.
|
[03241]
|
[3.10.69.2] μεθ' ὧν ἡ πανεπίσκοπος τοῦ θεοῦ δύναμις ἀμερῶς μεριστή.
|
[04781]
|
θεὸν χρὴ μιμεῖσθαι εἰς ὅσον δύναμις τῷ γνωστικῷ.
|
[04824]
|
[5.1.4.2] ἐὰν γάρ τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ' αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι [5.1.4.3] μαθήσει ἢ καὶ μιμήσει τούτου.
|
[05575]
|
[5.13.83.5] θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν [5.13.84.1] ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.
|
[06475]
|
ἡ <γὰρ> τοῦ λόγου δύναμις, ῥῆμα κυρίου φωτεινόν, ἀλήθεια οὐρανόθεν ἄνωθεν ἐπὶ τὴν συναγωγὴν τῆς ἐκκλησίας ἀφιγμένη, διὰ φωτεινῆς τῆς προσεχοῦς διακονίας ἐνήργει.
|
[06581]
|
μεμνήμεθα γὰρ ὅτι δύναμις τοῦ θεοῦ ἐστιν ὁ κύριος·
|
[06582]
|
καὶ οὐκ ἄν ποτε ἀσθενήσαι [6.6.47.4] δύναμις.
|
[06584]
|
οὐ γὰρ ἐνταῦθα μόνον ἡ δύναμις ἡ ἐνεργητικὴ φθάνει, πάντῃ δέ ἐστι καὶ ἀεὶ ἐργάζεται.
|
[06803]
|
[6.9.78.2] Καθόλου γὰρ ἐν τῷ τρεπομένῳ τὸ ἄτρεπτον ἀδύνατον λαβεῖν πῆξιν καὶ σύστασιν, ἐν τροπῇ δὲ τῇ συνεχεῖ, καὶ διὰ τοῦτο ἀστάτου [6.9.78.3] τοῦ ἡγεμονικοῦ γινομένου, ἡ ἑκτικὴ δύναμις οὐ σῴζεται.
|
[06994]
|
ναὶ μὴν καθάπερ τῷ Μωυσεῖ ἐκ τῆς δικαιοπραγίας καὶ τῆς κατὰ τὸ συνεχὲς πρὸς τὸν θεὸν τὸν λαλοῦντα αὐτῷ ὁμιλίας ἐπίχροιά τις ἐπεκάθιζε τῷ προσώπῳ δεδοξασμένη, οὕτως καὶ τῇ δικαίᾳ ψυχῇ θεία τις ἀγαθωσύνης δύναμις κατά τε ἐπισκοπὴν κατά τε τὴν προφητείαν κατά τε τὴν διοικητικὴν ἐνέργειαν ἐγχριπτομένη οἷον ἀπαυγάσματος νοεροῦ καθάπερ ἡλιακῆς ἀλέας ἐναποσημαίνεταί τι, δικαιοσύνης σφραγῖδα ἐπιφανῆ, φῶς ἡνωμένον ψυχῇ δι' ἀγάπης [6.12.104.2] ἀδιαστάτου, θεοφορούσης καὶ θεοφορουμένης.
|
[07123]
|
εἰ γὰρ περὶ πᾶν ζήτημα καθολικὰ ταῦτα εὑρίσκεται πρόσωπόν τε καὶ πρᾶγμα, ἡ ὄντως ἀλήθεια παρ' ἡμῖν δείκνυται μόνοις, ἐπεὶ πρόσωπον μὲν τῆς δεικνυμένης ἀληθείας ὁ υἱὸς τοῦ θεοῦ, τὸ πρᾶγμα δὲ ἡ δύναμις τῆς πίστεως ἡ καὶ παντὸς οὑτινοσοῦν ἐναντιουμένου καὶ αὐτοῦ ὅλου ἐνισταμένου τοῦ κόσμου [6.15.122.3] πλεονάζουσα.
|
[07177]
|
ἦ γὰρ οὐχὶ καὶ ἐν τῇ ὁράσει τῷ Ἑρμᾷ ἡ δύναμις ἐν τῷ τύπῳ τῆς ἐκκλησίας φανεῖσα ἔδωκεν τὸ βιβλίον εἰς μεταγραφήν, ὃ τοῖς ἐκλεκτοῖς ἀναγγελῆναι ἐβούλετο;
|
[07193]
|
δάκτυλος γὰρ θεοῦ δύναμις νοεῖται θεοῦ, δι' ἧς ἡ κτίσις τελειοῦται οὐρανοῦ καὶ γῆς, [6.16.133.2] ὧν ἀμφοῖν αἱ πλάκες νοηθήσονται σύμβολα.
|
[07281]
|
τῇ δ' ἐνάτῃ ἔτι μὲν δύναται, μετριώτερα δ' αὐτοῦ πρὸς μεγάλην ἀρετὴν σῶμά τε καὶ δύναμις·
|
[07318]
|
τὰ δὲ στοιχεῖα καὶ τὰ ἄστρα, τουτέστιν αἱ δυνάμεις αἱ διοικητικαί, προσετάγησαν ἐκτελεῖν τὰ εἰς οἰκονομίαν ἐπιτήδεια, καὶ αὐτά τε πείθεται ἄγεταί τε πρὸς τῶν ἐπιτεταγμένων αὐτοῖς, ᾗ ἂν ἡγῆται τὸ ῥῆμα κυρίου, ἐπείπερ ἡ θεία δύναμις ἐπικεκρυμμένως πάντα ἐνεργεῖν πέφυκεν.
|
[07361]
|
καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἔξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως [6.17.153.4] ἐννοήσῃ δίδοσθαι.
|
[07366]
|
ταύτῃ φησὶν ἡ γραφὴ πνεῦμα αἰσθήσεως δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ' ἢ φρόνησίς ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοίου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική.
|
[07385]
|
πρὸς γὰρ τῶν ἀγαθῶν χρῆσιν ἀνδρῶν ἡ τῶν θεοδωρήτων δύναμις [6.17.157.4] πέφυκεν.
|
[07411]
|
ἥ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν [6.17.160.3] ἀνθρωπείων ἀγαθῶν.
|
[07418]
|
καὶ δι' ἀγγέλων γὰρ ἡ θεία δύναμις παρέχει τὰ ἀγαθά, εἴτ' οὖν ὁρωμένων εἴτε καὶ μή.
|
[07420]
|
ὁτὲ δὲ καὶ κατὰ τὰς ἐπινοίας τῶν ἀνθρώπων καὶ τοὺς ἐπιλογισμοὺς ἐμπνεῖ τι καὶ ἡ δύναμις καὶ ἐντίθησι ταῖς φρεσὶν ἰσχύν τε καὶ συναίσθησιν ἀκριβεστέραν, μένος τε καὶ θάρσος προθυμίας ἐπί τε τὰς ζητήσεις [6.17.161.4] ἐπί τε τὰ ἔργα παρέχουσα.
|
[07463]
|
καὶ τὴν μὲν φιλοσοφίαν τὴν Ἑλληνικὴν ἐὰν ὁ τυχὼν ἄρχων κωλύσῃ, οἴχεται παραχρῆμα, τὴν δὲ ἡμετέραν διδασκαλίαν ἔκτοτε σὺν καὶ τῇ πρώτῃ καταγγελίᾳ κωλύουσιν ὁμοῦ βασιλεῖς καὶ τύραννοι καὶ οἱ κατὰ μέρος ἄρχοντες καὶ ἡγεμόνες μετὰ τῶν μισθοφόρων ἁπάντων, πρὸς δὲ καὶ τῶν ἀπείρων ἀνθρώπων, καταστρατευόμενοί τε ἡμῶν καὶ ὅση δύναμις [6.18.167.5] ἐκκόπτειν πειρώμενοι·
|
[07530]
|
δύναμις γὰρ τοῦ θεοῦ ὁ υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ σοφία αὐτοῦ κυρίως ἂν καὶ διδάσκαλος λεχθείη τῶν δι' αὐτοῦ πλασθέντων.
|
[07542]
|
οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος ὁ υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως [7.2.8.6] δύναμις, ἄληπτος αἰσθήσει.
|
[07589]
|
οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.
|
[07788]
|
ἀλλὰ καὶ τὸ εὐπαθὲς τοῦ ἀέρος καὶ ἡ ὀξυτάτη συναίσθησις τῶν ἀγγέλων ἥ τε τοῦ συνειδότος ἐπαφωμένη τῆς ψυχῆς δύναμις δυνάμει τινὶ ἀρρήτῳ καὶ [7.7.37.3] ἄνευ τῆς αἰσθητῆς ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει·
|
[07790]
|
φθάνει δὲ ἡ θεία δύναμις, καθάπερ φῶς, ὅλην διιδεῖν τὴν ψυχήν.
|
[08260]
|
ἀλλὰ ἀπελούσασθε, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε, εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, ἐπὶ δικαίους καὶ ἀδίκους τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος [7.14.86.6] ἐπιλάμποντες·
|
[08432]
|
ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων [7.16.105.3] τῆς σοφίας.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»