Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διανοίας [37]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διανοίας


000-00-00 Serial Number=0866263866
Paedagogus Ante [Go Back]  
 [00114]  Καὶ τὰ ἀρνία δέ μου, ὅταν λέγῃ, στήτω ἐκ δεξιῶν, τοὺς ἀφελεῖς αἰνίττεται, παῖδας ὡς ἄρνας, οὐκ ἄνδρας ὡς πρόβατα ὄντας κατὰ γένος, τὰ δὲ ἀρνία προνομίας ἠξίωσεν, τὴν ἐν ἀνθρώποις ἁπαλότητα καὶ ἁπλότητα τῆς διανοίας, τὴν ἀκακίαν, προτιμῶν.
 [00672]  παιδαγωγὸς γὰρ ἅτε ἀγαθὸς ἐντέχνως σφόδρα διὰ τῆς λοιδορίας ὑποδύεται τὸν ψόγον, οἱονεὶ μάστιγι τῇ βλασφημίᾳ τὸ νωθρὸν τῆς διανοίας ἐπεγείρων, πάλιν τε αὖ ἐν [1.8.66.3] μέρει προτρέπειν ἐπιχειρεῖ τοὺς αὐτούς.
 [01554]  Καὶ γὰρ ἁρμονίας παραδεκτέον τὰς σώφρονας, ἀπωτάτω ὅτι μάλιστα ἐλαύνοντας τῆς ἐρρωμένης ἡμῶν διανοίας τὰς ὑγρὰς ὄντως ἁρμονίας, αἳ περὶ τὰς καμπὰς τῶν φθόγγων κακοτεχνοῦσαι εἰς θρύψιν καὶ βωμολοχίαν ἐκδιαιτῶνται·
 [01559]  Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθους ῥεόντων οὐχ οἷόν τέ ἐστι γελοίους τινὰς προέσθαι λόγους, μὴ οὐχὶ ἀπὸ γελοίου ἤθους φερομένους.
 [01561]  καρπὸς [2.5.45.2] διανοίας ὁ λόγος ἐστίν.
 [01939]  [2.9.81.1] Ἐρυγαὶ δὲ οἰνοβαρούντων καὶ τῶν ἀποσεσαγμένων ταῖς τροφαῖς οἱ ῥωχμοὶ καὶ τὸ ῥέγχειν τοῖς στρώμασιν ἐνειλημένον γαστέρων τε στενοχωρουμένων βορβορυγμοὶ τὸ διορατικὸν τῆς ψυχῆς [2.9.81.2] κατέχωσαν ὄμμα φαντασιῶν μυρίων τῆς διανοίας ἐμπιμπλαμένης.
 [02191]  [2.10βις.107.5] τὰ γὰρ περιττὰ ταῦτα καὶ διαφανῆ ἔλεγχός ἐστι διανοίας οὐκ ἐρρωμένης, ὀλίγῳ παραπετάσματι τὴν αἰσχύνην τοῦ σώματος προαγωγεύοντα.
 [02398]  ἀνενδεὴς δὲ μόνος ὁ θεὸς καὶ χαίρει μάλιστα μὲν καθαρεύοντας ἡμᾶς ὁρῶν τῷ τῆς διανοίας κόσμῳ, ἔπειτα δὲ καὶ τῷ τοῦ σώματος, ἁγνὴν στολήν, σωφροσύνην, περιβεβλημένους.
 [02918]  Τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι' ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον [3.11.54.2] τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα.
 [03072]  τῆς δὲ ἑκάστου τῶν ἀνθρώπων διανοίας [3.11.75.3] μίμησίς ἐστιν ἡ τοῦ βίου προαίρεσις.
 [03079]  Πᾶν γὰρ διχηλοῦν καὶ μαρυκώμενον καθαρόν ἐστιν, ὅτι τὸ διχηλοῦν δικαιοσύνην ἐμφαίνει τὴν ἰσοστάσιον μηρυκάζουσαν τὴν οἰκείαν δικαιοσύνης τροφήν, τὸν λόγον ἔκτοσθεν μὲν εἰσιόντα κατὰ ταὐτὰ τῇ τροφῇ διὰ κατηχήσεως, ἔνδοθεν δὲ ἀναπεμπόμενον ὥσπερ ἐκ κοιλίας τῆς διανοίας εἰς [3.11.76.2] ἀνάμνησιν λογικήν.
000-00-00 Serial Number=0680486381
Quis dives salvetur Ante [Go Back]  
 [00065]  ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπ' αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπ' αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων, εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα, ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπ' αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆ ρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.
000-00-00 Serial Number=0563197255
Stromata Ante [Go Back]  
 [01223]  ἑκάστου δὲ ἐν μέρει κατ' ἰδίαν ἑκάστην ἑρμηνεύσαντος προφητείαν συνέπνευσαν αἱ πᾶσαι ἑρμηνεῖαι συναντιβληθεῖσαι καὶ τὰς διανοίας καὶ τὰς λέξεις·
 [01392]  τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.
 [01574]  ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει·
 [01582]  εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ [2.4.17.4] ἄνευ προλήψεως.
 [01999]  [2.13.59.6] Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του·
 [02188]  ἀρχὴ οὖν σοφίας θεοσέβεια, σύνεσις δὲ [2.18.84.2] ἁγίων προμήθεια, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.
 [02350]  οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνται·
 [02598]  ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς ὁδοὺς αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς κύριον, καὶ ἐλεηθήσεται [2.22.136.1] ἕως καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
 [05339]  [5.9.58.6] πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οὔθ' οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλ' οὐδ' οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἠρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρός τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι, ἀλλ' ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα.
 [05473]  πρώτη μὲν γὰρ ἡ δι' ὄψεως τῶν καλῶν ἡμέρα, δευτέρα δὲ ἡ ψυχῆς <τῶν> ἀρίστων ἐπιθυμία, τῇ τρίτῃ δὲ ὁ νοῦς τὰ πνευματικὰ διορᾷ, διοιχθέντων τῶν τῆς διανοίας ὀμμάτων πρὸς τοῦ τῇ τρίτῃ ἡμέρᾳ διαναστάντος διδασκάλου.
 [05478]  ἐντεῦθεν ὁ ἀπόστολος βλέπομεν νῦν ὡς δι' ἐσόπτρου φησί, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, κατὰ μόνας ἐκείνας τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους [5.11.74.2] τῆς διανοίας ἐπιβολάς.
 [06145]  παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ' ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς [6.2.4.4] καθ' ἑαυτῶν παραστήσωμεν τοὺς Ἕλληνας·
 [06327]  χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.
 [06389]  ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια [6.2.25.2] ἄντικρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται·
 [06765]  οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ' ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ' ἐν ἕξει ἀσκήσεως ἀεὶ [6.9.71.4] μένοντες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν.
 [07187]  εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ' οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ' ὃ μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορῶσι, τὸν [6.15.132.4] μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες.
 [07745]  καὶ γάρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καὶ τῆς [7.6.32.5] διανοίας ἁπάσης τῷ θεῷ.
 [07920]  ὀμνύναι γάρ ἐστι τὸ ὅρκον ἢ [7.8.51.1] * ὡς ἂν ὅρκον ἀπὸ διανοίας προσφέρεσθαι παραστατικῶς.
 [08095]  ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ [7.12.71.6] ἐνέργημα τερπνὸν ὑφορᾶται;
 [08622]  καὶ τὸ μὲν δόγμα ἐστὶ κατάληψίς τις λογική, κατάληψις δὲ ἕξις καὶ συγκατάθεσις τῆς διανοίας.
 [08646]  [8.6.19.2] οὔτ' αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων ὧν ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους <ὅρους> εἶναί φαμεν·
 [08661]  εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν, ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.
 [08674]  τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως <καὶ φυγῆς>, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοσθένειαν μετοκλαζούσης τεκμήρια.
 [08698]  τῶν δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης ὁμωνυμεῖ, ὡς Αἴας ὁ Λοκρὸς καὶ ὁ Σαλαμίνιος, τὰ δὲ ἀπὸ διανοίας, καὶ τούτων τὰ μὲν καθ' ὁμοιότητα, ὡς ἄνθρωπος τό τε ζῷον καὶ ὁ γεγραμμένος, τὰ δὲ κατὰ ἀναλογίαν, ὡς πόδες Ἴδης καὶ οἱ ἡμέτεροι πόδες διὰ τὸ κατωτέρω εἶναι, τὰ δὲ κατ' ἐνέργειαν, ὡς ποὺς πλοίου, δι' οὗ τὸ πλοῖον πλεῖ, καὶ ποὺς ὁ [8.8.24.9] ἡμέτερος, δι' οὗ κινούμεθα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»