Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δυνατὸν [29]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δυνατὸν


000-00-00 Serial Number=0351794958
Fragmenta Ante [Go Back]  
 [00285]  μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπι πόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν.
 [00309]  οὐ γὰρ εἶναι δυνατὸν τὸν ὑπὲρ τὰ ὄντα κατὰ τὰ ὄντα τῶν ὄντων ἀντιλαμβάνεσθαι, ἀλλ' ὡς ἴδια θελήματα γινώσκειν αὐτὸν τὰ ὄντα φαμέν, προσθέντες καὶ τοῦ λόγου τὸ εὔλογον.
000-00-00 Serial Number=0052262247
Paedagogus Ante [Go Back]  
 [00284]  Καθ' ὅσον μὲν οὖν δυνατὸν ἐν τῷδε τῷ κόσμῳ, ὃν ἐσχάτην ἡμέραν ᾐνίξατο εἰς τότε τηρούμενον ὅτε παύσεται, τελείους ἡμᾶς γενέσθαι πιστεύομεν.
 [02240]  Καίτοι δυνατὸν ἀποφθέγξασθαι μάλα κοσμίως τὴν ἀστείαν ἐκείνην φωνὴν πρὸς τὸν εἰπόντα·
000-00-00 Serial Number=0212762237
Protrepticus Ante [Go Back]  
 [01009]  Θεοσέβεια δὲ ἐξομοιοῦσα τῷ θεῷ κατὰ τὸ δυνατὸν τὸν ἄνθρωπον κατάλληλον ἐπιγράφεται διδάσκαλον θεὸν τὸν καὶ μόνον ἀπεικάσαι κατ' ἀξίαν δυνάμενον ἄνθρωπον θεῷ.
000-00-00 Serial Number=0133056700
Quis dives salvetur Ante [Go Back]  
 [00012]  ἅπαντα τὸν δυνατὸν τρό πον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς [1.5] ἀναιρήσεται.
 [00015]  οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκ δύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε [2.3] ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται.
 [00216]  [21.1] Ὁ δὲ κύριος ἀποκρίνεται διότι τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ.
 [00439]  θεῷ γὰρ μόνῳ δυνατὸν ἄφεσιν ἁμαρτιῶν παρασχέσθαι καὶ μὴ λογίσασθαι παραπτώματα.
 [00462]  [41.1] ∆ιὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην.
000-00-00 Serial Number=0604290009
Stromata Ante [Go Back]  
 [00618]  ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι' ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν ἄλλως ἢ μόνῳ τῷ νῷ.
 [00815]  ὧν δὴ κἀγὼ κατά γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι.
 [01320]  [1.24.163.2] τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου [1.24.163.3] βωμός ἐστι, πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον [1.24.163.4] αὐτοῖς τῆς ὁδοῦ.
 [01473]  μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ [2.2.4.4] ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ.
 [02170]  σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ ** θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθ' ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν [2.18.81.1] ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.
 [02991]  πῶς δέ ἐστι δυνατὸν ἡττηθέντα τῶν τοῦ σώματος ἡδονῶν ἐξομοιοῦσθαι τῷ κυρίῳ ἢ γνῶσιν ἔχειν θεοῦ;
 [03639]  οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δι' ἀγάπης πιστόν, τῷ δ' αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει [4.4.13.3] θεόν.
 [04626]  τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν·
 [04650]  διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἐπ' [4.24.153.2] ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφ' ἡμῖν.
 [04857]  οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γίνεσθαι πλὴν ὀλίγων·
 [05433]  ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας ἀεὶ τοῖς πλησιάζουσι καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δ' αὐτοὺς ὡς [5.11.69.3] δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς ξυνοῦσι παρέχοντας·
 [05479]  δυνατὸν δὲ κἀν τῷ διαλέγεσθαι τὸ καταμαντεύεσθαι τοῦ θεοῦ, ἐὰν ἐπιχειρῇ τις ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπ' αὐτὸ ὅ ἐστιν ἕκαστον ὁρμᾶν καὶ μὴ ἀποστατεῖν τῶν ὄντων, πρὶν <ἄν>, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ.
 [05748]  ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος [5.14.100.6] Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων·
 [05751]  θεῷ δὲ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας (ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος ποιῆσαι, φησίν, [5.14.101.2] θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος, ἐκ ∆ιὸς ἀρχώμεσθα εἰπών, τὸν οὐδέποτ', ἄνδρες, ἐῶμεν ἄρρητον·
 [06471]  νεφέλης δ' οὔσης καὶ ὄρους ὑψηλοῦ πῶς οὐ δυνατὸν διάφορον ἦχον ἐξακούεσθαι, πνεύματος κινουμένου διὰ τῆς ἐνεργούσης αἰτίας;
 [06583]  οὕτως οἶμαι δείκνυσθαι ἀγαθὸν μὲν τὸν θεόν, δυνατὸν δὲ τὸν κύριον σῴζειν μετὰ δικαιοσύνης καὶ ἰσότητος τῆς πρὸς τοὺς ἐπιστρέφοντας εἴτε ἐνταῦθα εἴτε καὶ ἀλλαχόθι.
 [07543]  οὐ γὰρ ὃ ἦν, τοῦτο ὤφθη τοῖς χωρῆσαι μὴ δυναμένοις διὰ τὴν ἀσθένειαν τῆς σαρκός, αἰσθητὴν δὲ ἀναλαβὼν σάρκα τὸ δυνατὸν ἀνθρώποις κατὰ τὴν ὑπακοὴν τῶν ἐντολῶν δείξων ἀφίκετο.
 [08015]  [7.11.63.1] Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκειν βιαζόμενος, τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ' ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ' ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα, μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη, [7.11.63.2] εἰς κατάληψιν δὲ ἐλπιζόμενα.
 [08545]  εἶναι δὲ <δυνατὸν> τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων δὲ τῶν ἔργων αὐτῆς, οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ [8.4.9.2] δυνάμεων ἢ ἁπλῶς εἰπεῖν ἓν τῶν ὑπαρχόντων τοῖς οὖσιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»