000-00-00 Serial Number=0423068345
[01968]
|
οὐ μέντοι τῇδε τῇ ἐξηγήσει τῶν συμβολικῶς εἰρημένων συγκατατίθεμαι.
|
[03062]
|
ἔστω, φησί, καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ τὰ μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι [3.11.74.4] τοῖς ἀκολάστοις ἐλπίδος.
|
000-00-00 Serial Number=0647585154
[00184]
|
μόνῳ γάρ, οἶμαι, τῷ πιστεύοντι, διακεκριμένῳ τέλεον τῶν ἄλλων τῶν πρὸς τῆς γραφῆς θηρίων εἰρημένων, ἐπαναπαύεται τὸ κεφάλαιον [1.3.23.3] τῶν ὄντων, ὁ χρηστὸς καὶ ἥμερος λόγος, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
|
[00257]
|
[1.5.30.3] Τῶν εἰρημένων μαρτυρίαν παρέξει ἡ γραφὴ διὰ τῶνδε·
|
[00271]
|
ἔχοις δ' ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἰούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν [1.5.32.1] ἐξέκλινεν, σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν.
|
[02995]
|
ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
|
[03227]
|
τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι;
|
[05088]
|
[5.5.30.1] Αὐτίκα ἐπιτομὴν τῶν περὶ δικαιοσύνης εἰρημένων Μωυσεῖ ὁ Πυθαγόρας πεποίηται λέγων ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ παρέρχεσθαι τὸ πρὸς τὰς διανομὰς ἴσον, τιμῶντας τὴν δικαιοσύνην, [5.5.30.2] ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ·
|
[05322]
|
ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ' ἐπικρύψεως εἰρημένων.
|
[06115]
|
πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις.
|
[07363]
|
οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν [6.17.154.2] προσαγομένην τὴν τῶν ὄντων φύσιν·
|
[08452]
|
ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»