Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὖ [123]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὖ


000-00-00 Serial Number=0772392571
Eclogae propheticae Ante [Go Back]  
 [00168]  Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι.
 [00183]  [36.2] ἐπειδὰν δὲ εὖ ἔχειν αὐτῷ δοκῇ, τότε δὴ καὶ εἰς τὰς τῶν πέλας ζητή σεις καθιέναι·
000-00-00 Serial Number=0698245287
Fragmenta Ante [Go Back]  
 [00301]  ∆υνατὸς ἦν ὁ πατὴρ ποιῆσαι μηδένα πένητα, ἀλλὰ τὸ εὖ ποιεῖν ἂν περιῃρεῖτο, συμπάσχειν οὐδεὶς ἠξίου.
000-00-00 Serial Number=0113985479
Paedagogus Ante [Go Back]  
 [01101]  Καὶ ἐπεὶ τῶν ἀναγκαίων τὰ μὲν πρὸς τὸ ζῆν ἐστι τὸ ἐνταῦθα μόνον, τὰ δὲ ἔνθεν πρὸς τὸ εὖ ζῆν ἐκεῖσε ἀναπτεροῖ, ἀναλόγως καὶ τῶν καθηκόντων τὰ μὲν πρὸς τὸ ζῆν, τὰ δὲ πρὸς τὸ εὖ ζῆν διατάττεται.
 [01102]  Ὅσα μὲν οὖν πρὸς τὸ ἐθνικὸν ζῆν παραγγέλλεται, ταῦτα καὶ παρὰ τοῖς πολλοῖς δεδήμευται, ἃ δὲ πρὸς τὸ εὖ ζῆν ἁρμόττει, ἐξ ὧν τὸ ἀίδιον ἐκεῖνο περιγίνεται ζῆν, ταῦτα δὲ ἐν ὑπογραφῆς μέρει ἐξ αὐτῶν ἀναλεγομένοις τῶν γραφῶν ἐξέστω σκοπεῖν.
 [01164]  Ἀσώτους τ' αὐτοὺς οἱ καλέσαντες πρῶτοι εὖ μοι δοκοῦσιν αἰνίττεσθαι τὸ τέλος αὐτῶν, ἀσώστους αὐτοὺς κατὰ ἔκθλιψιν τοῦ σίγμα στοιχείου νενοηκότες.
 [01276]  εὖ τοῦτο ὑπομιμνῄσκει τοῦ προειρημένου λόγου, ὡς οὐ τὰ λάχανα ἡ ἀγάπη, μετὰ δὲ ἀγάπης τὰ δεῖπνα παραληπτέα.
 [01351]  ὡς γὰρ ὀφθαλμοὺς οὐκ ἄν τις εὖ φρονῶν πρὶν ἢ ἐπὶ τὸν ὕπνον ἰέναι ἀξιώσειε μύειν, οὕτως οὐδὲ τὸν λόγον ἀπεῖναι τοῦ συμποσίου ὀρθῶς ἄν τις βουληθείη οὐδὲ προκατακοιμίζειν αὐτὸν τῶν πράξεων ἐπιτηδεύσαι ἂν καλῶς.
 [01519]  Πᾶσαν δὲ ἁπαξαπλῶς ἀνελεύθερον ὄψιν τε καὶ ἀκοὴν καὶ συνελόντι φάναι αἴσθησιν ἀκρασίας αἰσχράν, τὴν ὡς ἀληθῶς ἀναισθησίαν, ἐκκοπτέον εὖ μάλα, τὴν ἐν ὄμμασιν καὶ ἐν ὠσὶν γαργαλίζουσαν καὶ ἀποθηλύνουσαν ἡδονὴν εὐλαβουμένους·
 [01578]  ἀποδέχομαι γὰρ εὖ μάλα ἐκεῖνον προσώποις μειδιῶντα ὃς ἐφαίνετο μειδιόων βλοσυροῖσι προσώπασι τὸν τοῖς βλοσυροῖς·
 [01666]  [2.7.56.2] Οἱ δὲ αὐτοὶ οὗτοι ἀπόστολοι τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς ἐπιστέλλοντες ἔδοξεν ἔφασαν τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιθέσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ [2.7.56.3] τῆς πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε.
 [01981]  Ἀπατῶνται δὲ εὖ μάλα τὸ φιλότεχνον τῆς παμμήτορος καὶ γενεσιουργοῦ φύσεως μὴ νοήσαντες·
 [02168]  [2.10βις.104.2] Οὐχὶ εὖ μάλα ἐκεῖνο δὴ ὑποτοπητέον, τὸ μικρῷ πρόσθεν εἰρημένον ἐπὶ τοῦ χόρτου, μὴ καὶ ἐπὶ τῶν ἀκόσμων φιλοκόσμων τούτων [2.10βις.104.3] ᾖ λελεγμένον;
 [02250]  ἀνάγονται δὲ εὖ μάλα καὶ οἱ βαφεῖς αὐτῶν καὶ οἱ πορφυρευταὶ καὶ αὐτὰ τὰ κογχύλια [2.10βις.115.2] διὰ τὸ αἷμα τούτων ἐξανθεῖν τὴν πορφύραν.
 [02269]  Ἀνδρὶ δὲ εὖ μάλα ἁρμόδιον ἀνυποδησία, πλὴν εἰ μὴ στρατεύοιτο.
 [02447]  [3.2.5.2] Ἀλλ' ἢν ἀποκαλύψῃ τις τὸ καταπέτασμα τοῦ νεώ, τὸν κεκρύφαλον λέγω, τὴν βαφήν, τὴν ἐσθῆτα, τὸ χρυσίον, τὸ φῦκος, τὰ ἐντρίμματα, τουτέστι τὸ ἐκ τούτων συγκείμενον ὕφος, τὸ καταπέτασμα, ὡς ἔνδον εὑρήσων τὸ [3.2.5.3] κάλλος τὸ ἀληθινόν, μυσάξεται, εὖ οἶδ' ἐγώ.
 [02608]  οὐκ ἂν δὲ ἠθέλησέ τις εὖ φρονῶν πόρνος εἶναι δοκεῖν, μὴ νοσῶν, καὶ διαβάλλειν ἐπιτηδεύειν τὴν καλὴν εἰκόνα οὐκ ἂν ἑκὼν βουληθείη [3.3.20.5] τις.
 [02690]  εὖ γὰρ τοῦτο ἴστε, φησὶν ὁ ἀπόστολος, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν [3.4.29.2] ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
 [02819]  ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
 [03125]  Ἀντιτάσσεται δὲ αὐτοῖς εὖ μάλα ἐρρωμένως ὁ ἀπόστολος·
 [03291]  Καὶ οἱ κύριοι, εὖ ποιεῖτε τοὺς οἰκέτας ὑμῶν, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία [3.12.95.2] οὐκ ἔστιν.
000-00-00 Serial Number=0224369884
Protrepticus Ante [Go Back]  
 [00070]  Αἴτιος γοῦν ὁ λόγος, ὁ Χριστός, καὶ τοῦ εἶναι πάλαι ἡμᾶς (ἦν γὰρ ἐν θεῷ), καὶ τοῦ εὖ εἶναι (νῦν δὴ ἐπεφάνη ἀνθρώποις) αὐτὸς οὗτος ὁ λόγος, ὁ μόνος ἄμφω, θεός τε καὶ ἄνθρωπος, ἁπάντων ἡμῖν αἴτιος ἀγαθῶν·
 [00071]  παρ' οὗ τὸ εὖ ζῆν ἐκδιδασκόμενοι εἰς ἀίδιον ζωὴν παραπεμπόμεθα.
 [00075]  καὶ τὸ ζῆν ἐν ἀρχῇ μετὰ τοῦ πλάσαι παρασχὼν ὡς δημιουργός, τὸ εὖ ζῆν ἐδίδαξεν ἐπιφανεὶς ὡς διδάσκαλος, [1.7.4] ἵνα τὸ ἀεὶ ζῆν ὕστερον ὡς θεὸς χορηγήσῃ.
 [00124]  Θύραν δὲ εὖ οἶδ' ὅτι τὴν ἀποκεκλεισμένην τέως ὁ ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσιν ἃ μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δι' οὗ μόνου θεὸς ἐποπτεύεται.
 [00133]  οὐκ ἐξορχή σομαι μέν, ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς τῆς ἀληθείας ἐγκυκλήσω θεαταῖς.
 [00845]  εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον.
 [01164]  Τίς ἂν οὖν τὴν εὔθυναν καὶ τὴν κόλασιν καὶ τὴν δίκην καὶ τὴν νέμεσιν εὖ φρονῶν ὑπολάβοι θεούς;
 [01194]  Τρέφει δὲ ὁ μὲν θυμὸς τὴν κόλασιν ἐπὶ ἁμαρτίᾳ, εὖ ποιεῖ δὲ ἐπὶ μετανοίᾳ ἡ φιλανθρωπία.
 [01201]  εὖ γάρ τοι παντὸς μᾶλλον τοῦτο εἴρηται·
 [01276]  Ἀπόλαβε τὸν Χριστόν, ἀπόλαβε τὸ βλέπειν, ἀπόλαβέ σου τὸ φῶς, ὄφρ' εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
000-00-00 Serial Number=0007901728
Quis dives salvetur Ante [Go Back]  
 [00349]  [31.7] Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐνο χλεῖσθαι περιμένειν, ἀλλὰ αὐτὸν ζητεῖν τοὺς εὖ πεισομένους ἀξίους [31.8] τε ὄντας τοῦ σωτῆρος μαθητάς.
 [00356]  οὑτοσὶ δὲ ὁ λόγος ὑπὲρ ἅπασάν ἐστι θεότητα, μηδὲ αἰτεῖσθαι περιμένειν, ἀλλ' αὐτὸν ἀναζητεῖν, ὅστις ἄξιος εὖ παθεῖν, [32.1] ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν.
 [00378]  ὡς ἐν ἀμφιβόλῳ δὲ τῆς ἀγνοίας ἄμεινον καὶ τοὺς ἀναξίους εὖ ποιεῖν διὰ τοὺς ἀξίους ἢ φυλασσόμενον [33.3] τοὺς ἧσσον ἀγαθοὺς μηδὲ τοῖς σπουδαίοις περιπεσεῖν.
 [00451]  ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι κατὰ τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξο κείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῆς καταστροφῆς τοῦ δράματος ἐξάθλῳ γενομένῳ, τῷ τε χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον ἔστιν ὕστερον μετανοήσαντι πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνω·
000-00-00 Serial Number=0750751019
Stromata Ante [Go Back]  
 [00104]  καὶ εὖ οἶδ' ὅτι ἀγαλλιάσονται, οὐχὶ τῇ ἐκφράσει ἡσθέντες λέγω τῇδε, μόνῃ δὲ τῇ κατὰ τὴν ὑποσημείωσιν τηρήσει.
 [00122]  [1.1.14.1] Ἡ μὲν οὖν τῶνδέ μοι τῶν ὑπομνημάτων γραφὴ ἀσθενὴς μὲν εὖ οἶδ' ὅτι παραβαλλομένη πρὸς τὸ πνεῦμα ἐκεῖνο τὸ κεχαριτωμένον, οὗ κατηξιώθημεν ὑπακοῦσαι, εἰκὼν δ' ἂν εἴη ἀναμιμνῄσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγότα·
 [00125]  πολλὰ δὲ εὖ οἶδα παρερρύηκεν ἡμᾶς χρόνου μήκει ἀγράφως διαπεσόντα.
 [00159]  πιστὸς γὰρ εὖ μάλα ὁ μετ' ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων.
 [00275]  εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
 [00292]  τὸ δ' ἄλλους παρ' ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων [1.6.34.4] παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ' ἀρετὴν οὐδ' ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλο κἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί.
 [00296]  τὰ μὲν γὰρ εὖ λεγόμενα προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλ' ἡ περὶ τὴν [1.6.35.3] μάθησιν πίστις ἐμποιεῖ.
 [00320]  [1.7.38.1] Ἤδη δὲ κἀκεῖνο σκοπῶμεν, ὡς εἴ ποτε οἱ μὴ ἐπιστάμενοι διαβιοῦσι καλῶς † εὖ ποιεῖν·
 [00357]  ὦ παῖ, γένοιντ' ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσι<ν> νικῷεν ἂν τἀληθές·
 [00404]  οὔτ' οὖν βλασφημητέος ὁ εὐποιητικὸς πρὸς τοῦ εὖ λέγειν δυναμένου οὐδὲ μὴν κακιστέος ὁ οἷός τε εὖ λέγειν πρὸς τοῦ εὖ ποιεῖν [1.10.46.4] ἐπιτηδείου·
 [00409]  ὡς δὲ τὸ εὖ πάσχειν περιαιρεῖται, ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν, οὕτως ἡ ὑπακοὴ καὶ πίστις ἀναιρεῖται μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων.
 [00424]  σωθῆναι γὰρ εὖ οἶδ' ὅτι καὶ συνάρασθαι τοῖς σῴζεσθαι γλιχομένοις βέλτιστόν ἐστιν, οὐχὶ συνθεῖναι τὰ λεξείδια καθάπερ τὰ [1.10.48.2] κόσμια.
 [00438]  [1.10.49.3] διατείνεται οὖν εὖ μάλα ὁ μακάριος ἀπόστολος παραινῶν ἡμῖν μὴ λογομαχεῖν τε δι' οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, τὰς δὲ βεβήλους κενοφωνίας περιίστασθαι.
 [00442]  [1.11.50.2] εὖ γάρ τοι ἐν τῷ Ἱερεμίᾳ γέγραπται·
 [00505]  ὁ δὲ τὰ διῃρη μένα συνθεὶς αὖθις καὶ ἑνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ [1.13.58.1] ἴσθ' ὅτι κατόψεται, τὴν ἀλήθειαν.
 [01365]  εἰ δὲ ταῦτα περὶ τὸν Μωυσέα εὕροιμεν, ὡς ἐξ αὐτῶν δείκνυται τῶν γραφῶν, εὖ μάλα πεπεισμένως ἂν ἀγορεύοιμεν σοφὸν τῷ ὄντι τὸν [1.26.169.1] Μωυσέα.
 [01417]  διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
 [01423]  ἀνδρῶν δὲ εὖ οἶδ' ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν·
 [01711]  εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεία [2.6.28.4] οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα.
 [02166]  ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρ' ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ [2.18.80.3] τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος.
 [02202]  ἔν τε τῷ ἀμήτῳ τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι κωλύει τοὺς κτήτορας, καθάπερ κἀν τῷ θερισμῷ ὑπολείπεσθαί τι παραινεῖ ἄτμητον, διὰ τούτου εὖ μάλα τοὺς μὲν κτήτορας εἰς κοινωνίαν καὶ μεγαλοφροσύνην συνασκῶν ἐκ τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων [2.18.86.1] τροφῶν.
 [02351]  βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ' οἶκος [2.20.103.1] Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι' ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ <τῶν περὶ> τὸν Ἀνανίαν ἱστορούμενα, ὧν εἷς καὶ ∆ανιὴλ ὁ προφήτης [2.20.103.2] ἦν, θείας πίστεως πεπληρωμένος.
 [02483]  εὖ γοῦν ἡ τραχῳδία ἐπὶ τοῦ Ἅιδου γράφει·
 [02554]  αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν, δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον [2.22.131.5] ἀγαθὸν καὶ πληρέστατον λέγει.
 [02821]  ἐπαινῶν γὰρ τὸ γῆρας ἐπιφέρει ὅτι εὖ ἴσθι ὅτι ἔμοιγε, ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ [3.3.18.5] τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί·
 [03126]  ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν [3.6.55.1] ἐνδεῆ φησίν.
 [03456]  τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου·
 [03585]  [4.2.6.3] ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δ' <ἀπ'> ἀμπέλων σπονδή <τε> καὶ ῥὰξ εὖ τεθησαυρισμένη, ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τ' ἐλαίου καὶ τὸ ποικιλώτατον ξανθῆς μελίσσης κηρόπλαστον ὄργανον.
 [03669]  [4.4.18.2] ᾧ δὲ οὐδὲ τὸ τυχὸν προσελθεῖν ἔστιν εἰς ὕψος ἄνευ τοῦ ἐν τοῖς ἀναγκαίοις εἶναι καὶ δι' αὐτῶν πάντα ποιεῖν τὰ πρὸς τὴν γνῶσιν [4.4.18.3] συντείνοντα, τὸ εὖ ζῆν τούτῳ πῶς οὐχ αἱρετέον;
 [03670]  ἐν γοῦν τῷ ζῆν τὸ εὖ ζῆν κατορθοῦται, καὶ εἰς ἕξιν ἀιδιότητος παραπέμπεται ὁ διὰ σώματος μελετήσας εὐζωίαν.
 [03673]  καίτοι καὶ Ἰὼβ ἐγκρατείας ὑπερβολῇ καὶ πίστεως ὑπεροχῇ πένης μὲν ἐκ πλουσίου, ἄτιμος δὲ ἐξ ἐνδόξου, αἰσχρὸς δὲ ἐκ καλοῦ καὶ νοσερὸς ἐξ ὑγιεινοῦ γενόμενος ἡμῖν γέ ἐστι παράδειγμα ἀγαθὸν ἀναγεγραμμένος, δυσωπῶν τὸν πειράσαντα, εὐλογῶν τὸν πλάσαντα, φέρων οὕτω τὰ δεύτερα ὡς καὶ τὰ πρότερα, διδάσκων εὖ μάλα τοῖς περιστατικοῖς ἅπασιν οἷόν τε εἶναι καλῶς [4.5.19.3] χρῆσθαι τὸν γνωστικόν.
 [03680]  ὁ δὲ αὐτὸς λόγος καὶ περὶ πενίας, ἐπεὶ καὶ αὕτη τῶν ἀναγκαίων, τῆς θεωρίας λέγω καὶ τῆς καθαρᾶς ἀναμαρτησίας, ἀπασχολεῖν βιάζεται τὴν ψυχήν, περὶ τοὺς πορισμοὺς διατρίβειν ἀναγκάζουσα τὸν μὴ ὅλον ἑαυτὸν δι' ἀγάπης ἀνατεθεικότα τῷ θεῷ, ὥσπερ ἔμπαλιν ἥ τε ὑγίεια καὶ ἡ τῶν ἐπιτηδείων ἀφθονία ἐλευθέραν καὶ ἀνεμπόδιστον φυλάσσει τὴν ψυχὴν [4.5.21.2] τὴν εὖ χρῆσθαι τοῖς παροῦσι γινώσκουσαν·
 [04078]  [4.9.74.2] ἐπεὶ τίς οὐκ ἂν τῶν εὖ φρονούντων βασιλεύειν ἐν θεῷ, ἀλλ' οὐ [4.9.74.3] δουλεύειν ἕλοιτο;
 [04114]  εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα τοῖς τὴν ἀφορμὴν τῆς [4.11.80.2] ταχείας ἀποδημίας παρεσχημένοις, ** εἰ δι' ἀγάπην μαρτυροῖμεν·
 [04229]  ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, [4.15.97.4] ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν.
 [04427]  συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδ' ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα [4.19.120.3] στρεβλουμένη.
 [04453]  εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν.
 [04511]  ἐπεὶ τίς ἂν εὖ φρονῶν εἴποι τὸν προφήτην οὐ δίκαιον;
 [04580]  εὖ γοῦν κἀκεῖνο εἴρηται·
 [04606]  τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.
 [04613]  καλὴ γὰρ ἡ κτι σθεῖσα δὴ οἰκονομία καὶ πάντα εὖ διοικεῖται, οὐδὲν ἀναιτίως γίνεται, ἐν τοῖς σοῖς εἶναί με δεῖ, παντοκράτορ·
 [04619]  [4.23.149.4] διόπερ ὁ ∆ημόκριτος εὖ λέγει, ὡς ἡ φύσις τε καὶ διδαχὴ παραπλήσιόν ἐστι καὶ τὴν αἰτίαν συντόμως προσαποδέδωκεν·
 [04844]  ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς·
 [04931]  ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου [5.2.14.2] μετὰ τὴν τελευτὴν ἔχειν οἴεται.
 [05164]  προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ [5.6.38.6] πάντων ἁγίου πνεύματος.
 [05171]  καθαρὸς μὲν <οὖν> τὴν καρδίαν πᾶσαν, κατορθώσας δ' εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας.
 [05317]  οὕτως γὰρ καὶ σπουδασθήσεσθαι μᾶλλον καὶ ὠφελήσειν τοὺς ἀξίους αὐτῶν διελάμβανον καὶ ἀνεξαπατήτους <τούτους> ἔσεσθαι, παρὰ τῶν εὖ εἰδότων [5.9.56.5] παραλαμβάνοντας.
 [05435]  τέταρτον, ὅπερ μέγιστόν ἐστι, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδ' ἐξισταμένους αὑτῶν μηδὲ ὑπερηφάνους γινομένους, ἀλλ' ἐμμένοντας τῇ τάξει τῶν [5.11.69.5] εὖ φρονούντων.
 [05512]  ἀκήκοεν γὰρ εὖ μάλα ὡς ὁ πάνσοφος Μωυσῆς εἰς τὸ ὄρος ἀνιὼν (διὰ τὴν ἁγίαν θεωρίαν ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν) ἀναγκαίως [5.12.78.3] διαστέλλεται μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷ·
 [05609]  θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ [5.13.87.3] πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν.
 [05730]  εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι [5.14.98.8] χόες.
 [05964]  εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον.
 [06118]  χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ' Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν.
 [06207]  εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.
 [06563]  ἐπεὶ τίς ἂν εὖ φρονῶν ἐν μιᾷ καταδίκῃ καὶ τὰς τῶν δικαίων καὶ τὰς τῶν ἁμαρτωλῶν ὑπολάβοι εἶναι ψυχάς, ἀδικίαν τῆς προνοίας [6.6.45.4] καταχέων;
 [06732]  πάλιν ἄνθρωπος προηγουμένως γέγονεν εἰς ἐπίγνωσιν θεοῦ, ἀλλὰ καὶ γεωργεῖ καὶ γεωμετρεῖ καὶ φιλοσοφεῖ, ὧν τὸ μὲν ἐπὶ τὸ ζῆν, τὸ δὲ ἐπὶ τὸ εὖ ζῆν, τὸ δὲ ἐπὶ τὸ μελετᾶν τὰ ἀποδεικτικὰ γεγένηται.
 [06840]  οἷς γὰρ ἂν πανούργως χρήσωνται οἱ κατὰ τὰς αἱρέσεις πονούμενοι, τούτοις ὁ γνωστικὸς εἰς εὖ [6.10.83.2] καταχρήσεται.
 [06873]  προσήκει δὲ εὖ μάλα τὸ ἐναρμόνιον γένος τῇ δωριστὶ ἁρμονίᾳ καὶ τῇ φρυγιστὶ τὸ διάτονον, [6.11.88.2] ὥς φησιν Ἀριστόξενος.
 [06968]  τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ' οὖν παῖδας μήτ' αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ [6.12.100.3] δικαιοσύνης προτιμῶν.
 [06983]  καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ [6.12.102.2] οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δι' ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς ἀγαθὸν [6.12.102.3] νηστεία μετὰ προσευχῆς·
 [06988]  οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δι' ἣν αἰτίαν τῶν [6.12.103.3] μὲν ἀφεκτέον, τὰ δ' ἐνεργητέον.
 [07038]  οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ <κατὰ> λόγον ἐνεργεῖν [6.14.112.1] καθῆκον αἱ γραφαὶ παριστᾶσιν.
 [07049]  τὸ γὰρ εὖ μετ' ἐμοῦ καὶ τὸ δίκαιον σύμμαχον ἔσται, καὶ οὐ μή ποτε ἁλῶ, καλὰ πράσσων.
 [07389]  οὗτοι δ' εἰσὶν οἱ ἡγεμονικοὶ καὶ παιδευτικοί, δι' ὧν ἡ ἐνέργεια τῆς προνοίας ἀριδήλως δείκνυται, ὁπηνίκα ἂν ἢ διὰ παιδείας ἢ δι' ἀρχῆς τινος καὶ διοικήσεως εὖ ποιεῖν ἐθέλῃ τοὺς ἀνθρώπους ὁ θεός.
 [07430]  καὶ γὰρ οὖν εὖ πως ἔχειν μοι φαίνεται ὁ λόγος ἐκεῖνος·
 [07545]  [7.2.9.2] οὐδὲ γὰρ ἂν ἔτι ἦν αὐτῷ τὸ ὅλον εὖ εἰργασμένον.
 [07586]  <ὧν> ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος, τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν [7.3.16.4] ἀνθρώπων κατὰ δύναμιν·
 [07635]  εὖ δὲ καὶ ἡ Αὔγη δικαιολογουμένη πρὸς τὴν Ἀθηνᾶν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῷ λέγει·
 [07719]  ὅτε τοῖσι θεοῖσι θύετε, πρώτιστα ἀποκρίνετε <τοῖς ἱερεῦσιν> τὸ νομιζόμενον, <κἄπειθ'> ὑμῖν, <εἶτ'> (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες κομιδῇ μέχρι βουβώνων <κρέα πάντα> καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ <ῥίνῃ> ῥινήσαντες νέμεθ' ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν, εἶτ' ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.
 [07741]  ἀλλ' οὐκ ἄν τινι τούτων ἀπεικάσαιεν, εἴ γε εὖ φρονοῖεν, τὸν θεόν·
 [07815]  ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον [7.7.40.3] ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ.
 [07835]  οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν [7.7.42.7] ἐπιστρέφοντας.
 [07861]  οὗτος ἡμῖν <ὁ> αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε [7.7.45.3] καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν), δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος μηδ' ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ' ἂν ἐπ' αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, ἐπὶ προθύροις ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.
 [07890]  δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον, τοῖς δὲ ἀξίοις [7.7.48.3] γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος·
 [07894]  ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι' ἀναβάς, εἰς τοῦ Πισαίου ∆ιὸς τὸ ἄγαλμα ἀποβλέψας, εἰ πάντα, εἶπεν ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί.
 [08002]  εἰδὼς εὖ μάλα ὅτι ὁ διδάσκων ἄνθρωπον γνῶσιν κατὰ τὸν προφήτην κύριός ἐστιν, διὰ στόματος ἀνθρωπίνου κύριος ἐνεργῶν·
 [08018]  [7.11.63.3] φασὶ γοῦν τὸν μακάριον Πέτρον θεασάμενον τὴν αὑτοῦ γυναῖκα ἀγομένην τὴν ἐπὶ θάνατον, ἡσθῆναι μὲν τῆς κλήσεως χάριν καὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ἐπιφωνῆσαι δὲ εὖ μάλα προτρεπτικῶς τε καὶ παρακλητικῶς, ἐξ ὀνόματος προσειπόντα μέμνησο, ὦ αὕτη, τοῦ κυρίου.
 [08029]  εὖ γὰρ οἶδεν τὰ ποιητέα καὶ μή, ἐγνωκὼς κατὰ [7.11.65.3] κράτος τά τε τῷ ὄντι δεινὰ καὶ τὰ μή.
 [08223]  [7.13.83.1] Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων <οὐδὲν> οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον [7.13.83.2] γενήσεσθαι.
 [08287]  [7.15.89.1] Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως τοῖς προειρημένοις καὶ αἱ περὶ τὴν ἀληθῆ διδασκαλίαν αἱρέσεις, εὖ ἂν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀποριῶν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα.
 [08391]  [7.16.101.7] οὔτε γὰρ ἀπατηθείς τις τὴν γνώμην δύναιτ' ἂν εὖ πράττειν.
 [08443]  [7.17.106.1] Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς [7.17.106.2] ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας.
 [08621]  [8.5.16.2] Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δό γμασι πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»